ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β,
κεφαλίς 16
1 καὶ ἐν τω̨̃ ὀγδόω̨ καὶ τριακοστω̨̃ ἔτει τη̃ς βασιλείας Ασα ἀνέβη Βαασα βασιλεὺς Ισραηλ ἐπὶ Ιουδαν καὶ ὠ̨κοδόμησεν τὴν Ραμα του̃ μὴ δου̃ναι ἔξοδον καὶ εἴσοδον τω̨̃ Ασα βασιλει̃ Ιουδα |
2 καὶ ἔλαβεν Ασα χρυσίον καὶ ἀργύριον ἐκ θησαυρω̃ν οἴκου κυρίου καὶ οἴκου του̃ βασιλέως καὶ ἀπέστειλεν πρὸς τὸν υἱὸν του̃ Αδερ βασιλέως Συρίας τὸν κατοικου̃ντα ἐν Δαμασκω̨̃ λέγων |
3 διάθου διαθήκην ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ καὶ ἀνὰ μέσον του̃ πατρός μου καὶ ἀνὰ μέσον του̃ πατρός σου ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον δευ̃ρο καὶ διασκέδασον ἀπ' ἐμου̃ τὸν Βαασα βασιλέα Ισραηλ καὶ ἀπελθέτω ἀπ' ἐμου̃ |
4 καὶ ἤκουσεν υἱὸς Αδερ του̃ βασιλέως Ασα καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τη̃ς δυνάμεως αὐτου̃ ἐπὶ τὰς πόλεις Ισραηλ καὶ ἐπάταξεν τὴν Ιων καὶ τὴν Δαν καὶ τὴν Αβελμαιν καὶ πάσας τὰς περιχώρους Νεφθαλι |
5 καὶ ἐγένετο ἐν τω̨̃ ἀκου̃σαι Βαασα ἀπέλιπεν του̃ μηκέτι οἰκοδομει̃ν τὴν Ραμα καὶ κατέπαυσεν τὸ ἔργον αὐτου̃ |
6 καὶ Ασα ὁ βασιλεὺς ἔλαβεν πάντα τὸν Ιουδαν καὶ ἔλαβεν τοὺς λίθους τη̃ς Ραμα καὶ τὰ ξύλα αὐτη̃ς ἃ ὠ̨κοδόμησεν Βαασα καὶ ὠ̨κοδόμησεν ἐν αὐτοι̃ς τὴν Γαβαε καὶ τὴν Μασφα |
7 καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἠ̃λθεν Ανανι ὁ προφήτης πρὸς Ασα βασιλέα Ιουδα καὶ εἰ̃πεν αὐτω̨̃ ἐν τω̨̃ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας καὶ μὴ πεποιθέναι σε ἐπὶ κύριον θεόν σου διὰ του̃το ἐσώθη δύναμις Συρίας ἀπὸ τη̃ς χειρός σου |
8 οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἠ̃σαν εἰς δύναμιν πολλὴν εἰς θάρσος εἰς ἱππει̃ς εἰς πλη̃θος σφόδρα καὶ ἐν τω̨̃ πεποιθέναι σε ἐπὶ κύριον παρέδωκεν εἰς τὰς χει̃ράς σου |
9 ὅτι οἱ ὀφθαλμοὶ κυρίου ἐπιβλέπουσιν ἐν πάση̨ τη̨̃ γη̨̃ κατισχυ̃σαι ἐν πάση̨ καρδία̨ πλήρει πρὸς αὐτόν ἠγνόηκας ἐπὶ τούτω̨ ἀπὸ του̃ νυ̃ν ἔσται μετὰ σου̃ πόλεμος |
10 καὶ ἐθυμώθη Ασα τω̨̃ προφήτη̨ καὶ παρέθετο αὐτὸν εἰς φυλακήν ὅτι ὠργίσθη ἐπὶ τούτω̨ καὶ ἐλυμήνατο Ασα ἐν τω̨̃ λαω̨̃ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ |
11 καὶ ἰδοὺ οἱ λόγοι Ασα οἱ πρω̃τοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ἐν βιβλίω̨ βασιλέων Ιουδα καὶ Ισραηλ |
12 καὶ ἐμαλακίσθη Ασα ἐν τω̨̃ ἐνάτω̨ καὶ τριακοστω̨̃ ἔτει τη̃ς βασιλείας αὐτου̃ τοὺς πόδας ἕως σφόδρα ἐμαλακίσθη καὶ ἐν τη̨̃ μαλακία̨ αὐτου̃ οὐκ ἐζήτησεν κύριον ἀλλὰ τοὺς ἰατρούς |
13 καὶ ἐκοιμήθη Ασα μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτελεύτησεν ἐν τω̨̃ ἐνάτω̨ καὶ τριακοστω̨̃ ἔτει τη̃ς βασιλείας αὐτου̃ |
14 καὶ ἔθαψαν αὐτὸν ἐν τω̨̃ μνήματι ὡ̨̃ ὤρυξεν ἑαυτω̨̃ ἐν πόλει Δαυιδ καὶ ἐκοίμισαν αὐτὸν ἐπὶ τη̃ς κλίνης καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψω̃ν καὶ ἐποίησαν αὐτω̨̃ ἐκφορὰν μεγάλην ἕως σφόδρα |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.