1 καὶ ἀνέστη Ιουδας ὁ καλούμενος Μακκαβαι̃ος υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |
2 καὶ ἐβοήθουν αὐτω̨̃ πάντες οἱ ἀδελφοὶ αὐτου̃ καὶ πάντες ὅσοι ἐκολλήθησαν τω̨̃ πατρὶ αὐτου̃ καὶ ἐπολέμουν τὸν πόλεμον Ισραηλ μετ' εὐφροσύνης |
3 καὶ ἐπλάτυνεν δόξαν τω̨̃ λαω̨̃ αὐτου̃ καὶ ἐνεδύσατο θώρακα ὡς γίγας καὶ συνεζώσατο τὰ σκεύη τὰ πολεμικὰ αὐτου̃ καὶ πολέμους συνεστήσατο σκεπάζων παρεμβολὴν ἐν ῥομφαία̨ |
4 καὶ ὡμοιώθη λέοντι ἐν τοι̃ς ἔργοις αὐτου̃ καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν |
5 καὶ ἐδίωξεν ἀνόμους ἐξερευνω̃ν καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτου̃ ἐφλόγισεν |
6 καὶ συνεστάλησαν ἄνομοι ἀπὸ του̃ φόβου αὐτου̃ καὶ πάντες οἱ ἐργάται τη̃ς ἀνομίας συνεταράχθησαν καὶ εὐοδώθη σωτηρία ἐν χειρὶ αὐτου̃ |
7 καὶ ἐπίκρανεν βασιλει̃ς πολλοὺς καὶ εὔφρανεν τὸν Ιακωβ ἐν τοι̃ς ἔργοις αὐτου̃ καὶ ἕως του̃ αἰω̃νος τὸ μνημόσυνον αὐτου̃ εἰς εὐλογίαν |
8 καὶ διη̃λθεν ἐν πόλεσιν Ιουδα καὶ ἐξωλέθρευσεν ἀσεβει̃ς ἐξ αὐτη̃ς καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ισραηλ |
9 καὶ ὠνομάσθη ἕως ἐσχάτου γη̃ς καὶ συνήγαγεν ἀπολλυμένους |
10 καὶ συνήγαγεν 'Απολλώνιος ἔθνη καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην του̃ πολεμη̃σαι πρὸς τὸν Ισραηλ |
11 καὶ ἔγνω Ιουδας καὶ ἐξη̃λθεν εἰς συνάντησιν αὐτω̨̃ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν καὶ ἔπεσον τραυματίαι πολλοί καὶ οἱ ἐπίλοιποι ἔφυγον |
12 καὶ ἔλαβον τὰ σκυ̃λα αὐτω̃ν καὶ τὴν μάχαιραν 'Απολλωνίου ἔλαβεν Ιουδας καὶ ἠ̃ν πολεμω̃ν ἐν αὐτη̨̃ πάσας τὰς ἡμέρας |
13 καὶ ἤκουσεν Σήρων ὁ ἄρχων τη̃ς δυνάμεως Συρίας ὅτι ἤθροισεν Ιουδας ἄθροισμα καὶ ἐκκλησίαν πιστω̃ν μετ' αὐτου̃ καὶ ἐκπορευομένων εἰς πόλεμον |
14 καὶ εἰ̃πεν ποιήσω ἐμαυτω̨̃ ὄνομα καὶ δοξασθήσομαι ἐν τη̨̃ βασιλεία̨ καὶ πολεμήσω τὸν Ιουδαν καὶ τοὺς σὺν αὐτω̨̃ τοὺς ἐξουδενου̃ντας τὸν λόγον του̃ βασιλέως |
15 καὶ προσέθετο καὶ ἀνέβη μετ' αὐτου̃ παρεμβολὴ ἀσεβω̃ν ἰσχυρὰ βοηθη̃σαι αὐτω̨̃ ποιη̃σαι τὴν ἐκδίκησιν ἐν υἱοι̃ς Ισραηλ |
16 καὶ ἤγγισεν ἕως ἀναβάσεως Βαιθωρων καὶ ἐξη̃λθεν Ιουδας εἰς συνάντησιν αὐτω̨̃ ὀλιγοστός |
