1 καὶ ἀναστὰς Εσδρας ἀπὸ τη̃ς αὐλη̃ς του̃ ἱερου̃ ἐπορεύθη εἰς τὸ παστοφόριον Ιωαναν του̃ Ελιασιβου |
2 καὶ αὐλισθεὶς ἐκει̃ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιεν πενθω̃ν ὑπὲρ τω̃ν ἀνομιω̃ν τω̃ν μεγάλων του̃ πλήθους |
3 καὶ ἐγένετο κήρυγμα ἐν ὅλη̨ τη̨̃ Ιουδαία̨ καὶ Ιερουσαλημ πα̃σι τοι̃ς ἐκ τη̃ς αἰχμαλωσίας συναχθη̃ναι εἰς Ιερουσαλημ |
4 καὶ ὅσοι ἂν μὴ ἀπαντήσωσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τω̃ν προκαθημένων πρεσβυτέρων ἀνιερωθήσονται τὰ κτήνη αὐτω̃ν καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ του̃ πλήθους τη̃ς αἰχμαλωσίας |
5 καὶ ἐπισυνήχθησαν οἱ ἐκ τη̃ς φυλη̃ς Ιουδα καὶ Βενιαμιν ἐν τρισὶν ἡμέραις εἰς Ιερουσαλημ οὑ̃τος ὁ μὴν ἔνατος τη̨̃ εἰκάδι του̃ μηνός |
6 καὶ συνεκάθισαν πα̃ν τὸ πλη̃θος ἐν τη̨̃ εὐρυχώρω̨ του̃ ἱερου̃ τρέμοντες διὰ τὸν ἐνεστω̃τα χειμω̃να |
7 καὶ ἀναστὰς Εσδρας εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς ἠνομήσατε καὶ συνω̨κίσατε γυναι̃κας ἀλλογενει̃ς του̃ προσθει̃ναι ἁμαρτίαν τω̨̃ Ισραηλ |
8 καὶ νυ̃ν δότε ὁμολογίαν δόξαν τω̨̃ κυρίω̨ θεω̨̃ τω̃ν πατέρων ἡμω̃ν |
9 καὶ ποιήσατε τὸ θέλημα αὐτου̃ καὶ χωρίσθητε ἀπὸ τω̃ν ἐθνω̃ν τη̃ς γη̃ς καὶ ἀπὸ τω̃ν γυναικω̃ν τω̃ν ἀλλογενω̃ν |
10 καὶ ἐφώνησαν ἅπαν τὸ πλη̃θος καὶ εἰ̃πον μεγάλη̨ τη̨̃ φωνη̨̃ οὕτως ὡς εἴρηκας ποιήσομεν |
11 ἀλλὰ τὸ πλη̃θος πολὺ καὶ ἡ ὥρα χειμερινή καὶ οὐκ ἰσχύομεν στη̃ναι αἴθριοι καὶ οὐχ εὕρομεν καὶ τὸ ἔργον ἡμι̃ν οὐκ ἔστιν ἡμέρας μια̃ς οὐδὲ δύο ἐπὶ πλει̃ον γὰρ ἡμάρτομεν ἐν τούτοις |
12 στήτωσαν δὲ οἱ προηγούμενοι του̃ πλήθους καὶ πάντες οἱ ἐκ τω̃ν κατοικιω̃ν ἡμω̃ν ὅσοι ἔχουσιν γυναι̃κας ἀλλογενει̃ς παραγενηθήτωσαν λαβόντες χρόνον |
13 καὶ ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς ἕως του̃ λυ̃σαι τὴν ὀργὴν του̃ κυρίου ἀφ' ἡμω̃ν του̃ πράγματος τούτου |
14 Ιωναθας Αζαηλου καὶ Ιεζιας Θοκανου ἐπεδέξαντο κατὰ ταυ̃τα καὶ Μοσολλαμος καὶ Λευις καὶ Σαββαταιος συνεβράβευσαν αὐτοι̃ς |
15 καὶ ἐποίησαν κατὰ πάντα ταυ̃τα οἱ ἐκ τη̃ς αἰχμαλωσίας |
16 καὶ ἐπελέξατο ἑαυτω̨̃ Εσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τω̃ν πατριω̃ν αὐτω̃ν κατ' ὄνομα πάντας καὶ συνεκάθισαν τη̨̃ νουμηνία̨ του̃ μηνὸς του̃ δεκάτου ἐτάσαι τὸ πρα̃γμα |
17 καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναι̃κας ἀλλογενει̃ς ἕως τη̃ς νουμηνίας του̃ πρώτου μηνός |
