Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 30

καὶ ἀπέστειλεν Εζεκιας ἐπὶ πάντα Ισραηλ καὶ Ιουδαν καὶ ἐπιστολὰς ἔγραψεν ἐπὶ τὸν Εφραιμ καὶ Μανασση ἐλθει̃ν εἰς οἰ̃κον κυρίου εἰς Ιερουσαλημ ποιη̃σαι τὸ φασεκ τω̨̃ κυρίω̨ θεω̨̃ Ισραηλ
καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες καὶ πα̃σα ἡ ἐκκλησία ἡ ἐν Ιερουσαλημ ποιη̃σαι τὸ φασεκ τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨
οὐ γὰρ ἠδυνάσθησαν αὐτὸ ποιη̃σαι ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ὅτι οἱ ἱερει̃ς οὐχ ἡγνίσθησαν ἱκανοί καὶ ὁ λαὸς οὐ συνήχθη εἰς Ιερουσαλημ
καὶ ἤρεσεν ὁ λόγος ἐναντίον του̃ βασιλέως καὶ ἐναντίον τη̃ς ἐκκλησίας
καὶ ἔστησαν λόγον διελθει̃ν κήρυγμα ἐν παντὶ Ισραηλ ἀπὸ Βηρσαβεε ἕως Δαν ἐλθόντας ποιη̃σαι τὸ φασεκ κυρίω̨ θεω̨̃ Ισραηλ ἐν Ιερουσαλημ ὅτι πλη̃θος οὐκ ἐποίησεν κατὰ τὴν γραφήν
καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ται̃ς ἐπιστολαι̃ς παρὰ του̃ βασιλέως καὶ τω̃ν ἀρχόντων εἰς πάντα Ισραηλ καὶ Ιουδαν κατὰ τὸ πρόσταγμα του̃ βασιλέως λέγοντες υἱοὶ Ισραηλ ἐπιστρέψατε πρὸς θεὸν Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ καὶ ἐπιστρέψει τοὺς ἀνασεσω̨σμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ασσουρ
καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμω̃ν καὶ οἱ ἀδελφοὶ ὑμω̃ν οἳ ἀπέστησαν ἀπὸ κυρίου θεου̃ πατέρων αὐτω̃ν καὶ παρέδωκεν αὐτοὺς εἰς ἐρήμωσιν καθὼς ὑμει̃ς ὁρα̃τε
καὶ νυ̃ν μὴ σκληρύνητε τοὺς τραχήλους ὑμω̃ν δότε δόξαν κυρίω̨ τω̨̃ θεω̨̃ καὶ εἰσέλθατε εἰς τὸ ἁγίασμα αὐτου̃ ὃ ἡγίασεν εἰς τὸν αἰω̃να καὶ δουλεύσατε τω̨̃ κυρίω̨ θεω̨̃ ὑμω̃ν καὶ ἀποστρέψει ἀφ' ὑμω̃ν θυμὸν ὀργη̃ς
ὅτι ἐν τω̨̃ ἐπιστρέφειν ὑμα̃ς πρὸς κύριον οἱ ἀδελφοὶ ὑμω̃ν καὶ τὰ τέκνα ὑμω̃ν ἔσονται ἐν οἰκτιρμοι̃ς ἔναντι πάντων τω̃ν αἰχμαλωτισάντων αὐτούς καὶ ἀποστρέψει εἰς τὴν γη̃ν ταύτην ὅτι ἐλεήμων καὶ οἰκτίρμων κύριος ὁ θεὸς ἡμω̃ν καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτου̃ ἀφ' ἡμω̃ν ἐὰν ἐπιστρέψωμεν πρὸς αὐτόν
10 καὶ ἠ̃σαν οἱ τρέχοντες διαπορευόμενοι πόλιν ἐκ πόλεως ἐν τω̨̃ ὄρει Εφραιμ καὶ Μανασση καὶ ἕως Ζαβουλων καὶ ἐγένοντο ὡς καταγελω̃ντες αὐτω̃ν καὶ καταμωκώμενοι
11 ἀλλὰ ἄνθρωποι Ασηρ καὶ ἀπὸ Μανασση καὶ ἀπὸ Ζαβουλων ἐνετράπησαν καὶ ἠ̃λθον εἰς Ιερουσαλημ
12 καὶ ἐν Ιουδα ἐγένετο χεὶρ κυρίου δου̃ναι αὐτοι̃ς καρδίαν μίαν ἐλθει̃ν του̃ ποιη̃σαι κατὰ τὸ πρόσταγμα του̃ βασιλέως καὶ τω̃ν ἀρχόντων ἐν λόγω̨ κυρίου
13 καὶ συνήχθησαν εἰς Ιερουσαλημ λαὸς πολὺς του̃ ποιη̃σαι τὴν ἑορτὴν τω̃ν ἀζύμων ἐν τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨ ἐκκλησία πολλὴ σφόδρα
