ΜΑΚΚΑΒΑΊΩΝ Β,
κεφαλίς 2,
στἰχοι 5-8
5 καὶ ἐλθὼν ὁ Ιερεμιας εὑ̃ρεν οἰ̃κον ἀντρώδη καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον του̃ θυμιάματος εἰσήνεγκεν ἐκει̃ καὶ τὴν θύραν ἐνέφραξεν |
6 καὶ προσελθόντες τινὲς τω̃ν συνακολουθούντων ὥστε ἐπισημάνασθαι τὴν ὁδὸν καὶ οὐκ ἐδυνήθησαν εὑρει̃ν |
7 ὡς δὲ ὁ Ιερεμιας ἔγνω μεμψάμενος αὐτοι̃ς εἰ̃πεν ὅτι καὶ ἄγνωστος ὁ τόπος ἔσται ἕως ἂν συναγάγη̨ ὁ θεὸς ἐπισυναγωγὴν του̃ λαου̃ καὶ ἵλεως γένηται |
8 καὶ τότε ὁ κύριος ἀναδείξει ταυ̃τα καὶ ὀφθήσεται ἡ δόξα του̃ κυρίου καὶ ἡ νεφέλη ὡς ἐπὶ Μωυση̨̃ ἐδηλου̃το ὡς καὶ ὁ Σαλωμων ἠξίωσεν ἵνα ὁ τόπος καθαγιασθη̨̃ μεγάλως |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.