ΜΑΚΚΑΒΑΊΩΝ Α,
κεφαλίς 1,
στἰχοι 1-16
1 καὶ ἐγένετο μετὰ τὸ πατάξαι 'Αλέξανδρον τὸν Φιλίππου Μακεδόνα ὃς ἐξη̃λθεν ἐκ γη̃ς Χεττιιμ καὶ ἐπάταξεν τὸν Δαρει̃ον βασιλέα Περσω̃ν καὶ Μήδων καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ πρότερον ἐπὶ τὴν 'Ελλάδα |
2 καὶ συνεστήσατο πολέμους πολλοὺς καὶ ἐκράτησεν ὀχυρωμάτων καὶ ἔσφαξεν βασιλει̃ς τη̃ς γη̃ς |
3 καὶ διη̃λθεν ἕως ἄκρων τη̃ς γη̃ς καὶ ἔλαβεν σκυ̃λα πλήθους ἐθνω̃ν καὶ ἡσύχασεν ἡ γη̃ ἐνώπιον αὐτου̃ καὶ ὑψώθη καὶ ἐπήρθη ἡ καρδία αὐτου̃ |
4 καὶ συνη̃ξεν δύναμιν ἰσχυρὰν σφόδρα καὶ ἠ̃ρξεν χωρω̃ν ἐθνω̃ν καὶ τυράννων καὶ ἐγένοντο αὐτω̨̃ εἰς φόρον |
5 καὶ μετὰ ταυ̃τα ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἔγνω ὅτι ἀποθνή̨σκει |
6 καὶ ἐκάλεσεν τοὺς παι̃δας αὐτου̃ τοὺς ἐνδόξους τοὺς συνεκτρόφους αὐτου̃ ἐκ νεότητος καὶ διει̃λεν αὐτοι̃ς τὴν βασιλείαν αὐτου̃ ἔτι αὐτου̃ ζω̃ντος |
7 καὶ ἐβασίλευσεν 'Αλέξανδρος ἔτη δώδεκα καὶ ἀπέθανεν |
8 καὶ ἐπεκράτησαν οἱ παι̃δες αὐτου̃ ἕκαστος ἐν τω̨̃ τόπω̨ αὐτου̃ |
9 καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανει̃ν αὐτὸν καὶ οἱ υἱοὶ αὐτω̃ν ὀπίσω αὐτω̃ν ἔτη πολλὰ καὶ ἐπλήθυναν κακὰ ἐν τη̨̃ γη̨̃ |
10 καὶ ἐξη̃λθεν ἐξ αὐτω̃ν ῥίζα ἁμαρτωλὸς 'Αντίοχος 'Επιφανὴς υἱὸς 'Αντιόχου του̃ βασιλέως ὃς ἠ̃ν ὅμηρα ἐν 'Ρώμη̨ καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστω̨̃ καὶ τριακοστω̨̃ καὶ ἑβδόμω̨ βασιλείας 'Ελλήνων |
11 ἐν ται̃ς ἡμέραις ἐκείναις ἐξη̃λθον ἐξ Ισραηλ υἱοὶ παράνομοι καὶ ἀνέπεισαν πολλοὺς λέγοντες πορευθω̃μεν καὶ διαθώμεθα διαθήκην μετὰ τω̃ν ἐθνω̃ν τω̃ν κύκλω̨ ἡμω̃ν ὅτι ἀφ' ἡ̃ς ἐχωρίσθημεν ἀπ' αὐτω̃ν εὑ̃ρεν ἡμα̃ς κακὰ πολλά |
12 καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοι̃ς αὐτω̃ν |
13 καὶ προεθυμήθησάν τινες ἀπὸ του̃ λαου̃ καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ ἔδωκεν αὐτοι̃ς ἐξουσίαν ποιη̃σαι τὰ δικαιώματα τω̃ν ἐθνω̃ν |
14 καὶ ὠ̨κοδόμησαν γυμνάσιον ἐν Ιεροσολύμοις κατὰ τὰ νόμιμα τω̃ν ἐθνω̃ν |
15 καὶ ἐποίησαν ἑαυτοι̃ς ἀκροβυστίας καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας καὶ ἐζευγίσθησαν τοι̃ς ἔθνεσιν καὶ ἐπράθησαν του̃ ποιη̃σαι τὸ πονηρόν |
16 καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐνώπιον 'Αντιόχου καὶ ὑπέλαβεν βασιλευ̃σαι γη̃ς Αἰγύπτου ὅπως βασιλεύση̨ ἐπὶ τὰς δύο βασιλείας |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.