Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 1

1 καὶ ὁ βασιλεὺς Δαυιδ πρεσβύτερος προβεβηκὼς ἡμέραις καὶ περιέβαλλον αὐτὸν ἱματίοις καὶ οὐκ ἐθερμαίνετο
2 καὶ εἰ̃πον οἱ παι̃δες αὐτου̃ ζητησάτωσαν τω̨̃ κυρίω̨ ἡμω̃ν τω̨̃ βασιλει̃ παρθένον νεάνιδα καὶ παραστήσεται τω̨̃ βασιλει̃ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ' αὐτου̃ καὶ θερμανθήσεται ὁ κύριος ἡμω̃ν ὁ βασιλεύς
3 καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ισραηλ καὶ εὑ̃ρον τὴν Αβισακ τὴν Σωμανι̃τιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα
4 καὶ ἡ νεα̃νις καλὴ ἕως σφόδρα καὶ ἠ̃ν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτω̨̃ καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν
5 καὶ Αδωνιας υἱὸς Αγγιθ ἐπή̨ρετο λέγων ἐγὼ βασιλεύσω καὶ ἐποίησεν ἑαυτω̨̃ ἅρματα καὶ ἱππει̃ς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτου̃
6 καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτου̃ οὐδέποτε λέγων διὰ τί σὺ ἐποίησας καί γε αὐτὸς ὡραι̃ος τη̨̃ ὄψει σφόδρα καὶ αὐτὸν ἔτεκεν ὀπίσω Αβεσσαλωμ
7 καὶ ἐγένοντο οἱ λόγοι αὐτου̃ μετὰ Ιωαβ του̃ υἱου̃ Σαρουιας καὶ μετὰ Αβιαθαρ του̃ ἱερέως καὶ ἐβοήθουν ὀπίσω Αδωνιου
8 καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Βαναιας υἱὸς Ιωδαε καὶ Ναθαν ὁ προφήτης καὶ Σεμεϊ καὶ Ρηι καὶ οἱ δυνατοὶ του̃ Δαυιδ οὐκ ἠ̃σαν ὀπίσω Αδωνιου
9 καὶ ἐθυσίασεν Αδωνιας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ λίθου του̃ Ζωελεθ ὃς ἠ̃ν ἐχόμενα τη̃ς πηγη̃ς Ρωγηλ καὶ ἐκάλεσεν πάντας τοὺς ἀδελφοὺς αὐτου̃ καὶ πάντας τοὺς ἁδροὺς Ιουδα παι̃δας του̃ βασιλέως
10 καὶ τὸν Ναθαν τὸν προφήτην καὶ Βαναιαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμων ἀδελφὸν αὐτου̃ οὐκ ἐκάλεσεν
11 καὶ εἰ̃πεν Ναθαν πρὸς Βηρσαβεε μητέρα Σαλωμων λέγων οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Αδωνιας υἱὸς Αγγιθ καὶ ὁ κύριος ἡμω̃ν Δαυιδ οὐκ ἔγνω
12 καὶ νυ̃ν δευ̃ρο συμβουλεύσω σοι δὴ συμβουλίαν καὶ ἐξελου̃ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν του̃ υἱου̃ σου Σαλωμων
13 δευ̃ρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἐρει̃ς πρὸς αὐτὸν λέγουσα οὐχὶ σύ κύριέ μου βασιλευ̃ ὤμοσας τη̨̃ δούλη̨ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ' ἐμὲ καὶ αὐτὸς καθιει̃ται ἐπὶ του̃ θρόνου μου καὶ τί ὅτι ἐβασίλευσεν Αδωνιας
