Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 12,  στἰχοι 29-33

29 καὶ ἔθετο τὴν μίαν ἐν Βαιθηλ καὶ τὴν μίαν ἔδωκεν ἐν Δαν
30 καὶ ἐγένετο ὁ λόγος οὑ̃τος εἰς ἁμαρτίαν καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τη̃ς μια̃ς ἕως Δαν
31 καὶ ἐποίησεν οἴκους ἐφ' ὑψηλω̃ν καὶ ἐποίησεν ἱερει̃ς μέρος τι ἐκ του̃ λαου̃ οἳ οὐκ ἠ̃σαν ἐκ τω̃ν υἱω̃ν Λευι
32 καὶ ἐποίησεν Ιεροβοαμ ἑορτὴν ἐν τω̨̃ μηνὶ τω̨̃ ὀγδόω̨ ἐν τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γη̨̃ Ιουδα καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν ἐν Βαιθηλ του̃ θύειν ται̃ς δαμάλεσιν αἱ̃ς ἐποίησεν καὶ παρέστησεν ἐν Βαιθηλ τοὺς ἱερει̃ς τω̃ν ὑψηλω̃ν ὡ̃ν ἐποίησεν
33 καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ ἐν τω̨̃ μηνὶ τω̨̃ ὀγδόω̨ ἐν τη̨̃ ἑορτη̨̃ ἡ̨̃ ἐπλάσατο ἀπὸ καρδίας αὐτου̃ καὶ ἐποίησεν ἑορτὴν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον του̃ ἐπιθυ̃σαι

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 13

καὶ ἰδοὺ ἄνθρωπος του̃ θεου̃ ἐξ Ιουδα παρεγένετο ἐν λόγω̨ κυρίου εἰς Βαιθηλ καὶ Ιεροβοαμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον του̃ ἐπιθυ̃σαι
καὶ ἐπεκάλεσεν πρὸς τὸ θυσιαστήριον ἐν λόγω̨ κυρίου καὶ εἰ̃πεν θυσιαστήριον θυσιαστήριον τάδε λέγει κύριος ἰδοὺ υἱὸς τίκτεται τω̨̃ οἴκω̨ Δαυιδ Ιωσιας ὄνομα αὐτω̨̃ καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερει̃ς τω̃ν ὑψηλω̃ν τοὺς ἐπιθύοντας ἐπὶ σὲ καὶ ὀστα̃ ἀνθρώπων καύσει ἐπὶ σέ
καὶ ἔδωκεν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τέρας λέγων του̃το τὸ ῥη̃μα ὃ ἐλάλησεν κύριος λέγων ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ' αὐτω̨̃
καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ιεροβοαμ τω̃ν λόγων του̃ ἀνθρώπου του̃ θεου̃ του̃ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθηλ καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χει̃ρα αὐτου̃ ἀπὸ του̃ θυσιαστηρίου λέγων συλλάβετε αὐτόν καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτου̃ ἣν ἐξέτεινεν ἐπ' αὐτόν καὶ οὐκ ἠδυνήθη ἐπιστρέψαι αὐτὴν πρὸς ἑαυτόν
καὶ τὸ θυσιαστήριον ἐρράγη καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ του̃ θυσιαστηρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος του̃ θεου̃ ἐν λόγω̨ κυρίου
καὶ εἰ̃πεν ὁ βασιλεὺς Ιεροβοαμ τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ δεήθητι του̃ προσώπου κυρίου του̃ θεου̃ σου καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρός με καὶ ἐδεήθη ὁ ἄνθρωπος του̃ θεου̃ του̃ προσώπου κυρίου καὶ ἐπέστρεψεν τὴν χει̃ρα του̃ βασιλέως πρὸς αὐτόν καὶ ἐγένετο καθὼς τὸ πρότερον
καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸς τὸν ἄνθρωπον του̃ θεου̃ εἴσελθε μετ' ἐμου̃ εἰς οἰ̃κον καὶ ἀρίστησον καὶ δώσω σοι δόμα
καὶ εἰ̃πεν ὁ ἄνθρωπος του̃ θεου̃ πρὸς τὸν βασιλέα ἐάν μοι δω̨̃ς τὸ ἥμισυ του̃ οἴκου σου οὐκ εἰσελεύσομαι μετὰ σου̃ οὐδὲ μὴ φάγω ἄρτον οὐδὲ μὴ πίω ὕδωρ ἐν τω̨̃ τόπω̨ τούτω̨
ὅτι οὕτως ἐνετείλατό μοι ἐν λόγω̨ κύριος λέγων μὴ φάγη̨ς ἄρτον καὶ μὴ πίη̨ς ὕδωρ καὶ μὴ ἐπιστρέψη̨ς ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἐπορεύθης ἐν αὐτη̨̃
