Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 3

καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον του̃ οἴκου Σαουλ καὶ ἀνὰ μέσον του̃ οἴκου Δαυιδ καὶ ὁ οἰ̃κος Δαυιδ ἐπορεύετο καὶ ἐκραταιου̃το καὶ ὁ οἰ̃κος Σαουλ ἐπορεύετο καὶ ἠσθένει
καὶ ἐτέχθησαν τω̨̃ Δαυιδ υἱοὶ ἐν Χεβρων καὶ ἠ̃ν ὁ πρωτότοκος αὐτου̃ Αμνων τη̃ς Αχινοομ τη̃ς Ιεζραηλίτιδος
καὶ ὁ δεύτερος αὐτου̃ Δαλουια τη̃ς Αβιγαιας τη̃ς Καρμηλίας καὶ ὁ τρίτος Αβεσσαλωμ υἱὸς Μααχα θυγατρὸς Θολμι βασιλέως Γεσιρ
καὶ ὁ τέταρτος Ορνια υἱὸς Φεγγιθ καὶ ὁ πέμπτος Σαβατια τη̃ς Αβιταλ
καὶ ὁ ἕκτος Ιεθερααμ τη̃ς Αιγλα γυναικὸς Δαυιδ οὑ̃τοι ἐτέχθησαν τω̨̃ Δαυιδ ἐν Χεβρων
καὶ ἐγένετο ἐν τω̨̃ εἰ̃ναι τὸν πόλεμον ἀνὰ μέσον του̃ οἴκου Σαουλ καὶ ἀνὰ μέσον του̃ οἴκου Δαυιδ καὶ Αβεννηρ ἠ̃ν κρατω̃ν του̃ οἰ̃κου Σαουλ
καὶ τω̨̃ Σαουλ παλλακὴ Ρεσφα θυγάτηρ Ιαλ καὶ εἰ̃πεν Μεμφιβοσθε υἱὸς Σαουλ πρὸς Αβεννηρ τί ὅτι εἰση̃λθες πρὸς τὴν παλλακὴν του̃ πατρός μου
καὶ ἐθυμώθη σφόδρα Αβεννηρ περὶ του̃ λόγου Μεμφιβοσθε καὶ εἰ̃πεν Αβεννηρ πρὸς αὐτόν μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι ἐποίησα ἔλεος σήμερον μετὰ του̃ οἴκου Σαουλ του̃ πατρός σου καὶ περὶ ἀδελφω̃ν καὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἰ̃κον Δαυιδ καὶ ἐπιζητει̃ς ἐπ' ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον
τάδε ποιήσαι ὁ θεὸς τω̨̃ Αβεννηρ καὶ τάδε προσθείη αὐτω̨̃ ὅτι καθὼς ὤμοσεν κύριος τω̨̃ Δαυιδ ὅτι οὕτως ποιήσω αὐτω̨̃ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨
10 περιελει̃ν τὴν βασιλείαν ἀπὸ του̃ οἴκου Σαουλ καὶ του̃ ἀναστη̃σαι τὸν θρόνον Δαυιδ ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸν Ιουδαν ἀπὸ Δαν ἕως Βηρσαβεε
11 καὶ οὐκ ἠδυνάσθη ἔτι Μεμφιβοσθε ἀποκριθη̃ναι τω̨̃ Αβεννηρ ῥη̃μα ἀπὸ του̃ φοβει̃σθαι αὐτόν
12 καὶ ἀπέστειλεν Αβεννηρ ἀγγέλους πρὸς Δαυιδ εἰς Θαιλαμ οὑ̃ ἠ̃ν παραχρη̃μα λέγων διάθου διαθήκην σου μετ' ἐμου̃ καὶ ἰδοὺ ἡ χείρ μου μετὰ σου̃ του̃ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἰ̃κον Ισραηλ
13 καὶ εἰ̃πεν Δαυιδ ἐγὼ καλω̃ς διαθήσομαι πρὸς σὲ διαθήκην πλὴν λόγον ἕνα ἐγὼ αἰτου̃μαι παρὰ σου̃ λέγων οὐκ ὄψει τὸ πρόσωπόν μου ἐὰν μὴ ἀγάγη̨ς τὴν Μελχολ θυγατέρα Σαουλ παραγινομένου σου ἰδει̃ν τὸ πρόσωπόν μου
14 καὶ ἐξαπέστειλεν Δαυιδ πρὸς Μεμφιβοσθε υἱὸν Σαουλ ἀγγέλους λέγων ἀπόδος μοι τὴν γυναι̃κά μου τὴν Μελχολ ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων
15 καὶ ἀπέστειλεν Μεμφιβοσθε καὶ ἔλαβεν αὐτὴν παρὰ του̃ ἀνδρὸς αὐτη̃ς παρὰ Φαλτιηλ υἱου̃ Σελλης
16 καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτη̃ς μετ' αὐτη̃ς κλαίων ὀπίσω αὐτη̃ς ἕως Βαρακιμ καὶ εἰ̃πεν πρὸς αὐτὸν Αβεννηρ πορεύου ἀνάστρεφε καὶ ἀνέστρεψεν
17 καὶ εἰ̃πεν Αβεννηρ πρὸς τοὺς πρεσβυτέρους Ισραηλ λέγων ἐχθὲς καὶ τρίτην ἐζητει̃τε τὸν Δαυιδ βασιλεύειν ἐφ' ὑμω̃ν
18 καὶ νυ̃ν ποιήσατε ὅτι κύριος ἐλάλησεν περὶ Δαυιδ λέγων ἐν χειρὶ του̃ δούλου μου Δαυιδ σώσω τὸν Ισραηλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τω̃ν ἐχθρω̃ν αὐτω̃ν
19 καὶ ἐλάλησεν Αβεννηρ ἐν τοι̃ς ὠσὶν Βενιαμιν καὶ ἐπορεύθη Αβεννηρ του̃ λαλη̃σαι εἰς τὰ ὠ̃τα του̃ Δαυιδ εἰς Χεβρων πάντα ὅσα ἤρεσεν ἐν ὀφθαλμοι̃ς Ισραηλ καὶ ἐν ὀφθαλμοι̃ς παντὸς οἴκου Βενιαμιν
20 καὶ ἠ̃λθεν Αβεννηρ πρὸς Δαυιδ εἰς Χεβρων καὶ μετ' αὐτου̃ εἴκοσι ἄνδρες καὶ ἐποίησεν Δαυιδ τω̨̃ Αβεννηρ καὶ τοι̃ς ἀνδράσιν τοι̃ς μετ' αὐτου̃ πότον
21 καὶ εἰ̃πεν Αβεννηρ πρὸς Δαυιδ ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ισραηλ καὶ διαθήσομαι μετὰ σου̃ διαθήκην καὶ βασιλεύσεις ἐπὶ πα̃σιν οἱ̃ς ἐπιθυμει̃ ἡ ψυχή σου καὶ ἀπέστειλεν Δαυιδ τὸν Αβεννηρ καὶ ἐπορεύθη ἐν εἰρήνη̨
22 καὶ ἰδοὺ οἱ παι̃δες Δαυιδ καὶ Ιωαβ παρεγίνοντο ἐκ τη̃ς ἐξοδίας καὶ σκυ̃λα πολλὰ ἔφερον μετ' αὐτω̃ν καὶ Αβεννηρ οὐκ ἠ̃ν μετὰ Δαυιδ εἰς Χεβρων ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνη̨
23 καὶ Ιωαβ καὶ πα̃σα ἡ στρατιὰ αὐτου̃ ἤχθησαν καὶ ἀπηγγέλη τω̨̃ Ιωαβ λέγοντες ἥκει Αβεννηρ υἱὸς Νηρ πρὸς Δαυιδ καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπη̃λθεν ἐν εἰρήνη̨
24 καὶ εἰση̃λθεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ εἰ̃πεν τί του̃το ἐποίησας ἰδοὺ ἠ̃λθεν Αβεννηρ πρὸς σέ καὶ ἵνα τί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνη̨
25 ἠ̃ οὐκ οἰ̃δας τὴν κακίαν Αβεννηρ υἱου̃ Νηρ ὅτι ἀπατη̃σαί σε παρεγένετο καὶ γνω̃ναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνω̃ναι ἅπαντα ὅσα σὺ ποιει̃ς
26 καὶ ἀνέστρεψεν Ιωαβ ἀπὸ του̃ Δαυιδ καὶ ἀπέστειλεν ἀγγέλους ὀπίσω Αβεννηρ καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ του̃ φρέατος του̃ Σεϊραμ καὶ Δαυιδ οὐκ ἤ̨δει