17 ὡς δὲ εἰ̃δον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτω̃ν εἰ̃πον τω̨̃ Ιουδα τί δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμη̃σαι πρὸς πλη̃θος τοσου̃το ἰσχυρόν καὶ ἡμει̃ς ἐκλελύμεθα ἀσιτου̃ντες σήμερον |
18 καὶ εἰ̃πεν Ιουδας εὔκοπόν ἐστιν συγκλεισθη̃ναι πολλοὺς ἐν χερσὶν ὀλίγων καὶ οὐκ ἔστιν διαφορὰ ἐναντίον του̃ οὐρανου̃ σώ̨ζειν ἐν πολλοι̃ς ἢ ἐν ὀλίγοις |
19 ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστίν ἀλλ' ἐκ του̃ οὐρανου̃ ἡ ἰσχύς |
20 αὐτοὶ ἔρχονται ἐφ' ἡμα̃ς ἐν πλήθει ὕβρεως καὶ ἀνομίας του̃ ἐξα̃ραι ἡμα̃ς καὶ τὰς γυναι̃κας ἡμω̃ν καὶ τὰ τέκνα ἡμω̃ν του̃ σκυλευ̃σαι ἡμα̃ς |
21 ἡμει̃ς δὲ πολεμου̃μεν περὶ τω̃ν ψυχω̃ν ἡμω̃ν καὶ τω̃ν νομίμων ἡμω̃ν |
22 καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμω̃ν ὑμει̃ς δὲ μὴ φοβει̃σθε ἀπ' αὐτω̃ν |
23 ὡς δὲ ἐπαύσατο λαλω̃ν ἐνήλατο εἰς αὐτοὺς ἄφνω καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτου̃ ἐνώπιον αὐτου̃ |
24 καὶ ἐδίωκον αὐτὸν ἐν τη̨̃ καταβάσει Βαιθωρων ἕως του̃ πεδίου καὶ ἔπεσον ἀπ' αὐτω̃ν εἰς ἄνδρας ὀκτακοσίους οἱ δὲ λοιποὶ ἔφυγον εἰς γη̃ν Φυλιστιιμ |
25 καὶ ἤρξατο ὁ φόβος Ιουδου καὶ τω̃ν ἀδελφω̃ν αὐτου̃ καὶ ἡ πτόη ἐπέπιπτεν ἐπὶ τὰ ἔθνη τὰ κύκλω̨ αὐτω̃ν |
26 καὶ ἤγγισεν ἕως του̃ βασιλέως τὸ ὄνομα αὐτου̃ καὶ ὑπὲρ τω̃ν παρατάξεων Ιουδου ἐξηγει̃το τὰ ἔθνη |
27 ὡς δὲ ἤκουσεν ὁ βασιλεὺς 'Αντίοχος τοὺς λόγους τούτους ὠργίσθη θυμω̨̃ καὶ ἀπέστειλεν καὶ συνήγαγεν τὰς δυνάμεις πάσας τη̃ς βασιλείας αὐτου̃ παρεμβολὴν ἰσχυρὰν σφόδρα |
28 καὶ ἤνοιξεν τὸ γαζοφυλάκιον αὐτου̃ καὶ ἔδωκεν ὀψώνια ται̃ς δυνάμεσιν εἰς ἐνιαυτὸν καὶ ἐνετείλατο αὐτοι̃ς εἰ̃ναι ἑτοίμους εἰς πα̃σαν χρείαν |
29 καὶ εἰ̃δεν ὅτι ἐξέλιπεν τὸ ἀργύριον ἐκ τω̃ν θησαυρω̃ν καὶ οἱ φόροι τη̃ς χώρας ὀλίγοι χάριν τη̃ς διχοστασίας καὶ πληγη̃ς ἡ̃ς κατεσκεύασεν ἐν τη̨̃ γη̨̃ του̃ ἀ̃ραι τὰ νόμιμα ἃ ἠ̃σαν ἀφ' ἡμερω̃ν τω̃ν πρώτων |
30 καὶ εὐλαβήθη μὴ οὐκ ἔχη̨ ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα ἃ ἐδίδου ἔμπροσθεν δαψιλη̨̃ χειρὶ καὶ ἐπερίσσευσεν ὑπὲρ τοὺς βασιλει̃ς τοὺς ἔμπροσθεν |
31 καὶ ἠπορει̃το τη̨̃ ψυχη̨̃ αὐτου̃ σφόδρα καὶ ἐβουλεύσατο του̃ πορευθη̃ναι εἰς τὴν Περσίδα καὶ λαβει̃ν τοὺς φόρους τω̃ν χωρω̃ν καὶ συναγαγει̃ν ἀργύριον πολύ |