10 καὶ ἀπη̃λθεν ἐν ὁδω̨̃ ἄλλη̨ καὶ οὐκ ἀνέστρεψεν ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθεν ἐν αὐτη̨̃ εἰς Βαιθηλ
11 καὶ προφήτης εἱ̃ς πρεσβύτης κατώ̨κει ἐν Βαιθηλ καὶ ἔρχονται οἱ υἱοὶ αὐτου̃ καὶ διηγήσαντο αὐτω̨̃ ἅπαντα τὰ ἔργα ἃ ἐποίησεν ὁ ἄνθρωπος του̃ θεου̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐν Βαιθηλ καὶ τοὺς λόγους οὓς ἐλάλησεν τω̨̃ βασιλει̃ καὶ ἐπέστρεψαν τὸ πρόσωπον του̃ πατρὸς αὐτω̃ν
12 καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὁ πατὴρ αὐτω̃ν λέγων ποία̨ ὁδω̨̃ πεπόρευται καὶ δεικνύουσιν αὐτω̨̃ οἱ υἱοὶ αὐτου̃ τὴν ὁδὸν ἐν ἡ̨̃ ἀνη̃λθεν ὁ ἄνθρωπος του̃ θεου̃ ὁ ἐλθὼν ἐξ Ιουδα
13 καὶ εἰ̃πεν τοι̃ς υἱοι̃ς αὐτου̃ ἐπισάξατέ μοι τὸν ὄνον καὶ ἐπέσαξαν αὐτω̨̃ τὸν ὄνον καὶ ἐπέβη ἐπ' αὐτόν
14 καὶ ἐπορεύθη κατόπισθεν του̃ ἀνθρώπου του̃ θεου̃ καὶ εὑ̃ρεν αὐτὸν καθήμενον ὑπὸ δρυ̃ν καὶ εἰ̃πεν αὐτω̨̃ εἰ σὺ εἰ̃ ὁ ἄνθρωπος του̃ θεου̃ ὁ ἐληλυθὼς ἐξ Ιουδα καὶ εἰ̃πεν αὐτω̨̃ ἐγώ
15 καὶ εἰ̃πεν αὐτω̨̃ δευ̃ρο μετ' ἐμου̃ καὶ φάγε ἄρτον
16 καὶ εἰ̃πεν οὐ μὴ δύνωμαι του̃ ἐπιστρέψαι μετὰ σου̃ οὐδὲ μὴ φάγομαι ἄρτον οὐδὲ πίομαι ὕδωρ ἐν τω̨̃ τόπω̨ τούτω̨
17 ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγω̨ κύριος λέγων μὴ φάγη̨ς ἄρτον ἐκει̃ καὶ μὴ πίη̨ς ὕδωρ ἐκει̃ καὶ μὴ ἐπιστρέψη̨ς ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἐπορεύθης ἐν αὐτη̨̃
18 καὶ εἰ̃πεν πρὸς αὐτόν κἀγὼ προφήτης εἰμὶ καθὼς σύ καὶ ἄγγελος λελάληκεν πρός με ἐν ῥήματι κυρίου λέγων ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἰ̃κόν σου καὶ φαγέτω ἄρτον καὶ πιέτω ὕδωρ καὶ ἐψεύσατο αὐτω̨̃
19 καὶ ἐπέστρεψεν αὐτόν καὶ ἔφαγεν ἄρτον καὶ ἔπιεν ὕδωρ ἐν τω̨̃ οἴκω̨ αὐτου̃
20 καὶ ἐγένετο αὐτω̃ν καθημένων ἐπὶ τη̃ς τραπέζης καὶ ἐγένετο λόγος κυρίου πρὸς τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτὸν
21 καὶ εἰ̃πεν πρὸς τὸν ἄνθρωπον του̃ θεου̃ τὸν ἥκοντα ἐξ Ιουδα λέγων τάδε λέγει κύριος ἀνθ' ὡ̃ν παρεπίκρανας τὸ ῥη̃μα κυρίου καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν ἣν ἐνετείλατό σοι κύριος ὁ θεός σου
22 καὶ ἐπέστρεψας καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τω̨̃ τόπω̨ τούτω̨ ὡ̨̃ ἐλάλησεν πρὸς σὲ λέγων μὴ φάγη̨ς ἄρτον καὶ μὴ πίη̨ς ὕδωρ οὐ μὴ εἰσέλθη̨ τὸ σω̃μά σου εἰς τὸν τάφον τω̃ν πατέρων σου
23 καὶ ἐγένετο μετὰ τὸ φαγει̃ν ἄρτον καὶ πιει̃ν ὕδωρ καὶ ἐπέσαξεν αὐτω̨̃ τὸν ὄνον καὶ ἐπέστρεψεν
24 καὶ ἀπη̃λθεν καὶ εὑ̃ρεν αὐτὸν λέων ἐν τη̨̃ ὁδω̨̃ καὶ ἐθανάτωσεν αὐτόν καὶ ἠ̃ν τὸ σω̃μα αὐτου̃ ἐρριμμένον ἐν τη̨̃ ὁδω̨̃ καὶ ὁ ὄνος εἱστήκει παρ' αὐτό καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σω̃μα
25 καὶ ἰδοὺ ἄνδρες παραπορευόμενοι καὶ εἰ̃δον τὸ θνησιμαι̃ον ἐρριμμένον ἐν τη̨̃ ὁδω̨̃ καὶ ὁ λέων εἱστήκει ἐχόμενα του̃ θνησιμαίου καὶ εἰση̃λθον καὶ ἐλάλησαν ἐν τη̨̃ πόλει οὑ̃ ὁ προφήτης ὁ πρεσβύτης κατώ̨κει ἐν αὐτη̨̃
26 καὶ ἤκουσεν ὁ ἐπιστρέψας αὐτὸν ἐκ τη̃ς ὁδου̃ καὶ εἰ̃πεν ὁ ἄνθρωπος του̃ θεου̃ οὑ̃τός ἐστιν ὃς παρεπίκρανε τὸ ῥη̃μα κυρίου
27 ...
