1 καὶ ἐποίησεν Ιωσιας τὸ φασεχ τω̨̃ κυρίω̨ θεω̨̃ αὐτου̃ καὶ ἔθυσαν τὸ φασεχ τη̨̃ τεσσαρεσκαιδεκάτη̨ του̃ μηνὸς του̃ πρώτου |
2 καὶ ἔστησεν τοὺς ἱερει̃ς ἐπὶ τὰς φυλακὰς αὐτω̃ν καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου κυρίου |
3 καὶ εἰ̃πεν τοι̃ς Λευίταις τοι̃ς δυνατοι̃ς ἐν παντὶ Ισραηλ του̃ ἁγιασθη̃ναι αὐτοὺς τω̨̃ κυρίω̨ καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἰ̃κον ὃν ὠ̨κοδόμησεν Σαλωμων υἱὸς Δαυιδ του̃ βασιλέως Ισραηλ καὶ εἰ̃πεν ὁ βασιλεύς οὐκ ἔστιν ὑμι̃ν ἀ̃ραι ἐπ' ὤμων οὐθέν νυ̃ν οὐ̃ν λειτουργήσατε τω̨̃ κυρίω̨ θεω̨̃ ὑμω̃ν καὶ τω̨̃ λαω̨̃ αὐτου̃ Ισραηλ |
4 καὶ ἑτοιμάσθητε κατ' οἴκους πατριω̃ν ὑμω̃ν καὶ κατὰ τὰς ἐφημερίας ὑμω̃ν κατὰ τὴν γραφὴν Δαυιδ βασιλέως Ισραηλ καὶ διὰ χειρὸς Σαλωμων υἱου̃ αὐτου̃ |
5 καὶ στη̃τε ἐν τω̨̃ οἴκω̨ κατὰ τὰς διαιρέσεις οἴκων πατριω̃ν ὑμω̃ν τοι̃ς ἀδελφοι̃ς ὑμω̃ν υἱοι̃ς του̃ λαου̃ καὶ μερὶς οἴκου πατρια̃ς τοι̃ς Λευίταις |
6 καὶ θύσατε τὸ φασεχ καὶ τὰ ἅγια ἑτοιμάσατε τοι̃ς ἀδελφοι̃ς ὑμω̃ν του̃ ποιη̃σαι κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Μωυση̃ |
7 καὶ ἀπήρξατο Ιωσιας τοι̃ς υἱοι̃ς του̃ λαου̃ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους ἀπὸ τω̃ν τέκνων τω̃ν αἰγω̃ν πάντα εἰς τὸ φασεχ εἰς πάντας τοὺς εὑρεθέντας εἰς ἀριθμὸν τριάκοντα χιλιάδας καὶ μόσχων τρει̃ς χιλιάδας ταυ̃τα ἀπὸ τη̃ς ὑπάρξεως του̃ βασιλέως |
8 καὶ οἱ ἄρχοντες αὐτου̃ ἀπήρξαντο τω̨̃ λαω̨̃ καὶ τοι̃ς ἱερευ̃σιν καὶ Λευίταις ἔδωκεν Χελκιας καὶ Ζαχαριας καὶ Ιιηλ οἱ ἄρχοντες οἴκου του̃ θεου̃ τοι̃ς ἱερευ̃σιν καὶ ἔδωκαν εἰς τὸ φασεχ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους δισχίλια ἑξακόσια καὶ μόσχους τριακοσίους |
9 καὶ Χωνενιας καὶ Βαναιας καὶ Σαμαιας καὶ Ναθαναηλ ἀδελφὸς αὐτου̃ καὶ Ασαβια καὶ Ιιηλ καὶ Ιωζαβαδ ἄρχοντες τω̃ν Λευιτω̃ν ἀπήρξαντο τοι̃ς Λευίταις εἰς τὸ φασεχ πρόβατα πεντακισχίλια καὶ μόσχους πεντακοσίους |
10 καὶ κατωρθώθη ἡ λειτουργία καὶ ἔστησαν οἱ ἱερει̃ς ἐπὶ τὴν στάσιν αὐτω̃ν καὶ οἱ Λευι̃ται ἐπὶ τὰς διαιρέσεις αὐτω̃ν κατὰ τὴν ἐντολὴν του̃ βασιλέως |
11 καὶ ἔθυσαν τὸ φασεχ καὶ προσέχεαν οἱ ἱερει̃ς τὸ αἱ̃μα ἐκ χειρὸς αὐτω̃ν καὶ οἱ Λευι̃ται ἐξέδειραν |
12 καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδου̃ναι αὐτοι̃ς κατὰ τὴν διαίρεσιν κατ' οἴκους πατριω̃ν τοι̃ς υἱοι̃ς του̃ λαου̃ του̃ προσάγειν τω̨̃ κυρίω̨ ὡς γέγραπται ἐν βιβλίω̨ Μωυση̃ καὶ οὕτως εἰς τὸ πρωί |
13 καὶ ὤπτησαν τὸ φασεχ ἐν πυρὶ κατὰ τὴν κρίσιν καὶ τὰ ἅγια ἥψησαν ἐν τοι̃ς χαλκείοις καὶ ἐν τοι̃ς λέβησιν καὶ εὐοδώθη καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς του̃ λαου̃ |
14 καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοι̃ς καὶ τοι̃ς ἱερευ̃σιν ὅτι οἱ ἱερει̃ς ἐν τω̨̃ ἀναφέρειν τὰ στέατα καὶ τὰ ὁλοκαυτώματα ἕως νυκτός καὶ οἱ Λευι̃ται ἡτοίμασαν αὑτοι̃ς καὶ τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν υἱοι̃ς Ααρων |
