1 καὶ ἐποίησεν τὸ θυσιαστήριον χαλκου̃ν πήχεων εἴκοσι μη̃κος καὶ τὸ εὐ̃ρος πήχεων εἴκοσι ὕψος πήχεων δέκα |
2 καὶ ἐποίησεν τὴν θάλασσαν χυτήν πήχεων δέκα τὴν διαμέτρησιν στρογγύλην κυκλόθεν καὶ πήχεων πέντε τὸ ὕψος καὶ τὸ κύκλωμα πήχεων τριάκοντα |
3 καὶ ὁμοίωμα μόσχων ὑποκάτωθεν αὐτη̃ς κύκλω̨ κυκλου̃σιν αὐτήν πήχεις δέκα περιέχουσιν τὸν λουτη̃ρα κυκλόθεν δύο γένη ἐχώνευσαν τοὺς μόσχους ἐν τη̨̃ χωνεύσει αὐτω̃ν |
4 ἡ̨̃ ἐποίησαν αὐτούς δώδεκα μόσχους οἱ τρει̃ς βλέποντες βορρα̃ν καὶ οἱ τρει̃ς βλέποντες δυσμὰς καὶ οἱ τρει̃ς βλέποντες νότον καὶ οἱ τρει̃ς βλέποντες κατ' ἀνατολάς καὶ ἡ θάλασσα ἐπ' αὐτω̃ν ἄνω ἠ̃σαν τὰ ὀπίσθια αὐτω̃ν ἔσω |
5 καὶ τὸ πάχος αὐτη̃ς παλαιστής καὶ τὸ χει̃λος αὐτη̃ς ὡς χει̃λος ποτηρίου διαγεγλυμμένα βλαστοὺς κρίνου χωρου̃σαν μετρητὰς τρισχιλίους καὶ ἐξετέλεσεν |
6 καὶ ἐποίησεν λουτη̃ρας δέκα καὶ ἔθηκεν τοὺς πέντε ἐκ δεξιω̃ν καὶ τοὺς πέντε ἐξ ἀριστερω̃ν του̃ πλύνειν ἐν αὐτοι̃ς τὰ ἔργα τω̃ν ὁλοκαυτωμάτων καὶ ἀποκλύζειν ἐν αὐτοι̃ς καὶ ἡ θάλασσα εἰς τὸ νίπτεσθαι τοὺς ἱερει̃ς ἐν αὐτη̨̃ |
7 καὶ ἐποίησεν τὰς λυχνίας τὰς χρυσα̃ς δέκα κατὰ τὸ κρίμα αὐτω̃ν καὶ ἔθηκεν ἐν τω̨̃ ναω̨̃ πέντε ἐκ δεξιω̃ν καὶ πέντε ἐξ ἀριστερω̃ν |
8 καὶ ἐποίησεν τραπέζας δέκα καὶ ἔθηκεν ἐν τω̨̃ ναω̨̃ πέντε ἐκ δεξιω̃ν καὶ πέντε ἐξ εὐωνύμων καὶ ἐποίησεν φιάλας χρυσα̃ς ἑκατόν |
9 καὶ ἐποίησεν τὴν αὐλὴν τω̃ν ἱερέων καὶ τὴν αὐλὴν τὴν μεγάλην καὶ θύρας τη̨̃ αὐλη̨̃ καὶ θυρώματα αὐτω̃ν κατακεχαλκωμένα χαλκω̨̃ |
10 καὶ τὴν θάλασσαν ἔθηκεν ἀπὸ γωνίας του̃ οἴκου ἐκ δεξιω̃ν ὡς πρὸς ἀνατολὰς κατέναντι |
11 καὶ ἐποίησεν Χιραμ τὰς κρεάγρας καὶ τὰ πυρει̃α καὶ τὴν ἐσχάραν του̃ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη αὐτου̃ καὶ συνετέλεσεν Χιραμ ποιη̃σαι πα̃σαν τὴν ἐργασίαν ἣν ἐποίησεν Σαλωμων τω̨̃ βασιλει̃ ἐν οἴκω̨ του̃ θεου̃ |
12 στύλους δύο καὶ ἐπ' αὐτω̃ν γωλαθ τη̨̃ χωθαρεθ ἐπὶ τω̃ν κεφαλω̃ν τω̃ν στύλων δύο καὶ δίκτυα δύο συγκαλύψαι τὰς κεφαλὰς τω̃ν χωθαρεθ ἅ ἐστιν ἐπὶ τω̃ν κεφαλω̃ν τω̃ν στύλων |
13 καὶ κώδωνας χρυσου̃ς τετρακοσίους εἰς τὰ δύο δίκτυα καὶ δύο γένη ῥοΐσκων ἐν τω̨̃ δικτύω̨ τω̨̃ ἑνὶ του̃ συγκαλύψαι τὰς δύο γωλαθ τω̃ν χωθαρεθ ἅ ἐστιν ἐπάνω τω̃ν στύλων |
14 καὶ τὰς μεχωνωθ ἐποίησεν δέκα καὶ τοὺς λουτη̃ρας ἐποίησεν ἐπὶ τω̃ν μεχωνωθ |
15 καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτη̃ς |
16 καὶ τοὺς ποδιστη̃ρας καὶ τοὺς ἀναλημπτη̃ρας καὶ τοὺς λέβητας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη αὐτω̃ν ἃ ἐποίησεν Χιραμ καὶ ἀνήνεγκεν τω̨̃ βασιλει̃ Σαλωμων ἐν οἴκω̨ κυρίου χαλκου̃ καθαρου̃ |
17 ἐν τω̨̃ περιχώρω̨ του̃ Ιορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τω̨̃ πάχει τη̃ς γη̃ς ἐν οἴκω̨ Σοκχωθ καὶ ἀνὰ μέσον Σιρδαθα |
18 καὶ ἐποίησεν Σαλωμων πάντα τὰ σκεύη ταυ̃τα εἰς πλη̃θος σφόδρα ὅτι οὐκ ἐξέλιπεν ὁλκὴ του̃ χαλκου̃ |
19 καὶ ἐποίησεν Σαλωμων πάντα τὰ σκεύη οἴκου κυρίου καὶ τὸ θυσιαστήριον τὸ χρυσου̃ν καὶ τὰς τραπέζας καὶ ἐπ' αὐτω̃ν ἄρτοι προθέσεως |
20 καὶ τὰς λυχνίας καὶ τοὺς λύχνους του̃ φωτὸς κατὰ τὸ κρίμα καὶ κατὰ πρόσωπον του̃ δαβιρ χρυσίου καθαρου̃ |
21 καὶ λαβίδες αὐτω̃ν καὶ οἱ λύχνοι αὐτω̃ν καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας καὶ τὰ πυρει̃α χρυσίου καθαρου̃ |
22 καὶ ἡ θύρα του̃ οἴκου ἡ ἐσωτέρα εἰς τὰ ἅγια τω̃ν ἁγίων εἰς τὰς θύρας του̃ οἴκου του̃ ναου̃ χρυσα̃ς |