28 καὶ ἐπορεύθη καὶ εὑ̃ρεν τὸ σω̃μα αὐτου̃ ἐρριμμένον ἐν τη̨̃ ὁδω̨̃ καὶ ὁ ὄνος καὶ ὁ λέων εἱστήκεισαν παρὰ τὸ σω̃μα καὶ οὐκ ἔφαγεν ὁ λέων τὸ σω̃μα του̃ ἀνθρώπου του̃ θεου̃ καὶ οὐ συνέτριψεν τὸν ὄνον
29 καὶ ἠ̃ρεν ὁ προφήτης τὸ σω̃μα του̃ ἀνθρώπου του̃ θεου̃ καὶ ἐπέθηκεν αὐτὸ ἐπὶ τὸν ὄνον καὶ ἐπέστρεψεν αὐτὸν εἰς τὴν πόλιν ὁ προφήτης του̃ θάψαι αὐτὸν
30 ἐν τω̨̃ τάφω̨ ἑαυτου̃ καὶ ἐκόψαντο αὐτόν οὐαὶ ἀδελφέ
31 καὶ ἐγένετο μετὰ τὸ κόψασθαι αὐτὸν καὶ εἰ̃πεν τοι̃ς υἱοι̃ς αὐτου̃ λέγων ἐὰν ἀποθάνω θάψατέ με ἐν τω̨̃ τάφω̨ τούτω̨ οὑ̃ ὁ ἄνθρωπος του̃ θεου̃ τέθαπται ἐν αὐτω̨̃ παρὰ τὰ ὀστα̃ αὐτου̃ θέτε με ἵνα σωθω̃σι τὰ ὀστα̃ μου μετὰ τω̃ν ὀστω̃ν αὐτου̃
32 ὅτι γινόμενον ἔσται τὸ ῥη̃μα ὃ ἐλάλησεν ἐν λόγω̨ κυρίου ἐπὶ του̃ θυσιαστηρίου του̃ ἐν Βαιθηλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρεία̨
33 καὶ μετὰ τὸ ῥη̃μα του̃το οὐκ ἐπέστρεψεν Ιεροβοαμ ἀπὸ τη̃ς κακίας αὐτου̃ καὶ ἐπέστρεψεν καὶ ἐποίησεν ἐκ μέρους του̃ λαου̃ ἱερει̃ς ὑψηλω̃ν ὁ βουλόμενος ἐπλήρου τὴν χει̃ρα αὐτου̃ καὶ ἐγίνετο ἱερεὺς εἰς τὰ ὑψηλά
34 καὶ ἐγένετο τὸ ῥη̃μα του̃το εἰς ἁμαρτίαν τω̨̃ οἴκω̨ Ιεροβοαμ καὶ εἰς ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τη̃ς γη̃ς

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 14

...
...
...
...
...
...
...
...
...
10 ...
11 ...
12 ...
13 ...
14 ...
15 ...
16 ...
17 ...
18 ...
19 ...
20 ...
