1 Παυ̃λος ἀπόστολος Χριστου̃ ’Ιησου̃ κατ' ἐπιταγὴν θεου̃ σωτη̃ρος ἡμω̃ν καὶ Χριστου̃ ’Ιησου̃ τη̃ς ἐλπίδος ἡμω̃ν |
2 Τιμοθέω̨ γνησίω̨ τέκνω̨ ἐν πίστει χάρις ἔλεος εἰρήνη ἀπò θεου̃ πατρòς καὶ Χριστου̃ ’Ιησου̃ του̃ κυρίου ἡμω̃ν |
3 καθὼς παρεκάλεσά σε προσμει̃ναι ἐν ’Εφέσω̨ πορευόμενος εἰς Μακεδονίαν ἵνα παραγγείλη̨ς τισὶν μὴ ἑτεροδιδασκαλει̃ν |
4 μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις αἵτινες ἐκζητήσεις παρέχουσιν μα̃λλον ἢ οἰκονομίαν θεου̃ τὴν ἐν πίστει |
5 τò δὲ τέλος τη̃ς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρα̃ς καρδίας καὶ συνειδήσεως ἀγαθη̃ς καὶ πίστεως ἀνυποκρίτου |
6 ὡ̃ν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν |
7 θέλοντες εἰ̃ναι νομοδιδάσκαλοι μὴ νοου̃ντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιου̃νται |
8 οἴδαμεν δὲ ὅτι καλòς ὁ νόμος ἐάν τις αὐτω̨̃ νομίμως χρη̃ται |
9 εἰδὼς του̃το ὅτι δικαίω̨ νόμος οὐ κει̃ται ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις ἀσεβέσι καὶ ἁμαρτωλοι̃ς ἀνοσίοις καὶ βεβήλοις πατρολώ̨αις καὶ μητρολώ̨αις ἀνδροφόνοις |
10 πόρνοις ἀρσενοκοίταις ἀνδραποδισται̃ς ψεύσταις ἐπιόρκοις καὶ εἴ τι ἕτερον τη̨̃ ὑγιαινούση̨ διδασκαλία̨ ἀντίκειται |
11 κατὰ τò εὐαγγέλιον τη̃ς δόξης του̃ μακαρίου θεου̃ ὃ ἐπιστεύθην ἐγώ |
12 χάριν ἔχω τω̨̃ ἐνδυναμώσαντί με Χριστω̨̃ ’Ιησου̃ τω̨̃ κυρίω̨ ἡμω̃ν ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν |
13 τò πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν ἀλλὰ ἠλεήθην ὅτι ἀγνοω̃ν ἐποίησα ἐν ἀπιστία̨ |
14 ὑπερεπλεόνασεν δὲ ἡ χάρις του̃ κυρίου ἡμω̃ν μετὰ πίστεως καὶ ἀγάπης τη̃ς ἐν Χριστω̨̃ ’Ιησου̃ |
15 πιστòς ὁ λόγος καὶ πάσης ἀποδοχη̃ς ἄξιος ὅτι Χριστòς ’Ιησου̃ς ἠ̃λθεν εἰς τòν κόσμον ἁμαρτωλοὺς σω̃σαι ὡ̃ν πρω̃τός εἰμι ἐγώ |
16 ἀλλὰ διὰ του̃το ἠλεήθην ἵνα ἐν ἐμοὶ πρώτω̨ ἐνδείξηται Χριστòς ’Ιησου̃ς τὴν ἅπασαν μακροθυμίαν πρòς ὑποτύπωσιν τω̃ν μελλόντων πιστεύειν ἐπ' αὐτω̨̃ εἰς ζωὴν αἰώνιον |
17 τω̨̃ δὲ βασιλει̃ τω̃ν αἰώνων ἀφθάρτω̨ ἀοράτω̨ μόνω̨ θεω̨̃ τιμὴ καὶ δόξα εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν |
18 ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι τέκνον Τιμόθεε κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας ἵνα στρατεύη̨ ἐν αὐται̃ς τὴν καλὴν στρατείαν |
19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν |
20 ὡ̃ν ἐστιν ‘Υμέναιος καὶ ’Αλέξανδρος οὓς παρέδωκα τω̨̃ Σατανα̨̃ ἵνα παιδευθω̃σιν μὴ βλασφημει̃ν |