1 καὶ ἐγένετο μετὰ τὸ πατάξαι 'Αλέξανδρον τὸν Φιλίππου Μακεδόνα ὃς ἐξη̃λθεν ἐκ γη̃ς Χεττιιμ καὶ ἐπάταξεν τὸν Δαρει̃ον βασιλέα Περσω̃ν καὶ Μήδων καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ πρότερον ἐπὶ τὴν 'Ελλάδα |
2 καὶ συνεστήσατο πολέμους πολλοὺς καὶ ἐκράτησεν ὀχυρωμάτων καὶ ἔσφαξεν βασιλει̃ς τη̃ς γη̃ς |
3 καὶ διη̃λθεν ἕως ἄκρων τη̃ς γη̃ς καὶ ἔλαβεν σκυ̃λα πλήθους ἐθνω̃ν καὶ ἡσύχασεν ἡ γη̃ ἐνώπιον αὐτου̃ καὶ ὑψώθη καὶ ἐπήρθη ἡ καρδία αὐτου̃ |
4 καὶ συνη̃ξεν δύναμιν ἰσχυρὰν σφόδρα καὶ ἠ̃ρξεν χωρω̃ν ἐθνω̃ν καὶ τυράννων καὶ ἐγένοντο αὐτω̨̃ εἰς φόρον |
5 καὶ μετὰ ταυ̃τα ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἔγνω ὅτι ἀποθνή̨σκει |
6 καὶ ἐκάλεσεν τοὺς παι̃δας αὐτου̃ τοὺς ἐνδόξους τοὺς συνεκτρόφους αὐτου̃ ἐκ νεότητος καὶ διει̃λεν αὐτοι̃ς τὴν βασιλείαν αὐτου̃ ἔτι αὐτου̃ ζω̃ντος |
7 καὶ ἐβασίλευσεν 'Αλέξανδρος ἔτη δώδεκα καὶ ἀπέθανεν |
8 καὶ ἐπεκράτησαν οἱ παι̃δες αὐτου̃ ἕκαστος ἐν τω̨̃ τόπω̨ αὐτου̃ |
9 καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανει̃ν αὐτὸν καὶ οἱ υἱοὶ αὐτω̃ν ὀπίσω αὐτω̃ν ἔτη πολλὰ καὶ ἐπλήθυναν κακὰ ἐν τη̨̃ γη̨̃ |
10 καὶ ἐξη̃λθεν ἐξ αὐτω̃ν ῥίζα ἁμαρτωλὸς 'Αντίοχος 'Επιφανὴς υἱὸς 'Αντιόχου του̃ βασιλέως ὃς ἠ̃ν ὅμηρα ἐν 'Ρώμη̨ καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστω̨̃ καὶ τριακοστω̨̃ καὶ ἑβδόμω̨ βασιλείας 'Ελλήνων |
11 ἐν ται̃ς ἡμέραις ἐκείναις ἐξη̃λθον ἐξ Ισραηλ υἱοὶ παράνομοι καὶ ἀνέπεισαν πολλοὺς λέγοντες πορευθω̃μεν καὶ διαθώμεθα διαθήκην μετὰ τω̃ν ἐθνω̃ν τω̃ν κύκλω̨ ἡμω̃ν ὅτι ἀφ' ἡ̃ς ἐχωρίσθημεν ἀπ' αὐτω̃ν εὑ̃ρεν ἡμα̃ς κακὰ πολλά |
12 καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοι̃ς αὐτω̃ν |
13 καὶ προεθυμήθησάν τινες ἀπὸ του̃ λαου̃ καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ ἔδωκεν αὐτοι̃ς ἐξουσίαν ποιη̃σαι τὰ δικαιώματα τω̃ν ἐθνω̃ν |
14 καὶ ὠ̨κοδόμησαν γυμνάσιον ἐν Ιεροσολύμοις κατὰ τὰ νόμιμα τω̃ν ἐθνω̃ν |
15 καὶ ἐποίησαν ἑαυτοι̃ς ἀκροβυστίας καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας καὶ ἐζευγίσθησαν τοι̃ς ἔθνεσιν καὶ ἐπράθησαν του̃ ποιη̃σαι τὸ πονηρόν |
16 καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐνώπιον 'Αντιόχου καὶ ὑπέλαβεν βασιλευ̃σαι γη̃ς Αἰγύπτου ὅπως βασιλεύση̨ ἐπὶ τὰς δύο βασιλείας |
17 καὶ εἰση̃λθεν εἰς Αἴγυπτον ἐν ὄχλω̨ βαρει̃ ἐν ἅρμασιν καὶ ἐλέφασιν καὶ ἐν ἱππευ̃σιν καὶ ἐν στόλω̨ μεγάλω̨ |
18 καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαι̃ον βασιλέα Αἰγύπτου καὶ ἐνετράπη Πτολεμαι̃ος ἀπὸ προσώπου αὐτου̃ καὶ ἔφυγεν καὶ ἔπεσον τραυματίαι πολλοί |
19 καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γη̨̃ Αἰγύπτω̨ καὶ ἔλαβεν τὰ σκυ̃λα γη̃ς Αἰγύπτου |