21 καὶ Ροβοαμ υἱὸς Σαλωμων ἐβασίλευσεν ἐπὶ Ιουδα υἱὸς τεσσαράκοντα καὶ ἑνὸς ἐνιαυτω̃ν Ροβοαμ ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ δέκα ἑπτὰ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ τη̨̃ πόλει ἣν ἐξελέξατο κύριος θέσθαι τὸ ὄνομα αὐτου̃ ἐκει̃ ἐκ πασω̃ν φυλω̃ν του̃ Ισραηλ καὶ τὸ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Νααμα ἡ Αμμανι̃τις
22 καὶ ἐποίησεν Ροβοαμ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ παρεζήλωσεν αὐτὸν ἐν πα̃σιν οἱ̃ς ἐποίησαν οἱ πατέρες αὐτου̃ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτω̃ν αἱ̃ς ἥμαρτον
23 καὶ ὠ̨κοδόμησαν ἑαυτοι̃ς ὑψηλὰ καὶ στήλας καὶ ἄλση ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου συσκίου
24 καὶ σύνδεσμος ἐγενήθη ἐν τη̨̃ γη̨̃ καὶ ἐποίησαν ἀπὸ πάντων τω̃ν βδελυγμάτων τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξη̃ρεν κύριος ἀπὸ προσώπου υἱω̃ν Ισραηλ
25 καὶ ἐγένετο ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ πέμπτω̨ βασιλεύοντος Ροβοαμ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ιερουσαλημ
26 καὶ ἔλαβεν πάντας τοὺς θησαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου του̃ βασιλέως καὶ τὰ δόρατα τὰ χρυσα̃ ἃ ἔλαβεν Δαυιδ ἐκ χειρὸς τω̃ν παίδων Αδρααζαρ βασιλέως Σουβα καὶ εἰσήνεγκεν αὐτὰ εἰς Ιερουσαλημ τὰ πάντα ἔλαβεν ὅπλα τὰ χρυσα̃
27 καὶ ἐποίησεν Ροβοαμ ὁ βασιλεὺς ὅπλα χαλκα̃ ἀντ' αὐτω̃ν καὶ ἐπέθεντο ἐπ' αὐτὸν οἱ ἡγούμενοι τω̃ν παρατρεχόντων οἱ φυλάσσοντες τὸν πυλω̃να οἴκου του̃ βασιλέως
28 καὶ ἐγένετο ὅτε εἰσεπορεύετο ὁ βασιλεὺς εἰς οἰ̃κον κυρίου καὶ ἠ̨̃ρον αὐτὰ οἱ παρατρέχοντες καὶ ἀπηρείδοντο αὐτὰ εἰς τὸ θεε τω̃ν παρατρεχόντων
29 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ροβοαμ καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα
30 καὶ πόλεμος ἠ̃ν ἀνὰ μέσον Ροβοαμ καὶ ἀνὰ μέσον Ιεροβοαμ πάσας τὰς ἡμέρας
31 καὶ ἐκοιμήθη Ροβοαμ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ θάπτεται μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Αβιου υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 15

καὶ ἐν τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει βασιλεύοντος Ιεροβοαμ υἱου̃ Ναβατ βασιλεύει Αβιου υἱὸς Ροβοαμ ἐπὶ Ιουδα
καὶ ἓξ ἔτη ἐβασίλευσεν καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Μααχα θυγάτηρ Αβεσσαλωμ
καὶ ἐπορεύθη ἐν ται̃ς ἁμαρτίαις του̃ πατρὸς αὐτου̃ αἱ̃ς ἐποίησεν ἐνώπιον αὐτου̃ καὶ οὐκ ἠ̃ν ἡ καρδία αὐτου̃ τελεία μετὰ κυρίου θεου̃ αὐτου̃ ὡς ἡ καρδία Δαυιδ του̃ πατρὸς αὐτου̃
ὅτι διὰ Δαυιδ ἔδωκεν αὐτω̨̃ κύριος κατάλειμμα ἵνα στήση̨ τέκνα αὐτου̃ μετ' αὐτὸν καὶ στήση̨ τὴν Ιερουσαλημ
ὡς ἐποίησεν Δαυιδ τὸ εὐθὲς ἐνώπιον κυρίου οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὡ̃ν ἐνετείλατο αὐτω̨̃ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃
...
καὶ τὰ λοιπὰ τω̃ν λόγων Αβιου καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα καὶ πόλεμος ἠ̃ν ἀνὰ μέσον Αβιου καὶ ἀνὰ μέσον Ιεροβοαμ
καὶ ἐκοιμήθη Αβιου μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν τω̨̃ εἰκοστω̨̃ καὶ τετάρτω̨ ἔτει του̃ Ιεροβοαμ καὶ θάπτεται μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ βασιλεύει Ασα υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ τετάρτω̨ καὶ εἰκοστω̨̃ του̃ Ιεροβοαμ βασιλέως Ισραηλ βασιλεύει Ασα ἐπὶ Ιουδαν
10 καὶ τεσσαράκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Ανα θυγάτηρ Αβεσσαλωμ
11 καὶ ἐποίησεν Ασα τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτου̃
