Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β, κεφαλίς 2,  στἰχοι 2-14

2 καὶ ἃ ἤκουσας παρ' ἐμου̃ διὰ πολλω̃ν μαρτύρων ταυ̃τα παράθου πιστοι̃ς ἀνθρώποις οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι
3 συγκακοπάθησον ὡς καλòς στρατιώτης Χριστου̃ ’Ιησου̃
4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ται̃ς του̃ βίου πραγματείαις ἵνα τω̨̃ στρατολογήσαντι ἀρέση̨
5 ἐὰν δὲ καὶ ἀθλη̨̃ τις οὐ στεφανου̃ται ἐὰν μὴ νομίμως ἀθλήση̨
6 τòν κοπιω̃ντα γεωργòν δει̃ πρω̃τον τω̃ν καρπω̃ν μεταλαμβάνειν
7 νόει ὃ λέγω δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πα̃σιν
8 μνημόνευε ’Ιησου̃ν Χριστòν ἐγηγερμένον ἐκ νεκρω̃ν ἐκ σπέρματος Δαυίδ κατὰ τò εὐαγγέλιόν μου
9 ἐν ὡ̨̃ κακοπαθω̃ μέχρι δεσμω̃ν ὡς κακου̃ργος ἀλλὰ ὁ λόγος του̃ θεου̃ οὐ δέδεται
10 διὰ του̃το πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τη̃ς ἐν Χριστω̨̃ ’Ιησου̃ μετὰ δόξης αἰωνίου
11 πιστòς ὁ λόγος εἰ γὰρ συναπεθάνομεν καὶ συζήσομεν
12 εἰ ὑπομένομεν καὶ συμβασιλεύσομεν εἰ ἀρνησόμεθα κἀκει̃νος ἀρνήσεται ἡμα̃ς
13 εἰ ἀπιστου̃μεν ἐκει̃νος πιστòς μένει ἀρνήσασθαι γὰρ ἑαυτòν οὐ δύναται
14 ταυ̃τα ὑπομίμνη̨σκε διαμαρτυρόμενος ἐνώπιον του̃ θεου̃ μὴ λογομαχει̃ν ἐπ' οὐδὲν χρήσιμον ἐπὶ καταστροφη̨̃ τω̃ν ἀκουόντων

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).