18 καὶ εὑρέθησαν τω̃ν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενει̃ς γυναι̃κας ἔχοντες |
19 ἐκ τω̃ν υἱω̃ν 'Ιησου̃ του̃ Ιωσεδεκ καὶ τω̃ν ἀδελφω̃ν Μασηας καὶ Ελεαζαρος καὶ Ιωριβος καὶ Ιωδανος |
20 καὶ ἐπέβαλον τὰς χει̃ρας ἐκβαλει̃ν τὰς γυναι̃κας αὐτω̃ν καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τη̃ς ἀγνοίας αὐτω̃ν |
21 καὶ ἐκ τω̃ν υἱω̃ν Εμμηρ Ανανιας καὶ Ζαβδαιος καὶ Μανης καὶ Σαμαιος καὶ Ιιηλ καὶ Αζαριας |
22 καὶ ἐκ τω̃ν υἱω̃ν Φαισουρ Ελιωναις Μασσιας Ισμαηλος καὶ Ναθαναηλος καὶ Ωκιδηλος καὶ Σαλθας |
23 καὶ ἐκ τω̃ν Λευιτω̃ν Ιωζαβδος καὶ Σεμεϊς καὶ Κωλιος οὑ̃τος Καλιτας καὶ Παθαιος καὶ Ωουδας καὶ Ιωανας |
24 ἐκ τω̃ν ἱεροψαλτω̃ν Ελιασιβος Βακχουρος |
25 ἐκ τω̃ν θυρωρω̃ν Σαλλουμος καὶ Τολβανης |
26 ἐκ του̃ Ισραηλ ἐκ τω̃ν υἱω̃ν Φορος Ιερμας καὶ Ιεζιας καὶ Μελχιας καὶ Μιαμινος καὶ Ελεαζαρος καὶ Ασιβιας καὶ Βανναιας |
27 ἐκ τω̃ν υἱω̃ν Ηλαμ Ματανιας καὶ Ζαχαριας Ιεζριηλος καὶ Ωβαδιος καὶ Ιερεμωθ καὶ Ηλιας |
28 καὶ ἐκ τω̃ν υἱω̃ν Ζαμοθ Ελιαδας Ελιασιμος Οθονιας Ιαριμωθ καὶ Σαβαθος καὶ Ζερδαιας |
29 καὶ ἐκ τω̃ν υἱω̃ν Βηβαι Ιωαννης καὶ Ανανιας καὶ Ζαβδος καὶ Εμαθις |
30 καὶ ἐκ τω̃ν υἱω̃ν Μανι Ωλαμος Μαμουχος Ιεδαιος Ιασουβος καὶ Ασαηλος καὶ Ιερεμωθ |
31 καὶ ἐκ τω̃ν υἱω̃ν Αδδι Νααθος καὶ Μοοσσιας Λακκουνος καὶ Ναϊδος καὶ Βεσκασπασμυς καὶ Σεσθηλ καὶ Βαλνουος καὶ Μανασσηας |
32 καὶ ἐκ τω̃ν υἱω̃ν Ανναν Ελιωνας καὶ Ασαιας καὶ Μελχιας καὶ Σαββαιας καὶ Σιμων Χοσαμαιος |
33 καὶ ἐκ τω̃ν υἱω̃ν Ασομ Μαλτανναιος καὶ Ματταθιας καὶ Σαβανναιους καὶ Ελιφαλατ καὶ Μανασσης καὶ Σεμεϊ |
34 καὶ ἐκ τω̃ν υἱω̃ν Βαανι Ιερεμιας Μομδιος Μαηρος Ιουηλ Μαμδαι καὶ Πεδιας καὶ Ανως Καραβασιων καὶ Ελιασιβος καὶ Μαμνιταναιμος Ελιασις Βαννους Ελιαλις Σομεϊς Σελεμιας Ναθανιας καὶ ἐκ τω̃ν υἱω̃ν Εζωρα Σεσσις Εζριλ Αζαηλος Σαματος Ζαμβρις Ιωσηπος |
35 καὶ ἐκ τω̃ν υἱω̃ν Νοομα Μαζιτιας Ζαβαδαιας Ηδαις Ιουηλ Βαναιας |
36 πάντες οὑ̃τοι συνώ̨κισαν γυναι̃κας ἀλλογενει̃ς καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις |
37 καὶ κατώ̨κησαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ οἱ ἐκ του̃ Ισραηλ ἐν Ιερουσαλημ καὶ ἐν τη̨̃ χώρα̨ τη̨̃ νουμηνία̨ του̃ ἑβδόμου μηνός καὶ οἱ υἱοὶ Ισραηλ ἐν ται̃ς κατοικίαις αὐτω̃ν |