12 καὶ ἀφει̃λεν τὰς τελετὰς ἀπὸ τη̃ς γη̃ς καὶ ἐξαπέστειλεν πάντα τὰ ἐπιτηδεύματα ἃ ἐποίησαν οἱ πατέρες αὐτου̃
13 καὶ τὴν Ανα τὴν μητέρα αὐτου̃ μετέστησεν του̃ μὴ εἰ̃ναι ἡγουμένην καθὼς ἐποίησεν σύνοδον ἐν τω̨̃ ἄλσει αὐτη̃ς καὶ ἐξέκοψεν Ασα τὰς καταδύσεις αὐτη̃ς καὶ ἐνέπρησεν πυρὶ ἐν τω̨̃ χειμάρρω̨ Κεδρων
14 τὰ δὲ ὑψηλὰ οὐκ ἐξη̃ρεν πλὴν ἡ καρδία Ασα ἠ̃ν τελεία μετὰ κυρίου πάσας τὰς ἡμέρας αὐτου̃
15 καὶ εἰσήνεγκεν τοὺς κίονας του̃ πατρὸς αὐτου̃ καὶ τοὺς κίονας αὐτου̃ εἰσήνεγκεν εἰς τὸν οἰ̃κον κυρίου ἀργυρου̃ς καὶ χρυσου̃ς καὶ σκεύη
16 καὶ πόλεμος ἠ̃ν ἀνὰ μέσον Ασα καὶ ἀνὰ μέσον Βαασα βασιλέως Ισραηλ πάσας τὰς ἡμέρας
17 καὶ ἀνέβη Βαασα βασιλεὺς Ισραηλ ἐπὶ Ιουδαν καὶ ὠ̨κοδόμησεν τὴν Ραμα του̃ μὴ εἰ̃ναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τω̨̃ Ασα βασιλει̃ Ιουδα
18 καὶ ἔλαβεν Ασα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοι̃ς θησαυροι̃ς του̃ οἴκου του̃ βασιλέως καὶ ἔδωκεν αὐτὰ εἰς χει̃ρας παίδων αὐτου̃ καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ασα πρὸς υἱὸν Αδερ υἱὸν Ταβερεμμαν υἱου̃ Αζιν βασιλέως Συρίας του̃ κατοικου̃ντος ἐν Δαμασκω̨̃ λέγων
19 διάθου διαθήκην ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον σου̃ καὶ ἀνὰ μέσον του̃ πατρός μου καὶ του̃ πατρός σου ἰδοὺ ἐξαπέσταλκά σοι δω̃ρα ἀργύριον καὶ χρυσίον δευ̃ρο διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασα βασιλέα Ισραηλ καὶ ἀναβήσεται ἀπ' ἐμου̃
20 καὶ ἤκουσεν υἱὸς Αδερ του̃ βασιλέως Ασα καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τω̃ν δυνάμεων τω̃ν αὐτου̃ ται̃ς πόλεσιν του̃ Ισραηλ καὶ ἐπάταξεν τὴν Αιν καὶ τὴν Δαν καὶ τὴν Αβελμαα καὶ πα̃σαν τὴν Χεζραθ ἕως πάσης τη̃ς γη̃ς Νεφθαλι
21 καὶ ἐγένετο ὡς ἤκουσεν Βαασα καὶ διέλιπεν του̃ οἰκοδομει̃ν τὴν Ραμα καὶ ἀνέστρεψεν εἰς Θερσα
22 καὶ ὁ βασιλεὺς Ασα παρήγγειλεν παντὶ Ιουδα εἰς Αινακιμ καὶ αἴρουσιν τοὺς λίθους τη̃ς Ραμα καὶ τὰ ξύλα αὐτη̃ς ἃ ὠ̨κοδόμησεν Βαασα καὶ ὠ̨κοδόμησεν ἐν αὐτοι̃ς ὁ βασιλεὺς Ασα πα̃ν βουνὸν Βενιαμιν καὶ τὴν σκοπιάν
23 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ασα καὶ πα̃σα ἡ δυναστεία αὐτου̃ ἣν ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα πλὴν ἐν τω̨̃ καιρω̨̃ του̃ γήρως αὐτου̃ ἐπόνεσεν τοὺς πόδας αὐτου̃
24 καὶ ἐκοιμήθη Ασα καὶ θάπτεται μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ βασιλεύει Ιωσαφατ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
25 καὶ Ναδαβ υἱὸς Ιεροβοαμ βασιλεύει ἐπὶ Ισραηλ ἐν ἔτει δευτέρω̨ του̃ Ασα βασιλέως Ιουδα καὶ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἔτη δύο
26 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύθη ἐν ὁδω̨̃ του̃ πατρὸς αὐτου̃ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ αἱ̃ς ἐξήμαρτεν τὸν Ισραηλ
27 καὶ περιεκάθισεν αὐτὸν Βαασα υἱὸς Αχια ἐπὶ τὸν οἰ̃κον Βελααν καὶ ἐπάταξεν αὐτὸν ἐν Γαβαθων τη̨̃ τω̃ν ἀλλοφύλων καὶ Ναδαβ καὶ πα̃ς Ισραηλ περιεκάθητο ἐπὶ Γαβαθων
28 καὶ ἐθανάτωσεν αὐτὸν Βαασα ἐν ἔτει τρίτω̨ του̃ Ασα υἱου̃ Αβιου βασιλέως Ιουδα καὶ ἐβασίλευσεν
29 καὶ ἐγένετο ὡς ἐβασίλευσεν καὶ ἐπάταξεν τὸν οἰ̃κον Ιεροβοαμ καὶ οὐχ ὑπελίπετο πα̃σαν πνοὴν του̃ Ιεροβοαμ ἕως του̃ ἐξολεθρευ̃σαι αὐτὸν κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτου̃ Αχια του̃ Σηλωνίτου
30 περὶ τω̃ν ἁμαρτιω̃ν Ιεροβοαμ ὡς ἐξήμαρτεν τὸν Ισραηλ καὶ ἐν τω̨̃ παροργισμω̨̃ αὐτου̃ ὡ̨̃ παρώργισεν τὸν κύριον θεὸν του̃ Ισραηλ
31 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ναδαβ καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐστὶν ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ
32 ...