14 καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκει̃ μετὰ του̃ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου
15 καὶ εἰση̃λθεν Βηρσαβεε πρὸς τὸν βασιλέα εἰς τὸ ταμίειον καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα καὶ Αβισακ ἡ Σωμανι̃τις ἠ̃ν λειτουργου̃σα τω̨̃ βασιλει̃
16 καὶ ἔκυψεν Βηρσαβεε καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν ὁ βασιλεύς τί ἐστίν σοι
17 ἡ δὲ εἰ̃πεν κύριέ μου βασιλευ̃ σὺ ὤμοσας ἐν κυρίω̨ τω̨̃ θεω̨̃ σου τη̨̃ δούλη̨ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ' ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ του̃ θρόνου μου
18 καὶ νυ̃ν ἰδοὺ Αδωνιας ἐβασίλευσεν καὶ σύ κύριέ μου βασιλευ̃ οὐκ ἔγνως
19 καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλη̃θος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς του̃ βασιλέως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ Ιωαβ τὸν ἄρχοντα τη̃ς δυνάμεως καὶ τὸν Σαλωμων τὸν δου̃λόν σου οὐκ ἐκάλεσεν
20 καὶ σύ κύριέ μου βασιλευ̃ οἱ ὀφθαλμοὶ παντὸς Ισραηλ πρὸς σὲ ἀπαγγει̃λαι αὐτοι̃ς τίς καθήσεται ἐπὶ του̃ θρόνου του̃ κυρίου μου του̃ βασιλέως μετ' αὐτόν
21 καὶ ἔσται ὡς ἂν κοιμηθη̨̃ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔσομαι ἐγὼ καὶ ὁ υἱός μου Σαλωμων ἁμαρτωλοί
22 καὶ ἰδοὺ ἔτι αὐτη̃ς λαλούσης μετὰ του̃ βασιλέως καὶ Ναθαν ὁ προφήτης ἠ̃λθεν
23 καὶ ἀνηγγέλη τω̨̃ βασιλει̃ ἰδοὺ Ναθαν ὁ προφήτης καὶ εἰση̃λθεν κατὰ πρόσωπον του̃ βασιλέως καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ κατὰ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν
24 καὶ εἰ̃πεν Ναθαν κύριέ μου βασιλευ̃ σὺ εἰ̃πας Αδωνιας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καθήσεται ἐπὶ του̃ θρόνου μου
25 ὅτι κατέβη σήμερον καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλη̃θος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς του̃ βασιλέως καὶ τοὺς ἄρχοντας τη̃ς δυνάμεως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ ἰδού εἰσιν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτου̃ καὶ εἰ̃παν ζήτω ὁ βασιλεὺς Αδωνιας
26 καὶ ἐμὲ αὐτὸν τὸν δου̃λόν σου καὶ Σαδωκ τὸν ἱερέα καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ Σαλωμων τὸν δου̃λόν σου οὐκ ἐκάλεσεν