20 καὶ ἐπέστρεψεν 'Αντίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τω̨̃ ἑκατοστω̨̃ καὶ τεσσαρακοστω̨̃ καὶ τρίτω̨ ἔτει καὶ ἀνέβη ἐπὶ Ισραηλ καὶ ἀνέβη εἰς Ιεροσόλυμα ἐν ὄχλω̨ βαρει̃ |
21 καὶ εἰση̃λθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανία̨ καὶ ἔλαβεν τὸ θυσιαστήριον τὸ χρυσου̃ν καὶ τὴν λυχνίαν του̃ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτη̃ς |
22 καὶ τὴν τράπεζαν τη̃ς προθέσεως καὶ τὰ σπονδει̃α καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας τὰς χρυσα̃ς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεφάνους καὶ τὸν κόσμον τὸν χρυσου̃ν τὸν κατὰ πρόσωπον του̃ ναου̃ καὶ ἐλέπισεν πάντα |
23 καὶ ἔλαβεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐπιθυμητὰ καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἀποκρύφους οὓς εὑ̃ρεν |
24 καὶ λαβὼν πάντα ἀπη̃λθεν εἰς τὴν γη̃ν αὐτου̃ καὶ ἐποίησεν φονοκτονίαν καὶ ἐλάλησεν ὑπερηφανίαν μεγάλην |
25 καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ισραηλ ἐν παντὶ τόπω̨ αὐτω̃ν |
26 καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι παρθένοι καὶ νεανίσκοι ἠσθένησαν καὶ τὸ κάλλος τω̃ν γυναικω̃ν ἠλλοιώθη |
27 πα̃ς νυμφίος ἀνέλαβεν θρη̃νον καὶ καθημένη ἐν παστω̨̃ ἐπένθει |
28 καὶ ἐσείσθη ἡ γη̃ ἐπὶ τοὺς κατοικου̃ντας αὐτήν καὶ πα̃ς ὁ οἰ̃κος Ιακωβ ἐνεδύσατο αἰσχύνην |
29 μετὰ δύο ἔτη ἡμερω̃ν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις Ιουδα καὶ ἠ̃λθεν εἰς Ιερουσαλημ ἐν ὄχλω̨ βαρει̃ |
30 καὶ ἐλάλησεν αὐτοι̃ς λόγους εἰρηνικοὺς ἐν δόλω̨ καὶ ἐνεπίστευσαν αὐτω̨̃ καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην καὶ ἀπώλεσεν λαὸν πολὺν ἐξ Ισραηλ |
31 καὶ ἔλαβεν τὰ σκυ̃λα τη̃ς πόλεως καὶ ἐνέπρησεν αὐτὴν πυρὶ καὶ καθει̃λεν τοὺς οἴκους αὐτη̃ς καὶ τὰ τείχη κύκλω̨ |
32 καὶ ἠ̨χμαλώτισαν τὰς γυναι̃κας καὶ τὰ τέκνα καὶ τὰ κτήνη ἐκληρονόμησαν |
33 καὶ ὠ̨κοδόμησαν τὴν πόλιν Δαυιδ τείχει μεγάλω̨ καὶ ὀχυρω̨̃ πύργοις ὀχυροι̃ς καὶ ἐγένετο αὐτοι̃ς εἰς ἄκραν |
34 καὶ ἔθηκαν ἐκει̃ ἔθνος ἁμαρτωλόν ἄνδρας παρανόμους καὶ ἐνίσχυσαν ἐν αὐτη̨̃ |
35 καὶ παρέθεντο ὅπλα καὶ τροφὴν καὶ συναγαγόντες τὰ σκυ̃λα Ιερουσαλημ ἀπέθεντο ἐκει̃ καὶ ἐγένοντο εἰς μεγάλην παγίδα |
36 καὶ ἐγένετο εἰς ἔνεδρον τω̨̃ ἁγιάσματι καὶ εἰς διάβολον πονηρὸν τω̨̃ Ισραηλ διὰ παντός |
37 καὶ ἐξέχεαν αἱ̃μα ἀθω̨̃ον κύκλω̨ του̃ ἁγιάσματος καὶ ἐμόλυναν τὸ ἁγίασμα |
38 καὶ ἔφυγον οἱ κάτοικοι Ιερουσαλημ δι' αὐτούς καὶ ἐγένετο κατοικία ἀλλοτρίων καὶ ἐγένετο ἀλλοτρία τοι̃ς γενήμασιν αὐτη̃ς καὶ τὰ τέκνα αὐτη̃ς ἐγκατέλιπον αὐτήν |
39 τὸ ἁγίασμα αὐτη̃ς ἠρημώθη ὡς ἔρημος αἱ ἑορταὶ αὐτη̃ς ἐστράφησαν εἰς πένθος τὰ σάββατα αὐτη̃ς εἰς ὀνειδισμόν ἡ τιμὴ αὐτη̃ς εἰς ἐξουδένωσιν |
40 κατὰ τὴν δόξαν αὐτη̃ς ἐπληθύνθη ἡ ἀτιμία αὐτη̃ς καὶ τὸ ὕψος αὐτη̃ς ἐστράφη εἰς πένθος |