15 καὶ οἱ ψαλτω̨δοὶ υἱοὶ Ασαφ ἐπὶ τη̃ς στάσεως αὐτω̃ν κατὰ τὰς ἐντολὰς Δαυιδ καὶ Ασαφ καὶ Αιμαν καὶ Ιδιθων οἱ προφη̃ται του̃ βασιλέως καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης οὐκ ἠ̃ν αὐτοι̃ς κινει̃σθαι ἀπὸ τη̃ς λειτουργίας ἁγίων ὅτι οἱ ἀδελφοὶ αὐτω̃ν οἱ Λευι̃ται ἡτοίμασαν αὐτοι̃ς |
16 καὶ κατωρθώθη καὶ ἡτοιμάσθη πα̃σα ἡ λειτουργία κυρίου ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ του̃ ποιη̃σαι τὸ φασεχ καὶ ἐνεγκει̃ν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον κυρίου κατὰ τὴν ἐντολὴν του̃ βασιλέως Ιωσια |
17 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες τὸ φασεχ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ τὴν ἑορτὴν τω̃ν ἀζύμων ἑπτὰ ἡμέρας |
18 καὶ οὐκ ἐγένετο φασεχ ὅμοιον αὐτω̨̃ ἐν Ισραηλ ἀπὸ ἡμερω̃ν Σαμουηλ του̃ προφήτου καὶ πάντες βασιλει̃ς Ισραηλ οὐκ ἐποίησαν ὡς τὸ φασεχ ὃ ἐποίησεν Ιωσιας καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ πα̃ς Ιουδα καὶ Ισραηλ ὁ εὑρεθεὶς καὶ οἱ κατοικου̃ντες ἐν Ιερουσαλημ τω̨̃ κυρίω̨ |
19 τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει τη̃ς βασιλείας Ιωσια |
20 καὶ ἀνέβη Φαραω Νεχαω βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα 'Ασσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην καὶ ἐπορεύθη ὁ βασιλεὺς Ιωσιας εἰς συνάντησιν αὐτω̨̃ |
21 καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἀγγέλους λέγων τί ἐμοὶ καὶ σοί βασιλευ̃ Ιουδα οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον ποιη̃σαι καὶ ὁ θεὸς εἰ̃πεν κατασπευ̃σαί με πρόσεχε ἀπὸ του̃ θεου̃ του̃ μετ' ἐμου̃ μὴ καταφθείρη̨ σε |
22 καὶ οὐκ ἀπέστρεψεν Ιωσιας τὸ πρόσωπον αὐτου̃ ἀπ' αὐτου̃ ἀλλ' ἢ πολεμει̃ν αὐτὸν ἐκραταιώθη καὶ οὐκ ἤκουσεν τω̃ν λόγων Νεχαω διὰ στόματος θεου̃ καὶ ἠ̃λθεν του̃ πολεμη̃σαι ἐν τω̨̃ πεδίω̨ Μαγεδων |
23 καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ιωσιαν καὶ εἰ̃πεν ὁ βασιλεὺς τοι̃ς παισὶν αὐτου̃ ἐξαγάγετέ με ὅτι ἐπόνεσα σφόδρα |
24 καὶ ἐξήγαγον αὐτὸν οἱ παι̃δες αὐτου̃ ἀπὸ του̃ ἅρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτερευ̃ον ὃ ἠ̃ν αὐτω̨̃ καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἀπέθανεν καὶ ἐτάφη μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ πα̃ς Ιουδα καὶ Ιερουσαλημ ἐπένθησαν ἐπὶ Ιωσιαν |
25 καὶ ἐθρήνησεν Ιερεμιας ἐπὶ Ιωσιαν καὶ εἰ̃παν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρη̃νον ἐπὶ Ιωσιαν ἕως τη̃ς σήμερον καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ Ισραηλ καὶ ἰδοὺ γέγραπται ἐπὶ τω̃ν θρήνων |
26 καὶ ἠ̃σαν οἱ λόγοι Ιωσια καὶ ἡ ἐλπὶς αὐτου̃ γεγραμμένα ἐν νόμω̨ κυρίου |
27 καὶ οἱ λόγοι αὐτου̃ οἱ πρω̃τοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίω̨ βασιλέων Ισραηλ καὶ Ιουδα |