Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β, κεφαλίς 3

1 ταύτην ἤδη ἀγαπητοί δευτέραν ὑμι̃ν γράφω ἐπιστολήν ἐν αἱ̃ς διεγείρω ὑμω̃ν ἐν ὑπομνήσει τὴν εἰλικρινη̃ διάνοιαν
2 μνησθη̃ναι τω̃ν προειρημένων ῥημάτων ὑπò τω̃ν ἁγίων προφητω̃ν καὶ τη̃ς τω̃ν ἀποστόλων ὑμω̃ν ἐντολη̃ς του̃ κυρίου καὶ σωτη̃ρος
3 του̃το πρω̃τον γινώσκοντες ὅτι ἐλεύσονται ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν ἐν ἐμπαιγμονη̨̃ ἐμπαι̃κται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτω̃ν πορευόμενοι
4 καὶ λέγοντες που̃ ἐστιν ἡ ἐπαγγελία τη̃ς παρουσίας αὐτου̃ ἀφ' ἡ̃ς γὰρ οἱ πατέρες ἐκοιμήθησαν πάντα οὕτως διαμένει ἀπ' ἀρχη̃ς κτίσεως
5 λανθάνει γὰρ αὐτοὺς του̃το θέλοντας ὅτι οὐρανοὶ ἠ̃σαν ἔκπαλαι καὶ γη̃ ἐξ ὕδατος καὶ δι' ὕδατος συνεστω̃σα τω̨̃ του̃ θεου̃ λόγω̨
6 δι' ὡ̃ν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο
7 οἱ δὲ νυ̃ν οὐρανοὶ καὶ ἡ γη̃ τω̨̃ αὐτω̨̃ λόγω̨ τεθησαυρισμένοι εἰσὶν πυρί τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τω̃ν ἀσεβω̃ν ἀνθρώπων
8 ἓν δὲ του̃το μὴ λανθανέτω ὑμα̃ς ἀγαπητοί ὅτι μία ἡμέρα παρὰ κυρίω̨ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία
9 οὐ βραδύνει κύριος τη̃ς ἐπαγγελίας ὥς τινες βραδύτητα ἡγου̃νται ἀλλὰ μακροθυμει̃ εἰς ὑμα̃ς μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρη̃σαι
10 ἥξει δὲ ἡμέρα κυρίου ὡς κλέπτης ἐν ἡ̨̃ οἱ οὐρανοὶ ῥοιζηδòν παρελεύσονται στοιχει̃α δὲ καυσούμενα λυθήσεται καὶ γη̃ καὶ τὰ ἐν αὐτη̨̃ ἔργα εὑρεθήσεται
11 τούτων οὕτως πάντων λυομένων ποταποὺς δει̃ ὑπάρχειν ὑμα̃ς ἐν ἁγίαις ἀναστροφαι̃ς καὶ εὐσεβείαις
12 προσδοκω̃ντας καὶ σπεύδοντας τὴν παρουσίαν τη̃ς του̃ θεου̃ ἡμέρας δι' ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχει̃α καυσούμενα τήκεται
13 καινοὺς δὲ οὐρανοὺς καὶ γη̃ν καινὴν κατὰ τò ἐπάγγελμα αὐτου̃ προσδοκω̃μεν ἐν οἱ̃ς δικαιοσύνη κατοικει̃
14 διό ἀγαπητοί ταυ̃τα προσδοκω̃ντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτω̨̃ εὑρεθη̃ναι ἐν εἰρήνη̨
15 καὶ τὴν του̃ κυρίου ἡμω̃ν μακροθυμίαν σωτηρίαν ἡγει̃σθε καθὼς καὶ ὁ ἀγαπητòς ἡμω̃ν ἀδελφòς Παυ̃λος κατὰ τὴν δοθει̃σαν αὐτω̨̃ σοφίαν ἔγραψεν ὑμι̃ν
16 ὡς καὶ ἐν πάσαις ἐπιστολαι̃ς λαλω̃ν ἐν αὐται̃ς περὶ τούτων ἐν αἱ̃ς ἐστιν δυσνόητά τινα ἃ οἱ ἀμαθει̃ς καὶ ἀστήρικτοι στρεβλου̃σιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρòς τὴν ἰδίαν αὐτω̃ν ἀπώλειαν
17 ὑμει̃ς οὐ̃ν ἀγαπητοί προγινώσκοντες φυλάσσεσθε ἵνα μὴ τη̨̃ τω̃ν ἀθέσμων πλάνη̨ συναπαχθέντες ἐκπέσητε του̃ ἰδίου στηριγμου̃
18 αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει του̃ κυρίου ἡμω̃ν καὶ σωτη̃ρος ’Ιησου̃ Χριστου̃ αὐτω̨̃ ἡ δόξα καὶ νυ̃ν καὶ εἰς ἡμέραν αἰω̃νος ἀμήν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).