ΜΑΚΚΑΒΑΊΩΝ Α,
κεφαλίς 3,
στἰχοι 3-9
3 καὶ ἐπλάτυνεν δόξαν τω̨̃ λαω̨̃ αὐτου̃ καὶ ἐνεδύσατο θώρακα ὡς γίγας καὶ συνεζώσατο τὰ σκεύη τὰ πολεμικὰ αὐτου̃ καὶ πολέμους συνεστήσατο σκεπάζων παρεμβολὴν ἐν ῥομφαία̨ |
4 καὶ ὡμοιώθη λέοντι ἐν τοι̃ς ἔργοις αὐτου̃ καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν |
5 καὶ ἐδίωξεν ἀνόμους ἐξερευνω̃ν καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτου̃ ἐφλόγισεν |
6 καὶ συνεστάλησαν ἄνομοι ἀπὸ του̃ φόβου αὐτου̃ καὶ πάντες οἱ ἐργάται τη̃ς ἀνομίας συνεταράχθησαν καὶ εὐοδώθη σωτηρία ἐν χειρὶ αὐτου̃ |
7 καὶ ἐπίκρανεν βασιλει̃ς πολλοὺς καὶ εὔφρανεν τὸν Ιακωβ ἐν τοι̃ς ἔργοις αὐτου̃ καὶ ἕως του̃ αἰω̃νος τὸ μνημόσυνον αὐτου̃ εἰς εὐλογίαν |
8 καὶ διη̃λθεν ἐν πόλεσιν Ιουδα καὶ ἐξωλέθρευσεν ἀσεβει̃ς ἐξ αὐτη̃ς καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ισραηλ |
9 καὶ ὠνομάσθη ἕως ἐσχάτου γη̃ς καὶ συνήγαγεν ἀπολλυμένους |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.