ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α,
κεφαλίς 4
1 τò δὲ πνευ̃μα ῥητω̃ς λέγει ὅτι ἐν ὑστέροις καιροι̃ς ἀποστήσονταί τινες τη̃ς πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων |
2 ἐν ὑποκρίσει ψευδολόγων κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν |
3 κωλυόντων γαμει̃ν ἀπέχεσθαι βρωμάτων ἃ ὁ θεòς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοι̃ς πιστοι̃ς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν |
4 ὅτι πα̃ν κτίσμα θεου̃ καλόν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον |
5 ἁγιάζεται γὰρ διὰ λόγου θεου̃ καὶ ἐντεύξεως |
6 ταυ̃τα ὑποτιθέμενος τοι̃ς ἀδελφοι̃ς καλòς ἔση̨ διάκονος Χριστου̃ ’Ιησου̃ ἐντρεφόμενος τοι̃ς λόγοις τη̃ς πίστεως καὶ τη̃ς καλη̃ς διδασκαλίας ἡ̨̃ παρηκολούθηκας |
7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτου̃ γύμναζε δὲ σεαυτòν πρòς εὐσέβειαν |
8 ἡ γὰρ σωματικὴ γυμνασία πρòς ὀλίγον ἐστὶν ὠφέλιμος ἡ δὲ εὐσέβεια πρòς πάντα ὠφέλιμός ἐστιν ἐπαγγελίαν ἔχουσα ζωη̃ς τη̃ς νυ̃ν καὶ τη̃ς μελλούσης |
9 πιστòς ὁ λόγος καὶ πάσης ἀποδοχη̃ς ἄξιος |
10 εἰς του̃το γὰρ κοπιω̃μεν καὶ ἀγωνιζόμεθα ὅτι ἠλπίκαμεν ἐπὶ θεω̨̃ ζω̃ντι ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστω̃ν |
11 παράγγελλε ταυ̃τα καὶ δίδασκε |
12 μηδείς σου τη̃ς νεότητος καταφρονείτω ἀλλὰ τύπος γίνου τω̃ν πιστω̃ν ἐν λόγω̨ ἐν ἀναστροφη̨̃ ἐν ἀγάπη̨ ἐν πίστει ἐν ἁγνεία̨ |
13 ἕως ἔρχομαι πρόσεχε τη̨̃ ἀναγνώσει τη̨̃ παρακλήσει τη̨̃ διδασκαλία̨ |
14 μὴ ἀμέλει του̃ ἐν σοὶ χαρίσματος ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τω̃ν χειρω̃ν του̃ πρεσβυτερίου |
15 ταυ̃τα μελέτα ἐν τούτοις ἴσθι ἵνα σου ἡ προκοπὴ φανερὰ ἠ̨̃ πα̃σιν |
16 ἔπεχε σεαυτω̨̃ καὶ τη̨̃ διδασκαλία̨ ἐπίμενε αὐτοι̃ς του̃το γὰρ ποιω̃ν καὶ σεαυτòν σώσεις καὶ τοὺς ἀκούοντάς σου |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.