Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 31

καὶ ὡς συνετελέσθη πάντα ταυ̃τα ἐξη̃λθεν πα̃ς Ισραηλ οἱ εὑρεθέντες ἐν πόλεσιν Ιουδα καὶ συνέτριψαν τὰς στήλας καὶ ἐξέκοψαν τὰ ἄλση καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης τη̃ς Ιουδαίας καὶ Βενιαμιν καὶ ἐξ Εφραιμ καὶ ἀπὸ Μανασση ἕως εἰς τέλος καὶ ἐπέστρεψαν πα̃ς Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτου̃ καὶ εἰς τὰς πόλεις αὐτω̃ν
καὶ ἔταξεν Εζεκιας τὰς ἐφημερίας τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν καὶ τὰς ἐφημερίας ἑκάστου κατὰ τὴν ἑαυτου̃ λειτουργίαν τοι̃ς ἱερευ̃σιν καὶ τοι̃ς Λευίταις εἰς τὴν ὁλοκαύτωσιν καὶ εἰς τὴν θυσίαν του̃ σωτηρίου καὶ αἰνει̃ν καὶ ἐξομολογει̃σθαι καὶ λειτουργει̃ν ἐν ται̃ς πύλαις ἐν ται̃ς αὐλαι̃ς οἴκου κυρίου
καὶ μερὶς του̃ βασιλέως ἐκ τω̃ν ὑπαρχόντων αὐτου̃ εἰς τὰς ὁλοκαυτώσεις τὴν πρωινὴν καὶ τὴν δειλινὴν καὶ ὁλοκαυτώσεις εἰς σάββατα καὶ εἰς τὰς νουμηνίας καὶ εἰς τὰς ἑορτὰς τὰς γεγραμμένας ἐν τω̨̃ νόμω̨ κυρίου
καὶ εἰ̃πεν τω̨̃ λαω̨̃ τοι̃ς κατοικου̃σιν ἐν Ιερουσαλημ δου̃ναι τὴν μερίδα τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν ὅπως κατισχύσωσιν ἐν τη̨̃ λειτουργία̨ οἴκου κυρίου
καὶ ὡς προσέταξεν τὸν λόγον ἐπλεόνασαν οἱ υἱοὶ Ισραηλ ἀπαρχὴν σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ μέλιτος καὶ πα̃ν γένημα ἀγρου̃ καὶ ἐπιδέκατα πάντα εἰς πλη̃θος ἤνεγκαν
οἱ υἱοὶ Ισραηλ καὶ Ιουδα καὶ οἱ κατοικου̃ντες ἐν ται̃ς πόλεσιν Ιουδα καὶ αὐτοὶ ἤνεγκαν ἐπιδέκατα μόσχων καὶ προβάτων καὶ ἐπιδέκατα αἰγω̃ν καὶ ἡγίασαν τω̨̃ κυρίω̨ θεω̨̃ αὐτω̃ν καὶ εἰσήνεγκαν καὶ ἔθηκαν σωροὺς σωρούς
ἐν τω̨̃ μηνὶ τω̨̃ τρίτω̨ ἤρξαντο οἱ σωροὶ θεμελιου̃σθαι καὶ ἐν τω̨̃ ἑβδόμω̨ μηνὶ συνετελέσθησαν
καὶ ἠ̃λθεν Εζεκιας καὶ οἱ ἄρχοντες καὶ εἰ̃δον τοὺς σωροὺς καὶ ηὐλόγησαν τὸν κύριον καὶ τὸν λαὸν αὐτου̃ Ισραηλ
καὶ ἐπυνθάνετο Εζεκιας τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν ὑπὲρ τω̃ν σωρω̃ν
10 καὶ εἰ̃πεν πρὸς αὐτὸν Αζαριας ὁ ἱερεὺς ὁ ἄρχων εἰς οἰ̃κον Σαδωκ καὶ εἰ̃πεν ἐξ οὑ̃ ἠ̃ρκται ἡ ἀπαρχὴ φέρεσθαι εἰς οἰ̃κον κυρίου ἐφάγομεν καὶ ἐπίομεν καὶ κατελίπομεν ὅτι κύριος ηὐλόγησεν τὸν λαὸν αὐτου̃ καὶ κατελίπομεν ἔτι τὸ πλη̃θος του̃το