41 καὶ ἔγραψεν ὁ βασιλεὺς πάση̨ τη̨̃ βασιλεία̨ αὐτου̃ εἰ̃ναι πάντας εἰς λαὸν ἕνα |
42 καὶ ἐγκαταλιπει̃ν ἕκαστον τὰ νόμιμα αὐτου̃ καὶ ἐπεδέξαντο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον του̃ βασιλέως |
43 καὶ πολλοὶ ἀπὸ Ισραηλ εὐδόκησαν τη̨̃ λατρεία̨ αὐτου̃ καὶ ἔθυσαν τοι̃ς εἰδώλοις καὶ ἐβεβήλωσαν τὸ σάββατον |
44 καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα πορευθη̃ναι ὀπίσω νομίμων ἀλλοτρίων τη̃ς γη̃ς |
45 καὶ κωλυ̃σαι ὁλοκαυτώματα καὶ θυσίαν καὶ σπονδὴν ἐκ του̃ ἁγιάσματος καὶ βεβηλω̃σαι σάββατα καὶ ἑορτὰς |
46 καὶ μια̃ναι ἁγίασμα καὶ ἁγίους |
47 οἰκοδομη̃σαι βωμοὺς καὶ τεμένη καὶ εἰδώλια καὶ θύειν ὕεια καὶ κτήνη κοινὰ |
48 καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτω̃ν ἀπεριτμήτους βδελύξαι τὰς ψυχὰς αὐτω̃ν ἐν παντὶ ἀκαθάρτω̨ καὶ βεβηλώσει |
49 ὥστε ἐπιλαθέσθαι του̃ νόμου καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα |
50 καὶ ὃς ἂν μὴ ποιήση̨ κατὰ τὸν λόγον του̃ βασιλέως ἀποθανει̃ται |
51 κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψεν πάση̨ τη̨̃ βασιλεία̨ αὐτου̃ καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαὸν καὶ ἐνετείλατο ται̃ς πόλεσιν Ιουδα θυσιάζειν κατὰ πόλιν καὶ πόλιν |
52 καὶ συνηθροίσθησαν ἀπὸ του̃ λαου̃ πολλοὶ πρὸς αὐτούς πα̃ς ὁ ἐγκαταλείπων τὸν νόμον καὶ ἐποίησαν κακὰ ἐν τη̨̃ γη̨̃ |
53 καὶ ἔθεντο τὸν Ισραηλ ἐν κρύφοις ἐν παντὶ φυγαδευτηρίω̨ αὐτω̃ν |
54 καὶ τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ Χασελευ τω̨̃ πέμπτω̨ καὶ τεσσαρακοστω̨̃ καὶ ἑκατοστω̨̃ ἔτει ὠ̨κοδόμησεν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον καὶ ἐν πόλεσιν Ιουδα κύκλω̨ ὠ̨κοδόμησαν βωμούς |
55 καὶ ἐπὶ τω̃ν θυρω̃ν τω̃ν οἰκιω̃ν καὶ ἐν ται̃ς πλατείαις ἐθυμίων |
56 καὶ τὰ βιβλία του̃ νόμου ἃ εὑ̃ρον ἐνεπύρισαν ἐν πυρὶ κατασχίσαντες |
57 καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαθήκης καὶ εἴ τις συνευδόκει τω̨̃ νόμω̨ τὸ σύγκριμα του̃ βασιλέως ἐθανάτου αὐτόν |
58 ἐν ἰσχύι αὐτω̃ν ἐποίουν τω̨̃ Ισραηλ τοι̃ς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ται̃ς πόλεσιν |
59 καὶ τη̨̃ πέμπτη̨ καὶ εἰκάδι του̃ μηνὸς θυσιάζοντες ἐπὶ τὸν βωμόν ὃς ἠ̃ν ἐπὶ του̃ θυσιαστηρίου |
60 καὶ τὰς γυναι̃κας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτω̃ν ἐθανάτωσαν κατὰ τὸ πρόσταγμα |
61 καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τω̃ν τραχήλων αὐτω̃ν καὶ τοὺς οἴκους αὐτω̃ν καὶ τοὺς περιτετμηκότας αὐτούς |
62 καὶ πολλοὶ ἐν Ισραηλ ἐκραταιώθησαν καὶ ὠχυρώθησαν ἐν αὑτοι̃ς του̃ μὴ φαγει̃ν κοινὰ |
63 καὶ ἐπεδέξαντο ἀποθανει̃ν ἵνα μὴ μιανθω̃σιν τοι̃ς βρώμασιν καὶ μὴ βεβηλώσωσιν διαθήκην ἁγίαν καὶ ἀπέθανον |
64 καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ισραηλ σφόδρα |