Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β, κεφαλίς 11

ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης ἀλλὰ καὶ ἀνέχεσθέ μου
ζηλω̃ γὰρ ὑμα̃ς θεου̃ ζήλω̨ ἡρμοσάμην γὰρ ὑμα̃ς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστη̃σαι τω̨̃ Χριστω̨̃
φοβου̃μαι δὲ μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τη̨̃ πανουργία̨ αὐτου̃ φθαρη̨̃ τὰ νοήματα ὑμω̃ν ἀπò τη̃ς ἁπλότητος καὶ τη̃ς ἁγνότητος τη̃ς εἰς τòν Χριστόν
εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον ’Ιησου̃ν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν ἢ πνευ̃μα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε καλω̃ς ἀνέχεσθε
λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τω̃ν ὑπερλίαν ἀποστόλων
εἰ δὲ καὶ ἰδιώτης τω̨̃ λόγω̨ ἀλλ' οὐ τη̨̃ γνώσει ἀλλ' ἐν παντὶ φανερώσαντες ἐν πα̃σιν εἰς ὑμα̃ς
ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτòν ταπεινω̃ν ἵνα ὑμει̃ς ὑψωθη̃τε ὅτι δωρεὰν τò του̃ θεου̃ εὐαγγέλιον εὐηγγελισάμην ὑμι̃ν
ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρòς τὴν ὑμω̃ν διακονίαν
καὶ παρὼν πρòς ὑμα̃ς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός τò γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπò Μακεδονίας καὶ ἐν παντὶ ἀβαρη̃ ἐμαυτòν ὑμι̃ν ἐτήρησα καὶ τηρήσω
10 ἔστιν ἀλήθεια Χριστου̃ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοι̃ς κλίμασιν τη̃ς ’Αχαΐας
11 διὰ τί ὅτι οὐκ ἀγαπω̃ ὑμα̃ς ὁ θεòς οἰ̃δεν
12 ὃ δὲ ποιω̃ καὶ ποιήσω ἵνα ἐκκόψω τὴν ἀφορμὴν τω̃ν θελόντων ἀφορμήν ἵνα ἐν ὡ̨̃ καυχω̃νται εὑρεθω̃σιν καθὼς καὶ ἡμει̃ς
13 οἱ γὰρ τοιου̃τοι ψευδαπόστολοι ἐργάται δόλιοι μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστου̃
14 καὶ οὐ θαυ̃μα αὐτòς γὰρ ὁ Σατανα̃ς μετασχηματίζεται εἰς ἄγγελον φωτός
15 οὐ μέγα οὐ̃ν εἰ καὶ οἱ διάκονοι αὐτου̃ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης ὡ̃ν τò τέλος ἔσται κατὰ τὰ ἔργα αὐτω̃ν
16 πάλιν λέγω μή τίς με δόξη̨ ἄφρονα εἰ̃ναι εἰ δὲ μή γε κἂν ὡς ἄφρονα δέξασθέ με ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι
17 ὃ λαλω̃ οὐ κατὰ κύριον λαλω̃ ἀλλ' ὡς ἐν ἀφροσύνη̨ ἐν ταύτη̨ τη̨̃ ὑποστάσει τη̃ς καυχήσεως
18 ἐπεὶ πολλοὶ καυχω̃νται κατὰ σάρκα κἀγὼ καυχήσομαι
19 ἡδέως γὰρ ἀνέχεσθε τω̃ν ἀφρόνων φρόνιμοι ὄντες
20 ἀνέχεσθε γὰρ εἴ τις ὑμα̃ς καταδουλοι̃ εἴ τις κατεσθίει εἴ τις λαμβάνει εἴ τις ἐπαίρεται εἴ τις εἰς πρόσωπον ὑμα̃ς δέρει
21 κατὰ ἀτιμίαν λέγω ὡς ὅτι ἡμει̃ς ἠσθενήκαμεν ἐν ὡ̨̃ δ' ἄν τις τολμα̨̃ ἐν ἀφροσύνη̨ λέγω τολμω̃ κἀγώ
22 ‘Εβραι̃οί εἰσιν κἀγώ ’Ισραηλι̃ταί εἰσιν κἀγώ σπέρμα ’Αβραάμ εἰσιν κἀγώ
23 διάκονοι Χριστου̃ εἰσιν παραφρονω̃ν λαλω̃ ὑπὲρ ἐγώ ἐν κόποις περισσοτέρως ἐν φυλακαι̃ς περισσοτέρως ἐν πληγαι̃ς ὑπερβαλλόντως ἐν θανάτοις πολλάκις
24 ὑπò ’Ιουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον
25 τρὶς ἐραβδίσθην ἅπαξ ἐλιθάσθην τρὶς ἐναυάγησα νυχθήμερον ἐν τω̨̃ βυθω̨̃ πεποίηκα
26 ὁδοιπορίαις πολλάκις κινδύνοις ποταμω̃ν κινδύνοις λη̨στω̃ν κινδύνοις ἐκ γένους κινδύνοις ἐξ ἐθνω̃ν κινδύνοις ἐν πόλει κινδύνοις ἐν ἐρημία̨ κινδύνοις ἐν θαλάσση̨ κινδύνοις ἐν ψευδαδέλφοις
27 κόπω̨ καὶ μόχθω̨ ἐν ἀγρυπνίαις πολλάκις ἐν λιμω̨̃ καὶ δίψει ἐν νηστείαις πολλάκις ἐν ψύχει καὶ γυμνότητι
28 χωρὶς τω̃ν παρεκτòς ἡ ἐπίστασίς μοι ἡ καθ' ἡμέραν ἡ μέριμνα πασω̃ν τω̃ν ἐκκλησιω̃ν
29 τίς ἀσθενει̃ καὶ οὐκ ἀσθενω̃ τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυρου̃μαι
30 εἰ καυχα̃σθαι δει̃ τὰ τη̃ς ἀσθενείας μου καυχήσομαι
31 ὁ θεòς καὶ πατὴρ του̃ κυρίου ’Ιησου̃ οἰ̃δεν ὁ ὢν εὐλογητòς εἰς τοὺς αἰω̃νας ὅτι οὐ ψεύδομαι
32 ἐν Δαμασκω̨̃ ὁ ἐθνάρχης ‘Αρέτα του̃ βασιλέως ἐφρούρει τὴν πόλιν Δαμασκηνω̃ν πιάσαι με
33 καὶ διὰ θυρίδος ἐν σαργάνη̨ ἐχαλάσθην διὰ του̃ τείχους καὶ ἐξέφυγον τὰς χει̃ρας αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).