Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Β, κεφαλίς 2

εὑρίσκεται δὲ ἐν ται̃ς ἀπογραφαι̃ς Ιερεμιας ὁ προφήτης ὅτι ἐκέλευσεν του̃ πυρὸς λαβει̃ν τοὺς μεταγενομένους ὡς σεσήμανται
καὶ ὡς ἐνετείλατο τοι̃ς μεταγενομένοις ὁ προφήτης δοὺς αὐτοι̃ς τὸν νόμον ἵνα μὴ ἐπιλάθωνται τω̃ν προσταγμάτων του̃ κυρίου καὶ ἵνα μὴ ἀποπλανηθω̃σιν ται̃ς διανοίαις βλέποντες ἀγάλματα χρυσα̃ καὶ ἀργυρα̃ καὶ τὸν περὶ αὐτὰ κόσμον
καὶ ἕτερα τοιαυ̃τα λέγων παρεκάλει μὴ ἀποστη̃ναι τὸν νόμον ἀπὸ τη̃ς καρδίας αὐτω̃ν
ἠ̃ν δὲ ἐν τη̨̃ γραφη̨̃ ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προφήτης χρηματισμου̃ γενηθέντος αὐτω̨̃ συνακολουθει̃ν ὡς δὲ ἐξη̃λθεν εἰς τὸ ὄρος οὑ̃ ὁ Μωυση̃ς ἀναβὰς ἐθεάσατο τὴν του̃ θεου̃ κληρονομίαν
καὶ ἐλθὼν ὁ Ιερεμιας εὑ̃ρεν οἰ̃κον ἀντρώδη καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον του̃ θυμιάματος εἰσήνεγκεν ἐκει̃ καὶ τὴν θύραν ἐνέφραξεν
καὶ προσελθόντες τινὲς τω̃ν συνακολουθούντων ὥστε ἐπισημάνασθαι τὴν ὁδὸν καὶ οὐκ ἐδυνήθησαν εὑρει̃ν
ὡς δὲ ὁ Ιερεμιας ἔγνω μεμψάμενος αὐτοι̃ς εἰ̃πεν ὅτι καὶ ἄγνωστος ὁ τόπος ἔσται ἕως ἂν συναγάγη̨ ὁ θεὸς ἐπισυναγωγὴν του̃ λαου̃ καὶ ἵλεως γένηται
καὶ τότε ὁ κύριος ἀναδείξει ταυ̃τα καὶ ὀφθήσεται ἡ δόξα του̃ κυρίου καὶ ἡ νεφέλη ὡς ἐπὶ Μωυση̨̃ ἐδηλου̃το ὡς καὶ ὁ Σαλωμων ἠξίωσεν ἵνα ὁ τόπος καθαγιασθη̨̃ μεγάλως
διεσαφει̃το δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκεν θυσίαν ἐγκαινισμου̃ καὶ τη̃ς τελειώσεως του̃ ἱερου̃
10 καθὼς καὶ Μωυση̃ς προσηύξατο πρὸς κύριον καὶ κατέβη πυ̃ρ ἐκ του̃ οὐρανου̃ καὶ τὰ τη̃ς θυσίας ἐδαπάνησεν οὕτως καὶ Σαλωμων προσηύξατο καὶ καταβὰν τὸ πυ̃ρ ἀνήλωσεν τὰ ὁλοκαυτώματα
11 καὶ εἰ̃πεν Μωυση̃ς διὰ τὸ μὴ βεβρω̃σθαι τὸ περὶ τη̃ς ἁμαρτίας ἀνηλώθη
12 ὡσαύτως καὶ ὁ Σαλωμων τὰς ὀκτὼ ἡμέρας ἤγαγεν
13 ἐξηγου̃ντο δὲ καὶ ἐν ται̃ς ἀναγραφαι̃ς καὶ ἐν τοι̃ς ὑπομνηματισμοι̃ς τοι̃ς κατὰ τὸν Νεεμιαν τὰ αὐτὰ καὶ ὡς καταβαλλόμενος βιβλιοθήκην ἐπισυνήγαγεν τὰ περὶ τω̃ν βασιλέων βιβλία καὶ προφητω̃ν καὶ τὰ του̃ Δαυιδ καὶ ἐπιστολὰς βασιλέων περὶ ἀναθεμάτων
14 ὡσαύτως δὲ καὶ Ιουδας τὰ διαπεπτωκότα διὰ τὸν γεγονότα πόλεμον ἡμι̃ν ἐπισυνήγαγεν πάντα καὶ ἔστιν παρ' ἡμι̃ν
15 ὡ̃ν οὐ̃ν ἐὰν χρείαν ἔχητε τοὺς ἀποκομιου̃ντας ὑμι̃ν ἀποστέλλετε
16 μέλλοντες οὐ̃ν ἄγειν τὸν καθαρισμὸν ἐγράψαμεν ὑμι̃ν καλώς οὐ̃ν ποιήσετε ἄγοντες τὰς ἡμέρας
17 ὁ δὲ θεὸς ὁ σώσας τὸν πάντα λαὸν αὐτου̃ καὶ ἀποδοὺς τὴν κληρονομίαν πα̃σιν καὶ τὸ βασίλειον καὶ τὸ ἱεράτευμα καὶ τὸν ἁγιασμόν
