ΒΑΣΙΛΕΙΩΝ Β,
κεφαλίς 4
1 καὶ ἤκουσεν Μεμφιβοσθε υἱὸς Σαουλ ὅτι τέθνηκεν Αβεννηρ ἐν Χεβρων καὶ ἐξελύθησαν αἱ χει̃ρες αὐτου̃ καὶ πάντες οἱ ἄνδρες Ισραηλ παρείθησαν |
2 καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τω̨̃ Μεμφιβοσθε υἱω̨̃ Σαουλ ὄνομα τω̨̃ ἑνὶ Βαανα καὶ ὄνομα τω̨̃ δευτέρω̨ Ρηχαβ υἱοὶ Ρεμμων του̃ Βηρωθαίου ἐκ τω̃ν υἱω̃ν Βενιαμιν ὅτι Βηρωθ ἐλογίζετο τοι̃ς υἱοι̃ς Βενιαμιν |
3 καὶ ἀπέδρασαν οἱ Βηρωθαι̃οι εἰς Γεθθαιμ καὶ ἠ̃σαν ἐκει̃ παροικου̃ντες ἕως τη̃ς ἡμέρας ταύτης |
4 καὶ τω̨̃ Ιωναθαν υἱω̨̃ Σαουλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτω̃ν πέντε οὑ̃τος ἐν τω̨̃ ἐλθει̃ν τὴν ἀγγελίαν Σαουλ καὶ Ιωναθαν του̃ υἱου̃ αὐτου̃ ἐξ Ιεζραελ καὶ ἠ̃ρεν αὐτὸν ἡ τιθηνὸς αὐτου̃ καὶ ἔφυγεν καὶ ἐγένετο ἐν τω̨̃ σπεύδειν αὐτὴν καὶ ἀναχωρει̃ν καὶ ἔπεσεν καὶ ἐχωλάνθη καὶ ὄνομα αὐτω̨̃ Μεμφιβοσθε |
5 καὶ ἐπορεύθησαν υἱοὶ Ρεμμων του̃ Βηρωθαίου Ρεκχα καὶ Βαανα καὶ εἰση̃λθον ἐν τω̨̃ καύματι τη̃ς ἡμέρας εἰς οἰ̃κον Μεμφιβοσθε καὶ αὐτὸς ἐκάθευδεν ἐν τη̨̃ κοίτη̨ τη̃ς μεσημβρίας |
6 καὶ ἰδοὺ ἡ θυρωρὸς του̃ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάθευδεν καὶ Ρεκχα καὶ Βαανα οἱ ἀδελφοὶ διέλαθον |
7 καὶ εἰση̃λθον εἰς τὸν οἰ̃κον καὶ Μεμφιβοσθε ἐκάθευδεν ἐπὶ τη̃ς κλίνης αὐτου̃ ἐν τω̨̃ κοιτω̃νι αὐτου̃ καὶ τύπτουσιν αὐτὸν καὶ θανατου̃σιν καὶ ἀφαιρου̃σιν τὴν κεφαλὴν αὐτου̃ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτου̃ καὶ ἀπη̃λθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα |
8 καὶ ἤνεγκαν τὴν κεφαλὴν Μεμφιβοσθε τω̨̃ Δαυιδ εἰς Χεβρων καὶ εἰ̃παν πρὸς τὸν βασιλέα ἰδοὺ ἡ κεφαλὴ Μεμφιβοσθε υἱου̃ Σαουλ του̃ ἐχθρου̃ σου ὃς ἐζήτει τὴν ψυχήν σου καὶ ἔδωκεν κύριος τω̨̃ κυρίω̨ βασιλει̃ ἐκδίκησιν τω̃ν ἐχθρω̃ν αὐτου̃ ὡς ἡ ἡμέρα αὕτη ἐκ Σαουλ του̃ ἐχθρου̃ σου καὶ ἐκ του̃ σπέρματος αὐτου̃ |
9 καὶ ἀπεκρίθη Δαυιδ τω̨̃ Ρεκχα καὶ τω̨̃ Βαανα ἀδελφω̨̃ αὐτου̃ υἱοι̃ς Ρεμμων του̃ Βηρωθαίου καὶ εἰ̃πεν αὐτοι̃ς ζη̨̃ κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως |
10 ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκεν Σαουλ καὶ αὐτὸς ἠ̃ν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα ἐν Σεκελακ ὡ̨̃ ἔδει με δου̃ναι εὐαγγέλια |
11 καὶ νυ̃ν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τω̨̃ οἴκω̨ αὐτου̃ ἐπὶ τη̃ς κοίτης αὐτου̃ καὶ νυ̃ν ἐκζητήσω τὸ αἱ̃μα αὐτου̃ ἐκ χειρὸς ὑμω̃ν καὶ ἐξολεθρεύσω ὑμα̃ς ἐκ τη̃ς γη̃ς |
12 καὶ ἐνετείλατο Δαυιδ τοι̃ς παιδαρίοις αὐτου̃ καὶ ἀποκτέννουσιν αὐτοὺς καὶ κολοβου̃σιν τὰς χει̃ρας αὐτω̃ν καὶ τοὺς πόδας αὐτω̃ν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τη̃ς κρήνης ἐν Χεβρων καὶ τὴν κεφαλὴν Μεμφιβοσθε ἔθαψαν ἐν τω̨̃ τάφω̨ Αβεννηρ υἱου̃ Νηρ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.