1 καὶ ἠ̃λθεν Ροβοαμ εἰς Ιερουσαλημ καὶ ἐξεκκλησίασεν τὸν Ιουδαν καὶ Βενιαμιν ἑκατὸν ὀγδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον καὶ ἐπολέμει πρὸς Ισραηλ του̃ ἐπιστρέψαι τὴν βασιλείαν τω̨̃ Ροβοαμ |
2 καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν ἄνθρωπον του̃ θεου̃ λέγων |
3 εἰπὸν πρὸς Ροβοαμ τὸν του̃ Σαλωμων καὶ πρὸς πάντα Ιουδαν καὶ Βενιαμιν λέγων |
4 τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε καὶ οὐ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμω̃ν ἀποστρέφετε ἕκαστος εἰς τὸν οἰ̃κον αὐτου̃ ὅτι παρ' ἐμου̃ ἐγένετο τὸ ῥη̃μα του̃το καὶ ἐπήκουσαν του̃ λόγου κυρίου καὶ ἀπεστράφησαν του̃ μὴ πορευθη̃ναι ἐπὶ Ιεροβοαμ |
5 καὶ κατώ̨κησεν Ροβοαμ εἰς Ιερουσαλημ καὶ ὠ̨κοδόμησεν πόλεις τειχήρεις ἐν τη̨̃ Ιουδαία̨ |
6 καὶ ὠ̨κοδόμησεν τὴν Βαιθλεεμ καὶ τὴν Αιταμ καὶ τὴν Θεκωε |
7 καὶ τὴν Βαιθσουρα καὶ τὴν Σοκχωθ καὶ τὴν Οδολλαμ |
8 καὶ τὴν Γεθ καὶ τὴν Μαρισαν καὶ τὴν Ζιφ |
9 καὶ τὴν Αδωραιμ καὶ τὴν Λαχις καὶ τὴν Αζηκα |
10 καὶ τὴν Σαραα καὶ τὴν Αιαλων καὶ τὴν Χεβρων ἥ ἐστιν του̃ Ιουδα καὶ Βενιαμιν πόλεις τειχήρεις |
11 καὶ ὠχύρωσεν αὐτὰς τείχεσιν καὶ ἔδωκεν ἐν αὐται̃ς ἡγουμένους καὶ παραθέσεις βρωμάτων ἔλαιον καὶ οἰ̃νον |
12 κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα καὶ κατίσχυσεν αὐτὰς εἰς πλη̃θος σφόδρα καὶ ἠ̃σαν αὐτω̨̃ Ιουδα καὶ Βενιαμιν |
13 καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται οἳ ἠ̃σαν ἐν παντὶ Ισραηλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τω̃ν ὁρίων |
14 ὅτι ἐγκατέλιπον οἱ Λευι̃ται τὰ σκηνώματα τη̃ς κατασχέσεως αὐτω̃ν καὶ ἐπορεύθησαν πρὸς Ιουδαν εἰς Ιερουσαλημ ὅτι ἐξέβαλεν αὐτοὺς Ιεροβοαμ καὶ οἱ υἱοὶ αὐτου̃ του̃ μὴ λειτουργει̃ν κυρίω̨ |
15 καὶ κατέστησεν ἑαυτω̨̃ ἱερει̃ς τω̃ν ὑψηλω̃ν καὶ τοι̃ς εἰδώλοις καὶ τοι̃ς ματαίοις καὶ τοι̃ς μόσχοις ἃ ἐποίησεν Ιεροβοαμ |
16 καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλω̃ν Ισραηλ οἳ ἔδωκαν καρδίαν αὐτω̃ν του̃ ζητη̃σαι κύριον θεὸν Ισραηλ καὶ ἠ̃λθον εἰς Ιερουσαλημ θυ̃σαι κυρίω̨ θεω̨̃ τω̃ν πατέρων αὐτω̃ν |
17 καὶ κατίσχυσαν τὴν βασιλείαν Ιουδα καὶ κατίσχυσαν Ροβοαμ τὸν του̃ Σαλωμων εἰς ἔτη τρία ὅτι ἐπορεύθη ἐν ται̃ς ὁδοι̃ς Δαυιδ καὶ Σαλωμων ἔτη τρία |
18 καὶ ἔλαβεν ἑαυτω̨̃ Ροβοαμ γυναι̃κα τὴν Μολλαθ θυγατέρα Ιεριμουθ υἱου̃ Δαυιδ Αβαιαν θυγατέρα Ελιαβ του̃ Ιεσσαι |
19 καὶ ἔτεκεν αὐτω̨̃ υἱοὺς τὸν Ιαους καὶ τὸν Σαμαριαν καὶ τὸν Ροολλαμ |
20 καὶ μετὰ ταυ̃τα ἔλαβεν ἑαυτω̨̃ τὴν Μααχα θυγατέρα Αβεσσαλωμ καὶ ἔτεκεν αὐτω̨̃ τὸν Αβια καὶ τὸν Ιεθθι καὶ τὸν Ζιζα καὶ τὸν Εμμωθ |
21 καὶ ἠγάπησεν Ροβοαμ τὴν Μααχαν θυγατέρα Αβεσσαλωμ ὑπὲρ πάσας τὰς γυναι̃κας αὐτου̃ καὶ τὰς παλλακὰς αὐτου̃ ὅτι γυναι̃κας δέκα ὀκτὼ εἰ̃χεν καὶ παλλακὰς τριάκοντα καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα |
22 καὶ κατέστησεν εἰς ἄρχοντα Ροβοαμ τὸν Αβια τὸν τη̃ς Μααχα εἰς ἡγούμενον ἐν τοι̃ς ἀδελφοι̃ς αὐτου̃ ὅτι βασιλευ̃σαι διενοει̃το αὐτόν |
23 καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτου̃ ἐν πα̃σιν τοι̃ς ὁρίοις Ιουδα καὶ Βενιαμιν καὶ ἐν ται̃ς πόλεσιν ται̃ς ὀχυραι̃ς καὶ ἔδωκεν αὐται̃ς τροφὰς πλη̃θος πολὺ καὶ ἠ̨τήσατο πλη̃θος γυναικω̃ν |