11 καὶ εἰ̃πεν Εζεκιας ἑτοιμάσαι παστοφόρια εἰς οἰ̃κον κυρίου καὶ ἡτοίμασαν
12 καὶ εἰσήνεγκαν ἐκει̃ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει καὶ ἐπ' αὐτω̃ν ἐπιστάτης Χωνενιας ὁ Λευίτης καὶ Σεμεϊ ὁ ἀδελφὸς αὐτου̃ διαδεχόμενος
13 καὶ Ιιηλ καὶ Οζαζιας καὶ Ναεθ καὶ Ασαηλ καὶ Ιεριμωθ καὶ Ιωζαβαθ καὶ Ελιηλ καὶ Σαμαχια καὶ Μααθ καὶ Βαναιας καὶ οἱ υἱοὶ αὐτου̃ καθεσταμένοι διὰ Χωνενιου καὶ Σεμεϊ του̃ ἀδελφου̃ αὐτου̃ καθὼς προσέταξεν ὁ βασιλεὺς Εζεκιας καὶ Αζαριας ὁ ἡγούμενος οἴκου κυρίου
14 καὶ Κωρη ὁ του̃ Ιεμνα ὁ Λευίτης ὁ πυλωρὸς κατὰ ἀνατολὰς ἐπὶ τω̃ν δομάτων δου̃ναι τὰς ἀπαρχὰς κυρίω̨ καὶ τὰ ἅγια τω̃ν ἁγίων
15 διὰ χειρὸς Οδομ καὶ Βενιαμιν καὶ 'Ιησου̃ς καὶ Σεμεϊ καὶ Αμαριας καὶ Σεχονιας διὰ χειρὸς τω̃ν ἱερέων ἐν πίστει δου̃ναι τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν κατὰ τὰς ἐφημερίας κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν
16 ἐκτὸς τη̃ς ἐπιγονη̃ς τω̃ν ἀρσενικω̃ν ἀπὸ τριετου̃ς καὶ ἐπάνω παντὶ τω̨̃ εἰσπορευομένω̨ εἰς οἰ̃κον κυρίου εἰς λόγον ἡμερω̃ν εἰς ἡμέραν εἰς λειτουργίαν ἐφημερίαις διατάξεως αὐτω̃ν
17 οὑ̃τος ὁ καταλοχισμὸς τω̃ν ἱερέων κατ' οἴκους πατριω̃ν καὶ οἱ Λευι̃ται ἐν ται̃ς ἐφημερίαις αὐτω̃ν ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω ἐν διατάξει
18 ἐν καταλοχίαις ἐν πάση̨ ἐπιγονη̨̃ υἱω̃ν αὐτω̃ν καὶ θυγατέρων αὐτω̃ν εἰς πα̃ν τὸ πλη̃θος ὅτι ἐν πίστει ἥγνισαν τὸ ἅγιον
19 τοι̃ς υἱοι̃ς Ααρων τοι̃ς ἱερατεύουσιν καὶ οἱ ἀπὸ τω̃ν πόλεων αὐτω̃ν ἐν πάση̨ πόλει καὶ πόλει ἄνδρες οἳ ὠνομάσθησαν ἐν ὀνόματι δου̃ναι μερίδα παντὶ ἀρσενικω̨̃ ἐν τοι̃ς ἱερευ̃σιν καὶ παντὶ καταριθμουμένω̨ ἐν τοι̃ς Λευίταις
20 καὶ ἐποίησεν οὕτως Εζεκιας ἐν παντὶ Ιουδα καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐναντίον του̃ κυρίου θεου̃ αὐτου̃
21 καὶ ἐν παντὶ ἔργω̨ ἐν ὡ̨̃ ἤρξατο ἐν ἐργασία̨ ἐν οἴκω̨ κυρίου καὶ ἐν τω̨̃ νόμω̨ καὶ ἐν τοι̃ς προστάγμασιν ἐξεζήτησεν τὸν θεὸν αὐτου̃ ἐξ ὅλης ψυχη̃ς αὐτου̃ καὶ ἐποίησεν καὶ εὐοδώθη
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).