32 καὶ κατέλιπεν Λυσίαν ἄνθρωπον ἔνδοξον καὶ ἀπὸ γένους τη̃ς βασιλείας ἐπὶ τω̃ν πραγμάτων του̃ βασιλέως ἀπὸ του̃ ποταμου̃ Εὐφράτου καὶ ἕως ὁρίων Αἰγύπτου |
33 καὶ τρέφειν 'Αντίοχον τὸν υἱὸν αὐτου̃ ἕως του̃ ἐπιστρέψαι αὐτόν |
34 καὶ παρέδωκεν αὐτω̨̃ τὰς ἡμίσεις τω̃ν δυνάμεων καὶ τοὺς ἐλέφαντας καὶ ἐνετείλατο αὐτω̨̃ περὶ πάντων ὡ̃ν ἠβούλετο καὶ περὶ τω̃ν κατοικούντων τὴν Ιουδαίαν καὶ Ιερουσαλημ |
35 ἀποστει̃λαι ἐπ' αὐτοὺς δύναμιν του̃ ἐκτρι̃ψαι καὶ ἐξα̃ραι τὴν ἰσχὺν Ισραηλ καὶ τὸ κατάλειμμα Ιερουσαλημ καὶ ἀ̃ραι τὸ μνημόσυνον αὐτω̃ν ἀπὸ του̃ τόπου |
36 καὶ κατοικίσαι υἱοὺς ἀλλογενει̃ς ἐν πα̃σιν τοι̃ς ὁρίοις αὐτω̃ν καὶ κατακληροδοτη̃σαι τὴν γη̃ν αὐτω̃ν |
37 καὶ ὁ βασιλεὺς παρέλαβεν τὰς ἡμίσεις τω̃ν δυνάμεων τὰς καταλειφθείσας καὶ ἀπη̃ρεν ἀπὸ 'Αντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτου̃ ἔτους ἑβδόμου καὶ τεσσαρακοστου̃ καὶ ἑκατοστου̃ καὶ διεπέρασεν τὸν Εὐφράτην ποταμὸν καὶ διεπορεύετο τὰς ἐπάνω χώρας |
38 καὶ ἐπέλεξεν Λυσίας Πτολεμαι̃ον τὸν Δορυμένους καὶ Νικάνορα καὶ Γοργίαν ἄνδρας δυνατοὺς τω̃ν φίλων του̃ βασιλέως |
39 καὶ ἀπέστειλεν μετ' αὐτω̃ν τεσσαράκοντα χιλιάδας ἀνδρω̃ν καὶ ἑπτακισχιλίαν ἵππον του̃ ἐλθει̃ν εἰς γη̃ν Ιουδα καὶ καταφθει̃ραι αὐτὴν κατὰ τὸν λόγον του̃ βασιλέως |
40 καὶ ἀπη̃ρεν σὺν πάση̨ τη̨̃ δυνάμει αὐτω̃ν καὶ ἠ̃λθον καὶ παρενέβαλον πλησίον Αμμαους ἐν τη̨̃ γη̨̃ τη̨̃ πεδινη̨̃ |
41 καὶ ἤκουσαν οἱ ἔμποροι τη̃ς χώρας τὸ ὄνομα αὐτω̃ν καὶ ἔλαβον ἀργύριον καὶ χρυσίον πολὺ σφόδρα καὶ πέδας καὶ ἠ̃λθον εἰς τὴν παρεμβολὴν του̃ λαβει̃ν τοὺς υἱοὺς Ισραηλ εἰς παι̃δας καὶ προσετέθησαν πρὸς αὐτοὺς δύναμις Συρίας καὶ γη̃ς ἀλλοφύλων |
42 καὶ εἰ̃δεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτου̃ ὅτι ἐπληθύνθη τὰ κακὰ καὶ αἱ δυνάμεις παρεμβάλλουσιν ἐν τοι̃ς ὁρίοις αὐτω̃ν καὶ ἐπέγνωσαν τοὺς λόγους του̃ βασιλέως οὓς ἐνετείλατο ποιη̃σαι τω̨̃ λαω̨̃ εἰς ἀπώλειαν καὶ συντέλειαν |
43 καὶ εἰ̃παν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ ἀναστήσωμεν τὴν καθαίρεσιν του̃ λαου̃ ἡμω̃ν καὶ πολεμήσωμεν περὶ του̃ λαου̃ ἡμω̃ν καὶ τω̃ν ἁγίων |
