ΒΑΣΙΛΕΙΩΝ Α,
κεφαλίς 8,
στἰχοι 11-18
11 καὶ εἰ̃πεν του̃το ἔσται τὸ δικαίωμα του̃ βασιλέως ὃς βασιλεύσει ἐφ' ὑμα̃ς τοὺς υἱοὺς ὑμω̃ν λήμψεται καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτου̃ καὶ ἱππευ̃σιν αὐτου̃ καὶ προτρέχοντας τω̃ν ἁρμάτων αὐτου̃ |
12 καὶ θέσθαι αὐτοὺς ἑαυτω̨̃ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ θερίζειν θερισμὸν αὐτου̃ καὶ τρυγα̃ν τρυγητὸν αὐτου̃ καὶ ποιει̃ν σκεύη πολεμικὰ αὐτου̃ καὶ σκεύη ἁρμάτων αὐτου̃ |
13 καὶ τὰς θυγατέρας ὑμω̃ν λήμψεται εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας |
14 καὶ τοὺς ἀγροὺς ὑμω̃ν καὶ τοὺς ἀμπελω̃νας ὑμω̃ν καὶ τοὺς ἐλαιω̃νας ὑμω̃ν τοὺς ἀγαθοὺς λήμψεται καὶ δώσει τοι̃ς δούλοις αὐτου̃ |
15 καὶ τὰ σπέρματα ὑμω̃ν καὶ τοὺς ἀμπελω̃νας ὑμω̃ν ἀποδεκατώσει καὶ δώσει τοι̃ς εὐνούχοις αὐτου̃ καὶ τοι̃ς δούλοις αὐτου̃ |
16 καὶ τοὺς δούλους ὑμω̃ν καὶ τὰς δούλας ὑμω̃ν καὶ τὰ βουκόλια ὑμω̃ν τὰ ἀγαθὰ καὶ τοὺς ὄνους ὑμω̃ν λήμψεται καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτου̃ |
17 καὶ τὰ ποίμνια ὑμω̃ν ἀποδεκατώσει καὶ ὑμει̃ς ἔσεσθε αὐτω̨̃ δου̃λοι |
18 καὶ βοήσεσθε ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ προσώπου βασιλέως ὑμω̃ν οὑ̃ ἐξελέξασθε ἑαυτοι̃ς καὶ οὐκ ἐπακούσεται κύριος ὑμω̃ν ἐν ται̃ς ἡμέραις ἐκείναις ὅτι ὑμει̃ς ἐξελέξασθε ἑαυτοι̃ς βασιλέα |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.