18 καθὼς ἐπηγγείλατο διὰ του̃ νόμου ἐλπίζομεν γὰρ ἐπὶ τω̨̃ θεω̨̃ ὅτι ταχέως ἡμα̃ς ἐλεήσει καὶ ἐπισυνάξει ἐκ τη̃ς ὑπὸ τὸν οὐρανὸν εἰς τὸν ἅγιον τόπον ἐξείλετο γὰρ ἡμα̃ς ἐκ μεγάλων κακω̃ν καὶ τὸν τόπον ἐκαθάρισεν
19 τὰ δὲ κατὰ τὸν Ιουδαν τὸν Μακκαβαι̃ον καὶ τοὺς τούτου ἀδελφοὺς καὶ τὸν του̃ ἱερου̃ του̃ μεγίστου καθαρισμὸν καὶ τὸν του̃ βωμου̃ ἐγκαινισμὸν
20 ἔτι τε τοὺς πρὸς 'Αντίοχον τὸν 'Επιφανη̃ καὶ τὸν τούτου υἱὸν Εὐπάτορα πολέμους
21 καὶ τὰς ἐξ οὐρανου̃ γενομένας ἐπιφανείας τοι̃ς ὑπὲρ του̃ Ιουδαϊσμου̃ φιλοτίμως ἀνδραγαθήσασιν ὥστε τὴν ὅλην χώραν ὀλίγους ὄντας λεηλατει̃ν καὶ τὰ βάρβαρα πλήθη διώκειν
22 καὶ τὸ περιβόητον καθ' ὅλην τὴν οἰκουμένην ἱερὸν ἀνακομίσασθαι καὶ τὴν πόλιν ἐλευθερω̃σαι καὶ τοὺς μέλλοντας καταλύεσθαι νόμους ἐπανορθω̃σαι του̃ κυρίου μετὰ πάσης ἐπιεικείας ἵλεω γενομένου αὐτοι̃ς
23 ὑπὸ 'Ιάσωνος του̃ Κυρηναίου δεδηλωμένα διὰ πέντε βιβλίων πειρασόμεθα δι' ἑνὸς συντάγματος ἐπιτεμει̃ν
24 συνορω̃ντες γὰρ τὸ χύμα τω̃ν ἀριθμω̃ν καὶ τὴν οὐ̃σαν δυσχέρειαν τοι̃ς θέλουσιν εἰσκυκλει̃σθαι τοι̃ς τη̃ς ἱστορίας διηγήμασιν διὰ τὸ πλη̃θος τη̃ς ὕλης
25 ἐφροντίσαμεν τοι̃ς μὲν βουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν τοι̃ς δὲ φιλοφρονου̃σιν εἰς τὸ διὰ μνήμης ἀναλαβει̃ν εὐκοπίαν πα̃σιν δὲ τοι̃ς ἐντυγχάνουσιν ὠφέλειαν
26 καὶ ἡμι̃ν μὲν τοι̃ς τὴν κακοπάθειαν ἐπιδεδεγμένοις τη̃ς ἐπιτομη̃ς οὐ ῥά̨διον ἱδρω̃τος δὲ καὶ ἀγρυπνίας τὸ πρα̃γμα
27 καθάπερ τω̨̃ παρασκευάζοντι συμπόσιον καὶ ζητου̃ντι τὴν ἑτέρων λυσιτέλειαν οὐκ εὐχερές ὅμως διὰ τὴν τω̃ν πολλω̃ν εὐχαριστίαν ἡδέως τὴν κακοπάθειαν ὑποίσομεν
28 τὸ μὲν διακριβου̃ν περὶ ἑκάστων τω̨̃ συγγραφει̃ παραχωρήσαντες τὸ δὲ ἐπιπορεύεσθαι τοι̃ς ὑπογραμμοι̃ς τη̃ς ἐπιτομη̃ς διαπονου̃ντες
29 καθάπερ γὰρ τη̃ς καινη̃ς οἰκίας ἀρχιτέκτονι τη̃ς ὅλης καταβολη̃ς φροντιστέον τω̨̃ δὲ ἐγκαίειν καὶ ζωγραφει̃ν ἐπιχειρου̃ντι τὰ ἐπιτήδεια πρὸς διακόσμησιν ἐξεταστέον οὕτως δοκω̃ καὶ ἐπὶ ἡμω̃ν
30 τὸ μὲν ἐμβατεύειν καὶ περίπατον ποιει̃σθαι λόγων καὶ πολυπραγμονει̃ν ἐν τοι̃ς κατὰ μέρος τω̨̃ τη̃ς ἱστορίας ἀρχηγέτη̨ καθήκει
31 τὸ δὲ σύντομον τη̃ς λέξεως μεταδιώκειν καὶ τὸ ἐξεργαστικὸν τη̃ς πραγματείας παραιτει̃σθαι τω̨̃ τὴν μετάφρασιν ποιουμένω̨ συγχωρητέον
32 ἐντευ̃θεν οὐ̃ν ἀρξώμεθα τη̃ς διηγήσεως τοι̃ς προειρημένοις τοσου̃τον ἐπιζεύξαντες εὔηθες γὰρ τὸ μὲν πρὸ τη̃ς ἱστορίας πλεονάζειν τὴν δὲ ἱστορίαν ἐπιτεμει̃ν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).