27 εἰ διὰ του̃ κυρίου μου του̃ βασιλέως γέγονεν τὸ ῥη̃μα του̃το καὶ οὐκ ἐγνώρισας τω̨̃ δούλω̨ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον του̃ κυρίου μου του̃ βασιλέως μετ' αὐτόν
28 καὶ ἀπεκρίθη Δαυιδ καὶ εἰ̃πεν καλέσατέ μοι τὴν Βηρσαβεε καὶ εἰση̃λθεν ἐνώπιον του̃ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτου̃
29 καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἰ̃πεν ζη̨̃ κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως
30 ὅτι καθὼς ὤμοσά σοι ἐν κυρίω̨ τω̨̃ θεω̨̃ Ισραηλ λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ' ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ του̃ θρόνου μου ἀντ' ἐμου̃ ὅτι οὕτως ποιήσω τη̨̃ ἡμέρα̨ ταύτη̨
31 καὶ ἔκυψεν Βηρσαβεε ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυιδ εἰς τὸν αἰω̃να
32 καὶ εἰ̃πεν ὁ βασιλεὺς Δαυιδ καλέσατέ μοι Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ εἰση̃λθον ἐνώπιον του̃ βασιλέως
33 καὶ εἰ̃πεν ὁ βασιλεὺς αὐτοι̃ς λάβετε τοὺς δούλους του̃ κυρίου ὑμω̃ν μεθ' ὑμω̃ν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμων ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὸν Γιων
34 καὶ χρισάτω αὐτὸν ἐκει̃ Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ σαλπίσατε κερατίνη̨ καὶ ἐρει̃τε ζήτω ὁ βασιλεὺς Σαλωμων
35 καὶ καθήσεται ἐπὶ του̃ θρόνου μου καὶ αὐτὸς βασιλεύσει ἀντ' ἐμου̃ καὶ ἐγὼ ἐνετειλάμην του̃ εἰ̃ναι εἰς ἡγούμενον ἐπὶ Ισραηλ καὶ Ιουδα
36 καὶ ἀπεκρίθη Βαναιας υἱὸς Ιωδαε τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν γένοιτο οὕτως πιστώσαι κύριος ὁ θεὸς του̃ κυρίου μου του̃ βασιλέως
37 καθὼς ἠ̃ν κύριος μετὰ του̃ κυρίου μου του̃ βασιλέως οὕτως εἴη μετὰ Σαλωμων καὶ μεγαλύναι τὸν θρόνον αὐτου̃ ὑπὲρ τὸν θρόνον του̃ κυρίου μου του̃ βασιλέως Δαυιδ
38 καὶ κατέβη Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης καὶ Βαναιας υἱὸς Ιωδαε καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ ἐπεκάθισαν τὸν Σαλωμων ἐπὶ τὴν ἡμίονον του̃ βασιλέως Δαυιδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸν Γιων
39 καὶ ἔλαβεν Σαδωκ ὁ ἱερεὺς τὸ κέρας του̃ ἐλαίου ἐκ τη̃ς σκηνη̃ς καὶ ἔχρισεν τὸν Σαλωμων καὶ ἐσάλπισεν τη̨̃ κερατίνη̨ καὶ εἰ̃πεν πα̃ς ὁ λαός ζήτω ὁ βασιλεὺς Σαλωμων
40 καὶ ἀνέβη πα̃ς ὁ λαὸς ὀπίσω αὐτου̃ καὶ ἐχόρευον ἐν χοροι̃ς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην καὶ ἐρράγη ἡ γη̃ ἐν τη̨̃ φωνη̨̃ αὐτω̃ν