14 καὶ ἀνέστησαν καὶ καθει̃λαν τὰ θυσιαστήρια τὰ ἐν Ιερουσαλημ καὶ πάντα ἐν οἱ̃ς ἐθυμιω̃σαν τοι̃ς ψευδέσιν κατέσπασαν καὶ ἔρριψαν εἰς τὸν χειμάρρουν Κεδρων
15 καὶ ἔθυσαν τὸ φασεκ τη̨̃ τεσσαρεσκαιδεκάτη̨ του̃ μηνὸς του̃ δευτέρου καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται ἐνετράπησαν καὶ ἡγνίσθησαν καὶ εἰσήνεγκαν ὁλοκαυτώματα εἰς οἰ̃κον κυρίου
16 καὶ ἔστησαν ἐπὶ τὴν στάσιν αὐτω̃ν κατὰ τὸ κρίμα αὐτω̃ν κατὰ τὴν ἐντολὴν Μωυση̃ ἀνθρώπου του̃ θεου̃ καὶ οἱ ἱερει̃ς ἐδέχοντο τὰ αἵματα ἐκ χειρὸς τω̃ν Λευιτω̃ν
17 ὅτι πλη̃θος τη̃ς ἐκκλησίας οὐχ ἡγνίσθη καὶ οἱ Λευι̃ται ἠ̃σαν του̃ θύειν τὸ φασεκ παντὶ τω̨̃ μὴ δυναμένω̨ ἁγνισθη̃ναι τω̨̃ κυρίω̨
18 ὅτι τὸ πλει̃στον του̃ λαου̃ ἀπὸ Εφραιμ καὶ Μανασση καὶ Ισσαχαρ καὶ Ζαβουλων οὐχ ἡγνίσθησαν ἀλλὰ ἔφαγον τὸ φασεκ παρὰ τὴν γραφήν καὶ προσηύξατο Εζεκιας περὶ αὐτω̃ν λέγων κύριος ὁ ἀγαθὸς ἐξιλασάσθω ὑπὲρ
19 πάσης καρδίας κατευθυνούσης ἐκζητη̃σαι κύριον τὸν θεὸν τω̃ν πατέρων αὐτω̃ν καὶ οὐ κατὰ τὴν ἁγνείαν τω̃ν ἁγίων
20 καὶ ἐπήκουσεν κύριος τω̨̃ Εζεκια καὶ ἰάσατο τὸν λαόν
21 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες ἐν Ιερουσαλημ τὴν ἑορτὴν τω̃ν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνη̨ μεγάλη̨ καὶ καθυμνου̃ντες τω̨̃ κυρίω̨ ἡμέραν καθ' ἡμέραν καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται ἐν ὀργάνοις τω̨̃ κυρίω̨
22 καὶ ἐλάλησεν Εζεκιας ἐπὶ πα̃σαν καρδίαν τω̃ν Λευιτω̃ν καὶ τω̃ν συνιόντων σύνεσιν ἀγαθὴν τω̨̃ κυρίω̨ καὶ συνετέλεσαν τὴν ἑορτὴν τω̃ν ἀζύμων ἑπτὰ ἡμέρας θύοντες θυσίας σωτηρίου καὶ ἐξομολογούμενοι τω̨̃ κυρίω̨ θεω̨̃ τω̃ν πατέρων αὐτω̃ν
23 καὶ ἐβουλεύσατο ἡ ἐκκλησία ἅμα ποιη̃σαι ἑπτὰ ἡμέρας ἄλλας καὶ ἐποίησαν ἑπτὰ ἡμέρας ἐν εὐφροσύνη̨
24 ὅτι Εζεκιας ἀπήρξατο τω̨̃ Ιουδα τη̨̃ ἐκκλησία̨ μόσχους χιλίους καὶ ἑπτακισχίλια πρόβατα καὶ οἱ ἄρχοντες ἀπήρξαντο τω̨̃ λαω̨̃ μόσχους χιλίους καὶ πρόβατα δέκα χιλιάδας καὶ τὰ ἅγια τω̃ν ἱερέων εἰς πλη̃θος
25 καὶ ηὐφράνθη πα̃σα ἡ ἐκκλησία οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ πα̃σα ἡ ἐκκλησία Ιουδα καὶ οἱ εὑρεθέντες ἐξ Ισραηλ καὶ οἱ προσήλυτοι οἱ ἐλθόντες ἀπὸ γη̃ς Ισραηλ καὶ οἱ κατοικου̃ντες ἐν Ιουδα
26 καὶ ἐγένετο εὐφροσύνη μεγάλη ἐν Ιερουσαλημ ἀπὸ ἡμερω̃ν Σαλωμων υἱου̃ Δαυιδ βασιλέως Ισραηλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν Ιερουσαλημ
27 καὶ ἀνέστησαν οἱ ἱερει̃ς οἱ Λευι̃ται καὶ ηὐλόγησαν τὸν λαόν καὶ ἐπηκούσθη ἡ φωνὴ αὐτω̃ν καὶ ἠ̃λθεν ἡ προσευχὴ αὐτω̃ν εἰς τὸ κατοικητήριον τὸ ἅγιον αὐτου̃ εἰς τὸν οὐρανόν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).