Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β, κεφαλίς 9

περὶ μὲν γὰρ τη̃ς διακονίας τη̃ς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τò γράφειν ὑμι̃ν
οἰ̃δα γὰρ τὴν προθυμίαν ὑμω̃ν ἣν ὑπὲρ ὑμω̃ν καυχω̃μαι Μακεδόσιν ὅτι ’Αχαΐα παρεσκεύασται ἀπò πέρυσι καὶ τò ὑμω̃ν ζη̃λος ἠρέθισεν τοὺς πλείονας
ἔπεμψα δὲ τοὺς ἀδελφούς ἵνα μὴ τò καύχημα ἡμω̃ν τò ὑπὲρ ὑμω̃ν κενωθη̨̃ ἐν τω̨̃ μέρει τούτω̨ ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἠ̃τε
μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμα̃ς ἀπαρασκευάστους καταισχυνθω̃μεν ἡμει̃ς ἵνα μὴ λέγω ὑμει̃ς ἐν τη̨̃ ὑποστάσει ταύτη̨
ἀναγκαι̃ον οὐ̃ν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς ἵνα προέλθωσιν εἰς ὑμα̃ς καὶ προκαταρτίσωσιν τὴν προεπηγγελμένην εὐλογίαν ὑμω̃ν ταύτην ἑτοίμην εἰ̃ναι οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν
του̃το δέ ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει καὶ ὁ σπείρων ἐπ' εὐλογίαις ἐπ' εὐλογίαις καὶ θερίσει
ἕκαστος καθὼς προή̨ρηται τη̨̃ καρδία̨ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης ἱλαρòν γὰρ δότην ἀγαπα̨̃ ὁ θεός
δυνατει̃ δὲ ὁ θεòς πα̃σαν χάριν περισσευ̃σαι εἰς ὑμα̃ς ἵνα ἐν παντὶ πάντοτε πα̃σαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πα̃ν ἔργον ἀγαθόν
καθὼς γέγραπται ἐσκόρπισεν ἔδωκεν τοι̃ς πένησιν ἡ δικαιοσύνη αὐτου̃ μένει εἰς τòν αἰω̃να
10 ὁ δὲ ἐπιχορηγω̃ν σπόρον τω̨̃ σπείροντι καὶ ἄρτον εἰς βρω̃σιν χορηγήσει καὶ πληθυνει̃ τòν σπόρον ὑμω̃ν καὶ αὐξήσει τὰ γενήματα τη̃ς δικαιοσύνης ὑμω̃ν
11 ἐν παντὶ πλουτιζόμενοι εἰς πα̃σαν ἁπλότητα ἥτις κατεργάζεται δι' ἡμω̃ν εὐχαριστίαν τω̨̃ θεω̨̃
12 ὅτι ἡ διακονία τη̃ς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληρου̃σα τὰ ὑστερήματα τω̃ν ἁγίων ἀλλὰ καὶ περισσεύουσα διὰ πολλω̃ν εὐχαριστιω̃ν τω̨̃ θεω̨̃
13 διὰ τη̃ς δοκιμη̃ς τη̃ς διακονίας ταύτης δοξάζοντες τòν θεòν ἐπὶ τη̨̃ ὑποταγη̨̃ τη̃ς ὁμολογίας ὑμω̃ν εἰς τò εὐαγγέλιον του̃ Χριστου̃ καὶ ἁπλότητι τη̃ς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας
14 καὶ αὐτω̃ν δεήσει ὑπὲρ ὑμω̃ν ἐπιποθούντων ὑμα̃ς διὰ τὴν ὑπερβάλλουσαν χάριν του̃ θεου̃ ἐφ' ὑμι̃ν
15 χάρις τω̨̃ θεω̨̃ ἐπὶ τη̨̃ ἀνεκδιηγήτω̨ αὐτου̃ δωρεα̨̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).