41 καὶ ἤκουσεν Αδωνιας καὶ πάντες οἱ κλητοὶ αὐτου̃ καὶ αὐτοὶ συνετέλεσαν φαγει̃ν καὶ ἤκουσεν Ιωαβ τὴν φωνὴν τη̃ς κερατίνης καὶ εἰ̃πεν τίς ἡ φωνὴ τη̃ς πόλεως ἠχούσης
42 ἔτι αὐτου̃ λαλου̃ντος καὶ ἰδοὺ Ιωναθαν υἱὸς Αβιαθαρ του̃ ἱερέως ἠ̃λθεν καὶ εἰ̃πεν Αδωνιας εἴσελθε ὅτι ἀνὴρ δυνάμεως εἰ̃ σύ καὶ ἀγαθὰ εὐαγγέλισαι
43 καὶ ἀπεκρίθη Ιωναθαν καὶ εἰ̃πεν καὶ μάλα ὁ κύριος ἡμω̃ν ὁ βασιλεὺς Δαυιδ ἐβασίλευσεν τὸν Σαλωμων
44 καὶ ἀπέστειλεν ὁ βασιλεὺς μετ' αὐτου̃ τὸν Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ τὸν χερεθθι καὶ τὸν φελεθθι καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον του̃ βασιλέως
45 καὶ ἔχρισαν αὐτὸν Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐν τω̨̃ Γιων καὶ ἀνέβησαν ἐκει̃θεν εὐφραινόμενοι καὶ ἤχησεν ἡ πόλις αὕτη ἡ φωνή ἣν ἠκούσατε
46 καὶ ἐκάθισεν Σαλωμων ἐπὶ θρόνον τη̃ς βασιλείας
47 καὶ εἰση̃λθον οἱ δου̃λοι του̃ βασιλέως εὐλογη̃σαι τὸν κύριον ἡμω̃ν τὸν βασιλέα Δαυιδ λέγοντες ἀγαθύναι ὁ θεὸς τὸ ὄνομα Σαλωμων του̃ υἱου̃ σου ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν θρόνον αὐτου̃ ὑπὲρ τὸν θρόνον σου καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην αὐτου̃
48 καί γε οὕτως εἰ̃πεν ὁ βασιλεύς εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἔδωκεν σήμερον ἐκ του̃ σπέρματός μου καθήμενον ἐπὶ του̃ θρόνου μου καὶ οἱ ὀφθαλμοί μου βλέπουσιν
49 καὶ ἐξέστησαν καὶ ἐξανέστησαν πάντες οἱ κλητοὶ του̃ Αδωνιου καὶ ἀπη̃λθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτου̃
50 καὶ Αδωνιας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμων καὶ ἀνέστη καὶ ἀπη̃λθεν καὶ ἐπελάβετο τω̃ν κεράτων του̃ θυσιαστηρίου
51 καὶ ἀνηγγέλη τω̨̃ Σαλωμων λέγοντες ἰδοὺ Αδωνιας ἐφοβήθη τὸν βασιλέα Σαλωμων καὶ κατέχει τω̃ν κεράτων του̃ θυσιαστηρίου λέγων ὀμοσάτω μοι σήμερον ὁ βασιλεὺς Σαλωμων εἰ οὐ θανατώσει τὸν δου̃λον αὐτου̃ ἐν ῥομφαία̨
52 καὶ εἰ̃πεν Σαλωμων ἐὰν γένηται εἰς υἱὸν δυνάμεως εἰ πεσει̃ται τω̃ν τριχω̃ν αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ ἐὰν κακία εὑρεθη̨̃ ἐν αὐτω̨̃ θανατωθήσεται
53 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ κατήνεγκεν αὐτὸν ἀπάνωθεν του̃ θυσιαστηρίου καὶ εἰση̃λθεν καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ Σαλωμων καὶ εἰ̃πεν αὐτω̨̃ Σαλωμων δευ̃ρο εἰς τὸν οἰ̃κόν σου

