ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΊΣ Α,
κεφαλίς 2,
στἰχοι 3-12, 17-18
3 ἡ γὰρ παράκλησις ἡμω̃ν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ ἐν δόλω̨ |
4 ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπò του̃ θεου̃ πιστευθη̃ναι τò εὐαγγέλιον οὕτως λαλου̃μεν οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ θεω̨̃ τω̨̃ δοκιμάζοντι τὰς καρδίας ἡμω̃ν |
5 οὔτε γάρ ποτε ἐν λόγω̨ κολακείας ἐγενήθημεν καθὼς οἴδατε οὔτε ἐν προφάσει πλεονεξίας θεòς μάρτυς |
6 οὔτε ζητου̃ντες ἐξ ἀνθρώπων δόξαν οὔτε ἀφ' ὑμω̃ν οὔτε ἀπ' ἄλλων |
7 δυνάμενοι ἐν βάρει εἰ̃ναι ὡς Χριστου̃ ἀπόστολοι ἀλλὰ ἐγενήθημεν νήπιοι ἐν μέσω̨ ὑμω̃ν ὡς ἐὰν τροφòς θάλπη̨ τὰ ἑαυτη̃ς τέκνα |
8 οὕτως ὁμειρόμενοι ὑμω̃ν εὐδοκου̃μεν μεταδου̃ναι ὑμι̃ν οὐ μόνον τò εὐαγγέλιον του̃ θεου̃ ἀλλὰ καὶ τὰς ἑαυτω̃ν ψυχάς διότι ἀγαπητοὶ ἡμι̃ν ἐγενήθητε |
9 μνημονεύετε γάρ ἀδελφοί τòν κόπον ἡμω̃ν καὶ τòν μόχθον νυκτòς καὶ ἡμέρας ἐργαζόμενοι πρòς τò μὴ ἐπιβαρη̃σαί τινα ὑμω̃ν ἐκηρύξαμεν εἰς ὑμα̃ς τò εὐαγγέλιον του̃ θεου̃ |
10 ὑμει̃ς μάρτυρες καὶ ὁ θεός ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμι̃ν τοι̃ς πιστεύουσιν ἐγενήθημεν |
11 καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμω̃ν ὡς πατὴρ τέκνα ἑαυτου̃ |
12 παρακαλου̃ντες ὑμα̃ς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι εἰς τò περιπατει̃ν ὑμα̃ς ἀξίως του̃ θεου̃ του̃ καλου̃ντος ὑμα̃ς εἰς τὴν ἑαυτου̃ βασιλείαν καὶ δόξαν ... |
17 ἡμει̃ς δέ ἀδελφοί ἀπορφανισθέντες ἀφ' ὑμω̃ν πρòς καιρòν ὥρας προσώπω̨ οὐ καρδία̨ περισσοτέρως ἐσπουδάσαμεν τò πρόσωπον ὑμω̃ν ἰδει̃ν ἐν πολλη̨̃ ἐπιθυμία̨ |
18 διότι ἠθελήσαμεν ἐλθει̃ν πρòς ὑμα̃ς ἐγὼ μὲν Παυ̃λος καὶ ἅπαξ καὶ δίς καὶ ἐνέκοψεν ἡμα̃ς ὁ Σατανα̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.