33 καὶ ἐν τω̨̃ ἔτει τω̨̃ τρίτω̨ του̃ Ασα βασιλέως Ιουδα βασιλεύει Βαασα υἱὸς Αχια ἐπὶ Ισραηλ ἐν Θερσα εἴκοσι καὶ τέσσαρα ἔτη
34 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύθη ἐν ὁδω̨̃ Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ ὡς ἐξήμαρτεν τὸν Ισραηλ

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 16

καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Ιου υἱου̃ Ανανι πρὸς Βαασα
ἀνθ' ὡ̃ν ὕψωσά σε ἀπὸ τη̃ς γη̃ς καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἐπορεύθης ἐν τη̨̃ ὁδω̨̃ Ιεροβοαμ καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ισραηλ του̃ παροργίσαι με ἐν τοι̃ς ματαίοις αὐτω̃ν
ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασα καὶ ὄπισθεν του̃ οἴκου αὐτου̃ καὶ δώσω τὸν οἰ̃κόν σου ὡς τὸν οἰ̃κον Ιεροβοαμ υἱου̃ Ναβατ
τὸν τεθνηκότα του̃ Βαασα ἐν τη̨̃ πόλει καταφάγονται αὐτὸν οἱ κύνες καὶ τὸν τεθνηκότα αὐτου̃ ἐν τω̨̃ πεδίω̨ καταφάγονται αὐτὸν τὰ πετεινὰ του̃ οὐρανου̃
καὶ τὰ λοιπὰ τω̃ν λόγων Βαασα καὶ πάντα ἃ ἐποίησεν καὶ αἱ δυναστει̃αι αὐτου̃ οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ
καὶ ἐκοιμήθη Βαασα μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ θάπτεται ἐν Θερσα καὶ βασιλεύει Ηλα υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ ἐν τω̨̃ εἰκοστω̨̃ ἔτει βασιλέως Ασα
καὶ ἐν χειρὶ Ιου υἱου̃ Ανανι ἐλάλησεν κύριος ἐπὶ Βαασα καὶ ἐπὶ τὸν οἰ̃κον αὐτου̃ πα̃σαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον κυρίου του̃ παροργίσαι αὐτὸν ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτου̃ του̃ εἰ̃ναι κατὰ τὸν οἰ̃κον Ιεροβοαμ καὶ ὑπὲρ του̃ πατάξαι αὐτόν
καὶ Ηλα υἱὸς Βαασα ἐβασίλευσεν ἐπὶ Ισραηλ δύο ἔτη ἐν Θερσα
καὶ συνέστρεψεν ἐπ' αὐτὸν Ζαμβρι ὁ ἄρχων τη̃ς ἡμίσους τη̃ς ἵππου καὶ αὐτὸς ἠ̃ν ἐν Θερσα πίνων μεθύων ἐν τω̨̃ οἴκω̨ Ωσα του̃ οἰκονόμου ἐν Θερσα
10 καὶ εἰση̃λθεν Ζαμβρι καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃
11 καὶ ἐγενήθη ἐν τω̨̃ βασιλευ̃σαι αὐτὸν ἐν τω̨̃ καθίσαι αὐτὸν ἐπὶ του̃ θρόνου αὐτου̃ καὶ ἐπάταξεν ὅλον τὸν οἰ̃κον Βαασα
12 κατὰ τὸ ῥη̃μα ὃ ἐλάλησεν κύριος ἐπὶ τὸν οἰ̃κον Βαασα πρὸς Ιου τὸν προφήτην
13 περὶ πασω̃ν τω̃ν ἁμαρτιω̃ν Βαασα καὶ Ηλα του̃ υἱου̃ αὐτου̃ ὡς ἐξήμαρτεν τὸν Ισραηλ του̃ παροργίσαι κύριον τὸν θεὸν Ισραηλ ἐν τοι̃ς ματαίοις αὐτω̃ν
14 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ηλα καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ
15 καὶ Ζαμβρι ἐβασίλευσεν ἑπτὰ ἡμέρας ἐν Θερσα καὶ ἡ παρεμβολὴ Ισραηλ ἐπὶ Γαβαθων τὴν τω̃ν ἀλλοφύλων
16 καὶ ἤκουσεν ὁ λαὸς ἐν τη̨̃ παρεμβολη̨̃ λεγόντων συνεστράφη Ζαμβρι καὶ ἔπαισεν τὸν βασιλέα καὶ ἐβασίλευσαν ἐν Ισραηλ τὸν Αμβρι τὸν ἡγούμενον τη̃ς στρατια̃ς ἐπὶ Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐν τη̨̃ παρεμβολη̨̃
17 καὶ ἀνέβη Αμβρι καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκ Γαβαθων καὶ περιεκάθισαν ἐπὶ Θερσα
18 καὶ ἐγενήθη ὡς εἰ̃δεν Ζαμβρι ὅτι προκατείλημπται αὐτου̃ ἡ πόλις καὶ εἰσπορεύεται εἰς ἄντρον του̃ οἴκου του̃ βασιλέως καὶ ἐνεπύρισεν ἐπ' αὐτὸν τὸν οἰ̃κον του̃ βασιλέως ἐν πυρὶ καὶ ἀπέθανεν