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 2

1 καὶ ἤγγισαν αἱ ἡμέραι Δαυιδ ἀποθανει̃ν αὐτόν καὶ ἐνετείλατο τω̨̃ Σαλωμων υἱω̨̃ αὐτου̃ λέγων
2 ἐγώ εἰμι πορεύομαι ἐν ὁδω̨̃ πάσης τη̃ς γη̃ς καὶ ἰσχύσεις καὶ ἔση̨ εἰς ἄνδρα
3 καὶ φυλάξεις τὴν φυλακὴν κυρίου του̃ θεου̃ σου του̃ πορεύεσθαι ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ φυλάσσειν τὰς ἐντολὰς αὐτου̃ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν νόμω̨ Μωυσέως ἵνα συνίη̨ς ἃ ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι
4 ἵνα στήση̨ κύριος τὸν λόγον αὐτου̃ ὃν ἐλάλησεν λέγων ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτω̃ν πορεύεσθαι ἐνώπιον ἐμου̃ ἐν ἀληθεία̨ ἐν ὅλη̨ καρδία̨ αὐτω̃ν καὶ ἐν ὅλη̨ ψυχη̨̃ αὐτω̃ν λέγων οὐκ ἐξολεθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ισραηλ
5 καί γε σὺ ἔγνως ὅσα ἐποίησέν μοι Ιωαβ υἱὸς Σαρουιας ὅσα ἐποίησεν τοι̃ς δυσὶν ἄρχουσιν τω̃ν δυνάμεων Ισραηλ τω̨̃ Αβεννηρ υἱω̨̃ Νηρ καὶ τω̨̃ Αμεσσαϊ υἱω̨̃ Ιεθερ καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξεν τὰ αἵματα πολέμου ἐν εἰρήνη̨ καὶ ἔδωκεν αἱ̃μα ἀθω̨̃ον ἐν τη̨̃ ζώνη̨ αὐτου̃ τη̨̃ ἐν τη̨̃ ὀσφύι αὐτου̃ καὶ ἐν τω̨̃ ὑποδήματι αὐτου̃ τω̨̃ ἐν τω̨̃ ποδὶ αὐτου̃
6 καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτου̃ ἐν εἰρήνη̨ εἰς ἅ̨δου
7 καὶ τοι̃ς υἱοι̃ς Βερζελλι του̃ Γαλααδίτου ποιήσεις ἔλεος καὶ ἔσονται ἐν τοι̃ς ἐσθίουσιν τὴν τράπεζάν σου ὅτι οὕτως ἤγγισάν μοι ἐν τω̨̃ με ἀποδιδράσκειν ἀπὸ προσώπου Αβεσσαλωμ του̃ ἀδελφου̃ σου
8 καὶ ἰδοὺ μετὰ σου̃ Σεμεϊ υἱὸς Γηρα υἱὸς του̃ Ιεμενι ἐκ Βαουριμ καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐπορευόμην εἰς παρεμβολάς καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ιορδάνην καὶ ὤμοσα αὐτω̨̃ ἐν κυρίω̨ λέγων εἰ θανατώσω σε ἐν ῥομφαία̨
9 καὶ οὐ μὴ ἀθω̨ώση̨ς αὐτόν ὅτι ἀνὴρ σοφὸς εἰ̃ σὺ καὶ γνώση̨ ἃ ποιήσεις αὐτω̨̃ καὶ κατάξεις τὴν πολιὰν αὐτου̃ ἐν αἵματι εἰς ἅ̨δου
10 καὶ ἐκοιμήθη Δαυιδ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν πόλει Δαυιδ
11 καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Δαυιδ ἐπὶ τὸν Ισραηλ τεσσαράκοντα ἔτη ἐν Χεβρων ἐβασίλευσεν ἔτη ἑπτὰ καὶ ἐν Ιερουσαλημ τριάκοντα τρία ἔτη
12 καὶ Σαλωμων ἐκάθισεν ἐπὶ του̃ θρόνου Δαυιδ του̃ πατρὸς αὐτου̃ υἱὸς ἐτω̃ν δώδεκα καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτου̃ σφόδρα