44 καὶ ἠθροίσθη ἡ συναγωγὴ του̃ εἰ̃ναι ἑτοίμους εἰς πόλεμον καὶ του̃ προσεύξασθαι καὶ αἰτη̃σαι ἔλεος καὶ οἰκτιρμούς |
45 καὶ Ιερουσαλημ ἠ̃ν ἀοίκητος ὡς ἔρημος οὐκ ἠ̃ν ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐκ τω̃ν γενημάτων αὐτη̃ς καὶ τὸ ἁγίασμα καταπατούμενον καὶ υἱοὶ ἀλλογενω̃ν ἐν τη̨̃ ἄκρα̨ κατάλυμα τοι̃ς ἔθνεσιν καὶ ἐξήρθη τέρψις ἐξ Ιακωβ καὶ ἐξέλιπεν αὐλὸς καὶ κινύρα |
46 καὶ συνήχθησαν καὶ ἤλθοσαν εἰς Μασσηφα κατέναντι Ιερουσαλημ ὅτι τόπος προσευχη̃ς ἠ̃ν ἐν Μασσηφα τὸ πρότερον τω̨̃ Ισραηλ |
47 καὶ ἐνήστευσαν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ περιεβάλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτω̃ν καὶ διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν |
48 καὶ ἐξεπέτασαν τὸ βιβλίον του̃ νόμου περὶ ὡ̃ν ἐξηρεύνων τὰ ἔθνη τὰ ὁμοιώματα τω̃ν εἰδώλων αὐτω̃ν |
49 καὶ ἤνεγκαν τὰ ἱμάτια τη̃ς ἱερωσύνης καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας καὶ ἤγειραν τοὺς ναζιραίους οἳ ἐπλήρωσαν τὰς ἡμέρας |
50 καὶ ἐβόησαν φωνη̨̃ εἰς τὸν οὐρανὸν λέγοντες τί ποιήσωμεν τούτοις καὶ που̃ αὐτοὺς ἀπαγάγωμεν |
51 καὶ τὰ ἅγιά σου καταπεπάτηνται καὶ βεβήλωνται καὶ οἱ ἱερει̃ς σου ἐν πένθει καὶ ταπεινώσει |
52 καὶ ἰδοὺ τὰ ἔθνη συνη̃κται ἐφ' ἡμα̃ς του̃ ἐξα̃ραι ἡμα̃ς σὺ οἰ̃δας ἃ λογίζονται ἐφ' ἡμα̃ς |
53 πω̃ς δυνησόμεθα ὑποστη̃ναι κατὰ πρόσωπον αὐτω̃ν ἐὰν μὴ σὺ βοηθήση̨ς ἡμι̃ν |
54 καὶ ἐσάλπισαν ται̃ς σάλπιγξιν καὶ ἐβόησαν φωνη̨̃ μεγάλη̨ |
55 καὶ μετὰ του̃το κατέστησεν Ιουδας ἡγουμένους του̃ λαου̃ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους |
56 καὶ εἰ̃πεν τοι̃ς οἰκοδομου̃σιν οἰκίας καὶ μνηστευομένοις γυναι̃κας καὶ φυτεύουσιν ἀμπελω̃νας καὶ δειλοι̃ς ἀποστρέφειν ἕκαστον εἰς τὸν οἰ̃κον αὐτου̃ κατὰ τὸν νόμον |
57 καὶ ἀπη̃ρεν ἡ παρεμβολή καὶ παρενέβαλον κατὰ νότον Αμμαους |
58 καὶ εἰ̃πεν Ιουδας περιζώσασθε καὶ γίνεσθε εἰς υἱοὺς δυνατοὺς καὶ γίνεσθε ἕτοιμοι εἰς πρωὶ του̃ πολεμη̃σαι ἐν τοι̃ς ἔθνεσιν τούτοις τοι̃ς ἐπισυνηγμένοις ἐφ' ἡμα̃ς ἐξα̃ραι ἡμα̃ς καὶ τὰ ἅγια ἡμω̃ν |
59 ὅτι κρει̃σσον ἡμα̃ς ἀποθανει̃ν ἐν τω̨̃ πολέμω̨ ἢ ἐπιδει̃ν ἐπὶ τὰ κακὰ του̃ ἔθνους ἡμω̃ν καὶ τω̃ν ἁγίων |
60 ὡς δ' ἂν ἠ̨̃ θέλημα ἐν οὐρανω̨̃ οὕτως ποιήσει |