19 ὑπὲρ τω̃ν ἁμαρτιω̃ν αὐτου̃ ὡ̃ν ἐποίησεν του̃ ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου πορευθη̃ναι ἐν ὁδω̨̃ Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ ὡς ἐξήμαρτεν τὸν Ισραηλ
20 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ζαμβρι καὶ τὰς συνάψεις αὐτου̃ ἃς συνη̃ψεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ
21 τότε μερίζεται ὁ λαὸς Ισραηλ ἥμισυ του̃ λαου̃ γίνεται ὀπίσω Θαμνι υἱου̃ Γωναθ του̃ βασιλευ̃σαι αὐτόν καὶ τὸ ἥμισυ του̃ λαου̃ γίνεται ὀπίσω Αμβρι
22 ὁ λαὸς ὁ ὢν ὀπίσω Αμβρι ὑπερεκράτησεν τὸν λαὸν τὸν ὀπίσω Θαμνι υἱου̃ Γωναθ καὶ ἀπέθανεν Θαμνι καὶ Ιωραμ ὁ ἀδελφὸς αὐτου̃ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ ἐβασίλευσεν Αμβρι μετὰ Θαμνι
23 ἐν τω̨̃ ἔτει τω̨̃ τριακοστω̨̃ καὶ πρώτω̨ του̃ βασιλέως Ασα βασιλεύει Αμβρι ἐπὶ Ισραηλ δώδεκα ἔτη ἐν Θερσα βασιλεύει ἓξ ἔτη
24 καὶ ἐκτήσατο Αμβρι τὸ ὄρος τὸ Σεμερων παρὰ Σεμηρ του̃ κυρίου του̃ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ὠ̨κοδόμησεν τὸ ὄρος καὶ ἐπεκάλεσεν τὸ ὄνομα του̃ ὄρους οὑ̃ ὠ̨κοδόμεσεν ἐπὶ τω̨̃ ὀνόματι Σεμηρ του̃ κυρίου του̃ ὄρους Σαεμηρων
25 καὶ ἐποίησεν Αμβρι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτου̃
26 καὶ ἐπορεύθη ἐν πάση̨ ὁδω̨̃ Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ αἱ̃ς ἐξήμαρτεν τὸν Ισραηλ του̃ παροργίσαι τὸν κύριον θεὸν Ισραηλ ἐν τοι̃ς ματαίοις αὐτω̃ν
27 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αμβρι καὶ πάντα ἃ ἐποίησεν καὶ ἡ δυναστεία αὐτου̃ οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ
28 καὶ ἐκοιμήθη Αμβρι μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ θάπτεται ἐν Σαμαρεία̨ καὶ βασιλεύει Αχααβ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
29 ἐν ἔτει δευτέρω̨ τω̨̃ Ιωσαφατ βασιλεύει Αχααβ υἱὸς Αμβρι ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ εἴκοσι καὶ δύο ἔτη
30 καὶ ἐποίησεν Αχααβ τὸ πονηρὸν ἐνώπιον κυρίου ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτου̃
31 καὶ οὐκ ἠ̃ν αὐτω̨̃ ἱκανὸν του̃ πορεύεσθαι ἐν ται̃ς ἁμαρτίαις Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ἔλαβεν γυναι̃κα τὴν Ιεζαβελ θυγατέρα Ιεθεβααλ βασιλέως Σιδωνίων καὶ ἐπορεύθη καὶ ἐδούλευσεν τω̨̃ Βααλ καὶ προσεκύνησεν αὐτω̨̃
32 καὶ ἔστησεν θυσιαστήριον τω̨̃ Βααλ ἐν οἴκω̨ τω̃ν προσοχθισμάτων αὐτου̃ ὃν ὠ̨κοδόμησεν ἐν Σαμαρεία̨
33 καὶ ἐποίησεν Αχααβ ἄλσος καὶ προσέθηκεν Αχααβ του̃ ποιη̃σαι παροργίσματα του̃ παροργίσαι τὴν ψυχὴν αὐτου̃ του̃ ἐξολεθρευθη̃ναι ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλει̃ς Ισραηλ τοὺς γενομένους ἔμπροσθεν αὐτου̃
34 ἐν ται̃ς ἡμέραις αὐτου̃ ὠ̨κοδόμησεν Αχιηλ ὁ Βαιθηλίτης τὴν Ιεριχω ἐν τω̨̃ Αβιρων τω̨̃ πρωτοτόκω̨ αὐτου̃ ἐθεμελίωσεν αὐτὴν καὶ τω̨̃ Σεγουβ τω̨̃ νεωτέρω̨ αὐτου̃ ἐπέστησεν θύρας αὐτη̃ς κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ιησου υἱου̃ Ναυη

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 17

