ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β,
κεφαλίς 2,
στἰχοι 1-11
1 ἔκρινα γὰρ ἐμαυτω̨̃ του̃το τò μὴ πάλιν ἐν λύπη̨ πρòς ὑμα̃ς ἐλθει̃ν |
2 εἰ γὰρ ἐγὼ λυπω̃ ὑμα̃ς καὶ τίς ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμου̃ |
3 καὶ ἔγραψα του̃το αὐτò ἵνα μὴ ἐλθὼν λύπην σχω̃ ἀφ' ὡ̃ν ἔδει με χαίρειν πεποιθὼς ἐπὶ πάντας ὑμα̃ς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμω̃ν ἐστιν |
4 ἐκ γὰρ πολλη̃ς θλίψεως καὶ συνοχη̃ς καρδίας ἔγραψα ὑμι̃ν διὰ πολλω̃ν δακρύων οὐχ ἵνα λυπηθη̃τε ἀλλὰ τὴν ἀγάπην ἵνα γνω̃τε ἣν ἔχω περισσοτέρως εἰς ὑμα̃ς |
5 εἰ δέ τις λελύπηκεν οὐκ ἐμὲ λελύπηκεν ἀλλὰ ἀπò μέρους ἵνα μὴ ἐπιβαρω̃ πάντας ὑμα̃ς |
6 ἱκανòν τω̨̃ τοιούτω̨ ἡ ἐπιτιμία αὕτη ἡ ὑπò τω̃ν πλειόνων |
7 ὥστε τοὐναντίον μα̃λλον ὑμα̃ς χαρίσασθαι καὶ παρακαλέσαι μή πως τη̨̃ περισσοτέρα̨ λύπη̨ καταποθη̨̃ ὁ τοιου̃τος |
8 διò παρακαλω̃ ὑμα̃ς κυρω̃σαι εἰς αὐτòν ἀγάπην |
9 εἰς του̃το γὰρ καὶ ἔγραψα ἵνα γνω̃ τὴν δοκιμὴν ὑμω̃ν εἰ εἰς πάντα ὑπήκοοί ἐστε |
10 ὡ̨̃ δέ τι χαρίζεσθε κἀγώ καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι εἴ τι κεχάρισμαι δι' ὑμα̃ς ἐν προσώπω̨ Χριστου̃ |
11 ἵνα μὴ πλεονεκτηθω̃μεν ὑπò του̃ Σατανα̃ οὐ γὰρ αὐτου̃ τὰ νοήματα ἀγνοου̃μεν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.