13 καὶ εἰση̃λθεν Αδωνιας υἱὸς Αγγιθ πρὸς Βηρσαβεε μητέρα Σαλωμων καὶ προσεκύνησεν αὐτη̨̃ ἡ δὲ εἰ̃πεν εἰρήνη ἡ εἴσοδός σου καὶ εἰ̃πεν εἰρήνη
14 λόγος μοι πρὸς σέ καὶ εἰ̃πεν αὐτω̨̃ λάλησον
15 καὶ εἰ̃πεν αὐτη̨̃ σὺ οἰ̃δας ὅτι ἐμοὶ ἠ̃ν ἡ βασιλεία καὶ ἐπ' ἐμὲ ἔθετο πα̃ς Ισραηλ τὸ πρόσωπον αὐτου̃ εἰς βασιλέα καὶ ἐστράφη ἡ βασιλεία καὶ ἐγενήθη τω̨̃ ἀδελφω̨̃ μου ὅτι παρὰ κυρίου ἐγένετο αὐτω̨̃
16 καὶ νυ̃ν αἴτησιν μίαν ἐγὼ αἰτου̃μαι παρὰ σου̃ μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου καὶ εἰ̃πεν αὐτω̨̃ Βηρσαβεε λάλει
17 καὶ εἰ̃πεν αὐτη̨̃ εἰπὸν δὴ πρὸς Σαλωμων τὸν βασιλέα ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτου̃ ἀπὸ σου̃ καὶ δώσει μοι τὴν Αβισακ τὴν Σωμανι̃τιν εἰς γυναι̃κα
18 καὶ εἰ̃πεν Βηρσαβεε καλω̃ς ἐγὼ λαλήσω περὶ σου̃ τω̨̃ βασιλει̃
19 καὶ εἰση̃λθεν Βηρσαβεε πρὸς τὸν βασιλέα Σαλωμων λαλη̃σαι αὐτω̨̃ περὶ Αδωνιου καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτη̨̃ καὶ κατεφίλησεν αὐτὴν καὶ ἐκάθισεν ἐπὶ του̃ θρόνου αὐτου̃ καὶ ἐτέθη θρόνος τη̨̃ μητρὶ του̃ βασιλέως καὶ ἐκάθισεν ἐκ δεξιω̃ν αὐτου̃
20 καὶ εἰ̃πεν αὐτω̨̃ αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτου̃μαι παρὰ σου̃ μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου καὶ εἰ̃πεν αὐτη̨̃ ὁ βασιλεύς αἴτησαι μη̃τερ ἐμή ὅτι οὐκ ἀποστρέψω σε
21 καὶ εἰ̃πεν δοθήτω δὲ Αβισακ ἡ Σωμανι̃τις τω̨̃ Αδωνια τω̨̃ ἀδελφω̨̃ σου εἰς γυναι̃κα
22 καὶ ἀπεκρίθη Σαλωμων ὁ βασιλεὺς καὶ εἰ̃πεν τη̨̃ μητρὶ αὐτου̃ καὶ ἵνα τί σὺ ἤ̨τησαι τὴν Αβισακ τω̨̃ Αδωνια καὶ αἴτησαι αὐτω̨̃ τὴν βασιλείαν ὅτι οὑ̃τος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ καὶ αὐτω̨̃ Αβιαθαρ ὁ ἱερεὺς καὶ αὐτω̨̃ Ιωαβ ὁ υἱὸς Σαρουιας ὁ ἀρχιστράτηγος ἑται̃ρος
23 καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμων κατὰ του̃ κυρίου λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι κατὰ τη̃ς ψυχη̃ς αὐτου̃ ἐλάλησεν Αδωνιας τὸν λόγον του̃τον
24 καὶ νυ̃ν ζη̨̃ κύριος ὃς ἡτοίμασέν με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυιδ του̃ πατρός μου καὶ αὐτὸς ἐποίησέν μοι οἰ̃κον καθὼς ἐλάλησεν κύριος ὅτι σήμερον θανατωθήσεται Αδωνιας
25 καὶ ἐξαπέστειλεν Σαλωμων ὁ βασιλεὺς ἐν χειρὶ Βαναιου υἱου̃ Ιωδαε καὶ ἀνει̃λεν αὐτόν καὶ ἀπέθανεν Αδωνιας ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨
