Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 1

καὶ ἐγένετο μετὰ τὸ ἀποθανει̃ν Σαουλ καὶ Δαυιδ ἀνέστρεψεν τύπτων τὸν Αμαληκ καὶ ἐκάθισεν Δαυιδ ἐν Σεκελακ ἡμέρας δύο
καὶ ἐγενήθη τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καὶ ἰδοὺ ἀνὴρ ἠ̃λθεν ἐκ τη̃ς παρεμβολη̃ς ἐκ του̃ λαου̃ Σαουλ καὶ τὰ ἱμάτια αὐτου̃ διερρωγότα καὶ γη̃ ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ ἐγένετο ἐν τω̨̃ εἰσελθει̃ν αὐτὸν πρὸς Δαυιδ καὶ ἔπεσεν ἐπὶ τὴν γη̃ν καὶ προσεκύνησεν αὐτω̨̃
καὶ εἰ̃πεν αὐτω̨̃ Δαυιδ πόθεν σὺ παραγίνη̨ καὶ εἰ̃πεν πρὸς αὐτόν ἐκ τη̃ς παρεμβολη̃ς Ισραηλ ἐγὼ διασέσω̨σμαι
καὶ εἰ̃πεν αὐτω̨̃ Δαυιδ τίς ὁ λόγος οὑ̃τος ἀπάγγειλόν μοι καὶ εἰ̃πεν ὅτι ἔφυγεν ὁ λαὸς ἐκ του̃ πολέμου καὶ πεπτώκασι πολλοὶ ἐκ του̃ λαου̃ καὶ ἀπέθανον καὶ ἀπέθανεν καὶ Σαουλ καὶ Ιωναθαν ὁ υἱὸς αὐτου̃ ἀπέθανεν
καὶ εἰ̃πεν Δαυιδ τω̨̃ παιδαρίω̨ τω̨̃ ἀπαγγέλλοντι αὐτω̨̃ πω̃ς οἰ̃δας ὅτι τέθνηκεν Σαουλ καὶ Ιωναθαν ὁ υἱὸς αὐτου̃
καὶ εἰ̃πεν τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτω̨̃ περιπτώματι περιέπεσον ἐν τω̨̃ ὄρει τω̨̃ Γελβουε καὶ ἰδοὺ Σαουλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτου̃ καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνη̃ψαν αὐτω̨̃
καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτου̃ καὶ εἰ̃δέν με καὶ ἐκάλεσέν με καὶ εἰ̃πα ἰδοὺ ἐγώ
καὶ εἰ̃πέν μοι τίς εἰ̃ σύ καὶ εἰ̃πα Αμαληκίτης ἐγώ εἰμι
καὶ εἰ̃πεν πρός με στη̃θι δὴ ἐπάνω μου καὶ θανάτωσόν με ὅτι κατέσχεν με σκότος δεινόν ὅτι πα̃σα ἡ ψυχή μου ἐν ἐμοί
10 καὶ ἐπέστην ἐπ' αὐτὸν καὶ ἐθανάτωσα αὐτόν ὅτι ἤ̨δειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσει̃ν αὐτόν καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ τὸν χλιδω̃να τὸν ἐπὶ του̃ βραχίονος αὐτου̃ καὶ ἐνήνοχα αὐτὰ τω̨̃ κυρίω̨ μου ὡ̃δε
11 καὶ ἐκράτησεν Δαυιδ τω̃ν ἱματίων αὐτου̃ καὶ διέρρηξεν αὐτά καὶ πάντες οἱ ἄνδρες οἱ μετ' αὐτου̃ διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν
12 καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναθαν τὸν υἱὸν αὐτου̃ καὶ ἐπὶ τὸν λαὸν Ιουδα καὶ ἐπὶ τὸν οἰ̃κον Ισραηλ ὅτι ἐπλήγησαν ἐν ῥομφαία̨
13 καὶ εἰ̃πεν Δαυιδ τω̨̃ παιδαρίω̨ τω̨̃ ἀπαγγέλλοντι αὐτω̨̃ πόθεν εἰ̃ σύ καὶ εἰ̃πεν υἱὸς ἀνδρὸς παροίκου Αμαληκίτου ἐγώ εἰμι
14 καὶ εἰ̃πεν αὐτω̨̃ Δαυιδ πω̃ς οὐκ ἐφοβήθης ἐπενεγκει̃ν χει̃ρά σου διαφθει̃ραι τὸν χριστὸν κυρίου
15 καὶ ἐκάλεσεν Δαυιδ ἓν τω̃ν παιδαρίων αὐτου̃ καὶ εἰ̃πεν προσελθὼν ἀπάντησον αὐτω̨̃ καὶ ἐπάταξεν αὐτόν καὶ ἀπέθανεν
16 καὶ εἰ̃πεν Δαυιδ πρὸς αὐτόν τὸ αἱ̃μά σου ἐπὶ τὴν κεφαλήν σου ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σου̃ λέγων ὅτι ἐγὼ ἐθανάτωσα τὸν χριστὸν κυρίου
17 καὶ ἐθρήνησεν Δαυιδ τὸν θρη̃νον του̃τον ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναθαν τὸν υἱὸν αὐτου̃
18 καὶ εἰ̃πεν του̃ διδάξαι τοὺς υἱοὺς Ιουδα ἰδοὺ γέγραπται ἐπὶ βιβλίου του̃ εὐθου̃ς
19 στήλωσον Ισραηλ ὑπὲρ τω̃ν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιω̃ν πω̃ς ἔπεσαν δυνατοί
20 μὴ ἀναγγείλητε ἐν Γεθ καὶ μὴ εὐαγγελίσησθε ἐν ται̃ς ἐξόδοις 'Ασκαλω̃νος μήποτε εὐφρανθω̃σιν θυγατέρες ἀλλοφύλων μήποτε ἀγαλλιάσωνται θυγατέρες τω̃ν ἀπεριτμήτων
21 ὄρη τὰ ἐν Γελβουε μὴ καταβη̨̃ δρόσος καὶ μὴ ὑετὸς ἐφ' ὑμα̃ς καὶ ἀγροὶ ἀπαρχω̃ν ὅτι ἐκει̃ προσωχθίσθη θυρεὸς δυνατω̃ν θυρεὸς Σαουλ οὐκ ἐχρίσθη ἐν ἐλαίω̨
22 ἀφ' αἵματος τραυματιω̃ν ἀπὸ στέατος δυνατω̃ν τόξον Ιωναθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω καὶ ῥομφαία Σαουλ οὐκ ἀνέκαμψεν κενή
23 Σαουλ καὶ Ιωναθαν οἱ ἠγαπημένοι καὶ ὡραι̃οι οὐ διακεχωρισμένοι εὐπρεπει̃ς ἐν τη̨̃ ζωη̨̃ αὐτω̃ν καὶ ἐν τω̨̃ θανάτω̨ αὐτω̃ν οὐ διεχωρίσθησαν ὑπὲρ ἀετοὺς κου̃φοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν
24 θυγατέρες Ισραηλ ἐπὶ Σαουλ κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμα̃ς κόκκινα μετὰ κόσμου ὑμω̃ν τὸν ἀναφέροντα κόσμον χρυσου̃ν ἐπὶ τὰ ἐνδύματα ὑμω̃ν
25 πω̃ς ἔπεσαν δυνατοὶ ἐν μέσω̨ του̃ πολέμου Ιωναθαν ἐπὶ τὰ ὕψη σου τραυματίας
26 ἀλγω̃ ἐπὶ σοί ἄδελφέ μου Ιωναθαν ὡραιώθης μοι σφόδρα ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικω̃ν
27 πω̃ς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).