ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β,
κεφαλίς 10
1 αὐτòς δὲ ἐγὼ Παυ̃λος παρακαλω̃ ὑμα̃ς διὰ τη̃ς πραΰτητος καὶ ἐπιεικείας του̃ Χριστου̃ ὃς κατὰ πρόσωπον μὲν ταπεινòς ἐν ὑμι̃ν ἀπὼν δὲ θαρρω̃ εἰς ὑμα̃ς |
2 δέομαι δὲ τò μὴ παρὼν θαρρη̃σαι τη̨̃ πεποιθήσει ἡ̨̃ λογίζομαι τολμη̃σαι ἐπί τινας τοὺς λογιζομένους ἡμα̃ς ὡς κατὰ σάρκα περιπατου̃ντας |
3 ἐν σαρκὶ γὰρ περιπατου̃ντες οὐ κατὰ σάρκα στρατευόμεθα |
4 τὰ γὰρ ὅπλα τη̃ς στρατείας ἡμω̃ν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τω̨̃ θεω̨̃ πρòς καθαίρεσιν ὀχυρωμάτων λογισμοὺς καθαιρου̃ντες |
5 καὶ πα̃ν ὕψωμα ἐπαιρόμενον κατὰ τη̃ς γνώσεως του̃ θεου̃ καὶ αἰχμαλωτίζοντες πα̃ν νόημα εἰς τὴν ὑπακοὴν του̃ Χριστου̃ |
6 καὶ ἐν ἑτοίμω̨ ἔχοντες ἐκδικη̃σαι πα̃σαν παρακοήν ὅταν πληρωθη̨̃ ὑμω̃ν ἡ ὑπακοή |
7 τὰ κατὰ πρόσωπον βλέπετε εἴ τις πέποιθεν ἑαυτω̨̃ Χριστου̃ εἰ̃ναι του̃το λογιζέσθω πάλιν ἐφ' ἑαυτου̃ ὅτι καθὼς αὐτòς Χριστου̃ οὕτως καὶ ἡμει̃ς |
8 ἐάν τε γὰρ περισσότερόν τι καυχήσωμαι περὶ τη̃ς ἐξουσίας ἡμω̃ν ἡ̃ς ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμω̃ν οὐκ αἰσχυνθήσομαι |
9 ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβει̃ν ὑμα̃ς διὰ τω̃ν ἐπιστολω̃ν |
10 ὅτι αἱ ἐπιστολαὶ μέν φησίν βαρει̃αι καὶ ἰσχυραί ἡ δὲ παρουσία του̃ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος |
11 του̃το λογιζέσθω ὁ τοιου̃τος ὅτι οἱ̃οί ἐσμεν τω̨̃ λόγω̨ δι' ἐπιστολω̃ν ἀπόντες τοιου̃τοι καὶ παρόντες τω̨̃ ἔργω̨ |
12 οὐ γὰρ τολμω̃μεν ἐγκρι̃ναι ἢ συγκρι̃ναι ἑαυτούς τισιν τω̃ν ἑαυτοὺς συνιστανόντων ἀλλὰ αὐτοὶ ἐν ἑαυτοι̃ς ἑαυτοὺς μετρου̃ντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοι̃ς οὐ συνια̃σιν |
13 ἡμει̃ς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα ἀλλὰ κατὰ τò μέτρον του̃ κανόνος οὑ̃ ἐμέρισεν ἡμι̃ν ὁ θεòς μέτρου ἐφικέσθαι ἄχρι καὶ ὑμω̃ν |
14 οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμα̃ς ὑπερεκτείνομεν ἑαυτούς ἄχρι γὰρ καὶ ὑμω̃ν ἐφθάσαμεν ἐν τω̨̃ εὐαγγελίω̨ του̃ Χριστου̃ |
15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τη̃ς πίστεως ὑμω̃ν ἐν ὑμι̃ν μεγαλυνθη̃ναι κατὰ τòν κανόνα ἡμω̃ν εἰς περισσείαν |
16 εἰς τὰ ὑπερέκεινα ὑμω̃ν εὐαγγελίσασθαι οὐκ ἐν ἀλλοτρίω̨ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι |
17 ὁ δὲ καυχώμενος ἐν κυρίω̨ καυχάσθω |
18 οὐ γὰρ ὁ ἑαυτòν συνιστάνων ἐκει̃νός ἐστιν δόκιμος ἀλλὰ ὃν ὁ κύριος συνίστησιν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.