26 καὶ τω̨̃ Αβιαθαρ τω̨̃ ἱερει̃ εἰ̃πεν ὁ βασιλεύς ἀπότρεχε σὺ εἰς Αναθωθ εἰς ἀγρόν σου ὅτι ἀνὴρ θανάτου εἰ̃ σὺ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ καὶ οὐ θανατώσω σε ὅτι ἠ̃ρας τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐνώπιον του̃ πατρός μου καὶ ὅτι ἐκακουχήθης ἐν ἅπασιν οἱ̃ς ἐκακουχήθη ὁ πατήρ μου
27 καὶ ἐξέβαλεν Σαλωμων τὸν Αβιαθαρ του̃ μὴ εἰ̃ναι ἱερέα του̃ κυρίου πληρωθη̃ναι τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ἐπὶ τὸν οἰ̃κον Ηλι ἐν Σηλωμ
28 καὶ ἡ ἀκοὴ ἠ̃λθεν ἕως Ιωαβ του̃ υἱου̃ Σαρουιας ὅτι Ιωαβ ἠ̃ν κεκλικὼς ὀπίσω Αδωνιου καὶ ὀπίσω Σαλωμων οὐκ ἔκλινεν καὶ ἔφυγεν Ιωαβ εἰς τὸ σκήνωμα του̃ κυρίου καὶ κατέσχεν τω̃ν κεράτων του̃ θυσιαστηρίου
29 καὶ ἀπηγγέλη τω̨̃ Σαλωμων λέγοντες ὅτι ἔφυγεν Ιωαβ εἰς τὴν σκηνὴν του̃ κυρίου καὶ ἰδοὺ κατέχει τω̃ν κεράτων του̃ θυσιαστηρίου καὶ ἀπέστειλεν Σαλωμων πρὸς Ιωαβ λέγων τί γέγονέν σοι ὅτι πέφευγας εἰς τὸ θυσιαστήριον καὶ εἰ̃πεν Ιωαβ ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου καὶ ἔφυγον πρὸς κύριον καὶ ἀπέστειλεν Σαλωμων ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε λέγων πορεύου καὶ ἄνελε αὐτὸν καὶ θάψον αὐτόν
30 καὶ ἠ̃λθεν Βαναιου υἱὸς Ιωδαε πρὸς Ιωαβ εἰς τὴν σκηνὴν του̃ κυρίου καὶ εἰ̃πεν αὐτω̨̃ τάδε λέγει ὁ βασιλεύς ἔξελθε καὶ εἰ̃πεν Ιωαβ οὐκ ἐκπορεύομαι ὅτι ὡ̃δε ἀποθανου̃μαι καὶ ἀπέστρεψεν Βαναιας υἱὸς Ιωδαε καὶ εἰ̃πεν τω̨̃ βασιλει̃ λέγων τάδε λελάληκεν Ιωαβ καὶ τάδε ἀποκέκριταί μοι
31 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς πορεύου καὶ ποίησον αὐτω̨̃ καθὼς εἴρηκεν καὶ ἄνελε αὐτὸν καὶ θάψεις αὐτὸν καὶ ἐξαρει̃ς σήμερον τὸ αἱ̃μα ὃ δωρεὰν ἐξέχεεν Ιωαβ ἀπ' ἐμου̃ καὶ ἀπὸ του̃ οἴκου του̃ πατρός μου
32 καὶ ἀπέστρεψεν κύριος τὸ αἱ̃μα τη̃ς ἀδικίας αὐτου̃ εἰς κεφαλὴν αὐτου̃ ὡς ἀπήντησεν τοι̃ς δυσὶν ἀνθρώποις τοι̃ς δικαίοις καὶ ἀγαθοι̃ς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ῥομφαία̨ καὶ ὁ πατήρ μου Δαυιδ οὐκ ἔγνω τὸ αἱ̃μα αὐτω̃ν τὸν Αβεννηρ υἱὸν Νηρ ἀρχιστράτηγον Ισραηλ καὶ τὸν Αμεσσα υἱὸν Ιεθερ ἀρχιστράτηγον Ιουδα
33 καὶ ἐπεστράφη τὰ αἵματα αὐτω̃ν εἰς κεφαλὴν αὐτου̃ καὶ εἰς κεφαλὴν του̃ σπέρματος αὐτου̃ εἰς τὸν αἰω̃να καὶ τω̨̃ Δαυιδ καὶ τω̨̃ σπέρματι αὐτου̃ καὶ τω̨̃ οἴκω̨ αὐτου̃ καὶ τω̨̃ θρόνω̨ αὐτου̃ γένοιτο εἰρήνη ἕως αἰω̃νος παρὰ κυρίου