38 καὶ συνήχθη πα̃ν τὸ πλη̃θος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον του̃ πρὸς ἀνατολὰς του̃ ἱερου̃ πυλω̃νος |
39 καὶ εἰ̃πον Εσδρα τω̨̃ ἀρχιερει̃ καὶ ἀναγνώστη̨ κομίσαι τὸν νόμον Μωυσέως τὸν παραδοθέντα ὑπὸ του̃ κυρίου θεου̃ Ισραηλ |
40 καὶ ἐκόμισεν Εσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τω̨̃ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ πα̃σιν τοι̃ς ἱερευ̃σιν ἀκου̃σαι του̃ νόμου νουμηνία̨ του̃ ἑβδόμου μηνός |
41 καὶ ἀνεγίγνωσκεν ἐν τω̨̃ πρὸ του̃ ἱερου̃ πυλω̃νος εὐρυχώρω̨ ἀπὸ ὄρθρου ἕως μεσημβρινου̃ ἐνώπιον ἀνδρω̃ν τε καὶ γυναικω̃ν καὶ ἐπέδωκαν πα̃ν τὸ πλη̃θος τὸν νου̃ν εἰς τὸν νόμον |
42 καὶ ἔστη Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης του̃ νόμου ἐπὶ του̃ ξυλίνου βήματος του̃ κατασκευασθέντος |
43 καὶ ἔστησαν παρ' αὐτω̨̃ Ματταθιας Σαμμους Ανανιας Αζαριας Ουριας Εζεκιας Βααλσαμος ἐκ δεξιω̃ν |
44 καὶ ἐξ εὐωνύμων Φαδαιος Μισαηλ Μελχιας Λωθασουβος Ναβαριας Ζαχαριας |
45 καὶ ἀναλαβὼν Εσδρας τὸ βιβλίον του̃ νόμου ἐνώπιον του̃ πλήθους προεκάθητο γὰρ ἐπιδόξως ἐνώπιον πάντων |
46 καὶ ἐν τω̨̃ λυ̃σαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν καὶ εὐλόγησεν Εσδρας τω̨̃ κυρίω̨ θεω̨̃ ὑψίστω̨ θεω̨̃ σαβαωθ παντοκράτορι |
47 καὶ ἐπεφώνησεν πα̃ν τὸ πλη̃θος αμην καὶ ἄραντες ἄνω τὰς χει̃ρας προσπεσόντες ἐπὶ τὴν γη̃ν προσεκύνησαν τω̨̃ κυρίω̨ |
48 'Ιησου̃ς καὶ Αννιουθ καὶ Σαραβιας Ιαδινος Ιακουβος Σαββαταιος Αυταιας Μαιαννας καὶ Καλιτας Αζαριας καὶ Ιωζαβδος Ανανιας Φαλιας οἱ Λευι̃ται ἐδίδασκον τὸν νόμον κυρίου καὶ πρὸς τὸ πλη̃θος ἀνεγίνωσκον τὸν νόμον του̃ κυρίου ἐμφυσιου̃ντες ἅμα τὴν ἀνάγνωσιν |
49 καὶ εἰ̃πεν Ατταρατης Εσδρα τω̨̃ ἀρχιερει̃ καὶ ἀναγνώστη̨ καὶ τοι̃ς Λευίταις τοι̃ς διδάσκουσι τὸ πλη̃θος ἐπὶ πάντας |
50 ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τω̨̃ κυρίω̨ καὶ πάντες ἔκλαιον ἐν τω̨̃ ἀκου̃σαι του̃ νόμου |
51 βαδίσαντες οὐ̃ν φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοι̃ς μὴ ἔχουσιν |
52 ἁγία γὰρ ἡ ἡμέρα τω̨̃ κυρίω̨ καὶ μὴ λυπει̃σθε ὁ γὰρ κύριος δοξάσει ὑμα̃ς |
53 καὶ οἱ Λευι̃ται ἐκέλευον τω̨̃ δήμω̨ παντὶ λέγοντες ἡ ἡμέρα αὕτη ἁγία μὴ λυπει̃σθε |
54 καὶ ὤ̨χοντο πάντες φαγει̃ν καὶ πιει̃ν καὶ εὐφραίνεσθαι καὶ δου̃ναι ἀποστολὰς τοι̃ς μὴ ἔχουσιν καὶ εὐφρανθη̃ναι μεγάλως |
55 ὅτι καὶ ἐνεφυσιώθησαν ἐν τοι̃ς ῥήμασιν οἱ̃ς ἐδιδάχθησαν καὶ ἐπισυνήχθησαν |