Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 12,  στἰχοι 1-11

καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ροβοαμ καὶ ὡς κατεκρατήθη ἐγκατέλιπεν τὰς ἐντολὰς κυρίου καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃
καὶ ἐγένετο ἐν τω̨̃ πέμπτω̨ ἔτει τη̃ς βασιλείας Ροβοαμ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ιερουσαλημ ὅτι ἥμαρτον ἐναντίον κυρίου
ἐν χιλίοις καὶ διακοσίοις ἅρμασιν καὶ ἑξήκοντα χιλιάσιν ἵππων καὶ οὐκ ἠ̃ν ἀριθμὸς του̃ πλήθους του̃ ἐλθόντος μετ' αὐτου̃ ἐξ Αἰγύπτου Λίβυες Τρωγλοδύται καὶ Αἰθίοπες
καὶ κατεκράτησαν τω̃ν πόλεων τω̃ν ὀχυρω̃ν αἳ ἠ̃σαν ἐν Ιουδα καὶ ἠ̃λθεν εἰς Ιερουσαλημ
καὶ Σαμαιας ὁ προφήτης ἠ̃λθεν πρὸς Ροβοαμ καὶ πρὸς τοὺς ἄρχοντας Ιουδα τοὺς συναχθέντας εἰς Ιερουσαλημ ἀπὸ προσώπου Σουσακιμ καὶ εἰ̃πεν αὐτοι̃ς οὕτως εἰ̃πεν κύριος ὑμει̃ς ἐγκατελίπετέ με κἀγὼ ἐγκαταλείψω ὑμα̃ς ἐν χειρὶ Σουσακιμ
καὶ ἠ̨σχύνθησαν οἱ ἄρχοντες Ισραηλ καὶ ὁ βασιλεὺς καὶ εἰ̃παν δίκαιος ὁ κύριος
καὶ ἐν τω̨̃ ἰδει̃ν κύριον ὅτι ἐνετράπησαν καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν λέγων ἐνετράπησαν οὐ καταφθερω̃ αὐτούς καὶ δώσω αὐτοὺς ὡς μικρὸν εἰς σωτηρίαν καὶ οὐ μὴ στάξη̨ ὁ θυμός μου ἐν Ιερουσαλημ
ὅτι ἔσονται εἰς παι̃δας καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τη̃ς βασιλείας τη̃ς γη̃ς
καὶ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἐν οἴκω̨ κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκω̨ του̃ βασιλέως τὰ πάντα ἔλαβεν καὶ ἔλαβεν τοὺς θυρεοὺς τοὺς χρυσου̃ς οὓς ἐποίησεν Σαλωμων
10 καὶ ἐποίησεν Ροβοαμ θυρεοὺς χαλκου̃ς ἀντ' αὐτω̃ν καὶ κατέστησεν ἐπ' αὐτὸν Σουσακιμ ἄρχοντας παρατρεχόντων τοὺς φυλάσσοντας τὸν πυλω̃να του̃ βασιλέως
11 καὶ ἐγένετο ἐν τω̨̃ εἰσελθει̃ν τὸν βασιλέα εἰς οἰ̃κον κυρίου εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τω̃ν παρατρεχόντων
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).