27 καὶ ἐπέστρεψεν Αβεννηρ εἰς Χεβρων καὶ ἐξέκλινεν αὐτὸν Ιωαβ ἐκ πλαγίων τη̃ς πύλης λαλη̃σαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκει̃ ἐπὶ τὴν ψόαν καὶ ἀπέθανεν ἐν τω̨̃ αἵματι Ασαηλ του̃ ἀδελφου̃ Ιωαβ
28 καὶ ἤκουσεν Δαυιδ μετὰ ταυ̃τα καὶ εἰ̃πεν ἀθω̨̃ός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ κυρίου ἕως αἰω̃νος ἀπὸ τω̃ν αἱμάτων Αβεννηρ υἱου̃ Νηρ
29 καταντησάτωσαν ἐπὶ κεφαλὴν Ιωαβ καὶ ἐπὶ πάντα τὸν οἰ̃κον του̃ πατρὸς αὐτου̃ καὶ μὴ ἐκλίποι ἐκ του̃ οἴκου Ιωαβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατω̃ν σκυτάλης καὶ πίπτων ἐν ῥομφαία̨ καὶ ἐλασσούμενος ἄρτοις
30 Ιωαβ δὲ καὶ Αβεσσα ὁ ἀδελφὸς αὐτου̃ διεπαρετηρου̃ντο τὸν Αβεννηρ ἀνθ' ὡ̃ν ἐθανάτωσεν τὸν Ασαηλ τὸν ἀδελφὸν αὐτω̃ν ἐν Γαβαων ἐν τω̨̃ πολέμω̨
31 καὶ εἰ̃πεν Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ' αὐτου̃ διαρρήξατε τὰ ἱμάτια ὑμω̃ν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν Αβεννηρ καὶ ὁ βασιλεὺς Δαυιδ ἐπορεύετο ὀπίσω τη̃ς κλίνης
32 καὶ θάπτουσιν τὸν Αβεννηρ εἰς Χεβρων καὶ ἠ̃ρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτου̃ καὶ ἔκλαυσεν ἐπὶ του̃ τάφου αὐτου̃ καὶ ἔκλαυσεν πα̃ς ὁ λαὸς ἐπὶ Αβεννηρ
33 καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Αβεννηρ καὶ εἰ̃πεν εἰ κατὰ τὸν θάνατον Ναβαλ ἀποθανει̃ται Αβεννηρ
34 αἱ χει̃ρές σου οὐκ ἐδέθησαν οἱ πόδες σου οὐκ ἐν πέδαις οὐ προσήγαγεν ὡς Ναβαλ ἐνώπιον υἱω̃ν ἀδικίας ἔπεσας καὶ συνήχθη πα̃ς ὁ λαὸς του̃ κλαυ̃σαι αὐτόν
35 καὶ ἠ̃λθεν πα̃ς ὁ λαὸς περιδειπνη̃σαι τὸν Δαυιδ ἄρτοις ἔτι οὔσης ἡμέρας καὶ ὤμοσεν Δαυιδ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι ἐὰν μὴ δύη̨ ὁ ἥλιος οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος
36 καὶ ἔγνω πα̃ς ὁ λαός καὶ ἤρεσεν ἐνώπιον αὐτω̃ν πάντα ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον του̃ λαου̃
37 καὶ ἔγνω πα̃ς ὁ λαὸς καὶ πα̃ς Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅτι οὐκ ἐγένετο παρὰ του̃ βασιλέως θανατω̃σαι τὸν Αβεννηρ υἱὸν Νηρ
38 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς τοὺς παι̃δας αὐτου̃ οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐν τω̨̃ Ισραηλ
39 καὶ ὅτι ἐγώ εἰμι σήμερον συγγενὴς καὶ καθεσταμένος ὑπὸ βασιλέως οἱ δὲ ἄνδρες οὑ̃τοι υἱοὶ Σαρουιας σκληρότεροί μού εἰσιν ἀνταποδω̨̃ κύριος τω̨̃ ποιου̃ντι πονηρὰ κατὰ τὴν κακίαν αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).