34 καὶ ἀπήντησεν Βαναιου υἱὸς Ιωδαε τω̨̃ Ιωαβ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἔθαψεν αὐτὸν ἐν τω̨̃ οἴκω̨ αὐτου̃ ἐν τη̨̃ ἐρήμω̨
35 καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε ἀντ' αὐτου̃ ἐπὶ τὴν στρατηγίαν καὶ ἡ βασιλεία κατωρθου̃το ἐν Ιερουσαλημ καὶ τὸν Σαδωκ τὸν ἱερέα ἔδωκεν ὁ βασιλεὺς εἰς ἱερέα πρω̃τον ἀντὶ Αβιαθαρ
36 καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμεϊ καὶ εἰ̃πεν αὐτω̨̃ οἰκοδόμησον σεαυτω̨̃ οἰ̃κον ἐν Ιερουσαλημ καὶ κάθου ἐκει̃ καὶ οὐκ ἐξελεύση̨ ἐκει̃θεν οὐδαμου̃
37 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ τη̃ς ἐξόδου σου καὶ διαβήση̨ τὸν χειμάρρουν Κεδρων γινώσκων γνώση̨ ὅτι θανάτω̨ ἀποθανη̨̃ τὸ αἱ̃μά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨
38 καὶ εἰ̃πεν Σεμεϊ πρὸς τὸν βασιλέα ἀγαθὸν τὸ ῥη̃μα ὃ ἐλάλησας κύριέ μου βασιλευ̃ οὕτω ποιήσει ὁ δου̃λός σου καὶ ἐκάθισεν Σεμεϊ ἐν Ιερουσαλημ τρία ἔτη
39 καὶ ἐγενήθη μετὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δου̃λοι του̃ Σεμεϊ πρὸς Αγχους υἱὸν Μααχα βασιλέα Γεθ καὶ ἀπηγγέλη τω̨̃ Σεμεϊ λέγοντες ἰδοὺ οἱ δου̃λοί σου ἐν Γεθ
40 καὶ ἀνέστη Σεμεϊ καὶ ἐπέσαξε τὴν ὄνον αὐτου̃ καὶ ἐπορεύθη εἰς Γεθ πρὸς Αγχους του̃ ἐκζητη̃σαι τοὺς δούλους αὐτου̃ καὶ ἐπορεύθη Σεμεϊ καὶ ἤγαγεν τοὺς δούλους αὐτου̃ ἐκ Γεθ
41 καὶ ἀπηγγέλη τω̨̃ Σαλωμων λέγοντες ὅτι ἐπορεύθη Σεμεϊ ἐξ Ιερουσαλημ εἰς Γεθ καὶ ἀπέστρεψεν τοὺς δούλους αὐτου̃
42 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν τὸν Σεμεϊ καὶ εἰ̃πεν πρὸς αὐτόν οὐχὶ ὥρκισά σε κατὰ του̃ κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἐξέλθη̨ς ἐξ Ιερουσαλημ καὶ πορευθη̨̃ς εἰς δεξιὰ ἢ εἰς ἀριστερά γινώσκων γνώση̨ ὅτι θανάτω̨ ἀποθανη̨̃
43 καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον κυρίου καὶ τὴν ἐντολήν ἣν ἐνετειλάμην κατὰ σου̃
44 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Σεμεϊ σὺ οἰ̃δας πα̃σαν τὴν κακίαν σου ἣν ἔγνω ἡ καρδία σου ἃ ἐποίησας τω̨̃ Δαυιδ τω̨̃ πατρί μου καὶ ἀνταπέδωκεν κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου
45 καὶ ὁ βασιλεὺς Σαλωμων ηὐλογημένος καὶ ὁ θρόνος Δαυιδ ἔσται ἕτοιμος ἐνώπιον κυρίου εἰς τὸν αἰω̃να
46 καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμων τω̨̃ Βαναια υἱω̨̃ Ιωδαε καὶ ἐξη̃λθεν καὶ ἀνει̃λεν αὐτόν καὶ ἀπέθανεν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).