καὶ εἰ̃πεν Ηλιου ὁ προφήτης ὁ Θεσβίτης ἐκ Θεσβων τη̃ς Γαλααδ πρὸς Αχααβ ζη̨̃ κύριος ὁ θεὸς τω̃ν δυνάμεων ὁ θεὸς Ισραηλ ὡ̨̃ παρέστην ἐνώπιον αὐτου̃ εἰ ἔσται τὰ ἔτη ταυ̃τα δρόσος καὶ ὑετὸς ὅτι εἰ μὴ διὰ στόματος λόγου μου
καὶ ἐγένετο ῥη̃μα κυρίου πρὸς Ηλιου
πορεύου ἐντευ̃θεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τω̨̃ χειμάρρω̨ Χορραθ του̃ ἐπὶ προσώπου του̃ Ιορδάνου
καὶ ἔσται ἐκ του̃ χειμάρρου πίεσαι ὕδωρ καὶ τοι̃ς κόραξιν ἐντελου̃μαι διατρέφειν σε ἐκει̃
καὶ ἐποίησεν Ηλιου κατὰ τὸ ῥη̃μα κυρίου καὶ ἐκάθισεν ἐν τω̨̃ χειμάρρω̨ Χορραθ ἐπὶ προσώπου του̃ Ιορδάνου
καὶ οἱ κόρακες ἔφερον αὐτω̨̃ ἄρτους τὸ πρωὶ καὶ κρέα τὸ δείλης καὶ ἐκ του̃ χειμάρρου ἔπινεν ὕδωρ
καὶ ἐγένετο μετὰ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τη̃ς γη̃ς
καὶ ἐγένετο ῥη̃μα κυρίου πρὸς Ηλιου
ἀνάστηθι καὶ πορεύου εἰς Σαρεπτα τη̃ς Σιδωνίας ἰδοὺ ἐντέταλμαι ἐκει̃ γυναικὶ χήρα̨ του̃ διατρέφειν σε
10 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτα εἰς τὸν πυλω̃να τη̃ς πόλεως καὶ ἰδοὺ ἐκει̃ γυνὴ χήρα συνέλεγεν ξύλα καὶ ἐβόησεν ὀπίσω αὐτη̃ς Ηλιου καὶ εἰ̃πεν αὐτη̨̃ λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι
11 καὶ ἐπορεύθη λαβει̃ν καὶ ἐβόησεν ὀπίσω αὐτη̃ς Ηλιου καὶ εἰ̃πεν λήμψη̨ δή μοι ψωμὸν ἄρτου ἐν τη̨̃ χειρί σου
12 καὶ εἰ̃πεν ἡ γυνή ζη̨̃ κύριος ὁ θεός σου εἰ ἔστιν μοι ἐγκρυφίας ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τη̨̃ ὑδρία̨ καὶ ὀλίγον ἔλαιον ἐν τω̨̃ καψάκη̨ καὶ ἰδοὺ ἐγὼ συλλέγω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτη̨̃ καὶ τοι̃ς τέκνοις μου καὶ φαγόμεθα καὶ ἀποθανούμεθα
13 καὶ εἰ̃πεν πρὸς αὐτὴν Ηλιου θάρσει εἴσελθε καὶ ποίησον κατὰ τὸ ῥη̃μά σου ἀλλὰ ποίησον ἐμοὶ ἐκει̃θεν ἐγκρυφίαν μικρὸν ἐν πρώτοις καὶ ἐξοίσεις μοι σαυτη̨̃ δὲ καὶ τοι̃ς τέκνοις σου ποιήσεις ἐπ' ἐσχάτου
14 ὅτι τάδε λέγει κύριος ἡ ὑδρία του̃ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης του̃ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας του̃ δου̃ναι κύριον τὸν ὑετὸν ἐπὶ τη̃ς γη̃ς
15 καὶ ἐπορεύθη ἡ γυνὴ καὶ ἐποίησεν καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτη̃ς
16 καὶ ἡ ὑδρία του̃ ἀλεύρου οὐκ ἐξέλιπεν καὶ ὁ καψάκης του̃ ἐλαίου οὐκ ἐλαττονώθη κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ηλιου
17 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἠρρώστησεν ὁ υἱὸς τη̃ς γυναικὸς τη̃ς κυρίας του̃ οἴκου καὶ ἠ̃ν ἡ ἀρρωστία αὐτου̃ κραταιὰ σφόδρα ἕως οὑ̃ οὐχ ὑπελείφθη ἐν αὐτω̨̃ πνευ̃μα
18 καὶ εἰ̃πεν πρὸς Ηλιου τί ἐμοὶ καὶ σοί ἄνθρωπε του̃ θεου̃ εἰση̃λθες πρός με του̃ ἀναμνη̃σαι τὰς ἀδικίας μου καὶ θανατω̃σαι τὸν υἱόν μου
19 καὶ εἰ̃πεν Ηλιου πρὸς τὴν γυναι̃κα δός μοι τὸν υἱόν σου καὶ ἔλαβεν αὐτὸν ἐκ του̃ κόλπου αὐτη̃ς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερω̨̃ον ἐν ὡ̨̃ αὐτὸς ἐκάθητο ἐκει̃ καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τη̃ς κλίνης αὐτου̃
20 καὶ ἀνεβόησεν Ηλιου καὶ εἰ̃πεν οἴμμοι κύριε ὁ μάρτυς τη̃ς χήρας μεθ' ἡ̃ς ἐγὼ κατοικω̃ μετ' αὐτη̃ς σὺ κεκάκωκας του̃ θανατω̃σαι τὸν υἱὸν αὐτη̃ς
21 καὶ ἐνεφύσησεν τω̨̃ παιδαρίω̨ τρὶς καὶ ἐπεκαλέσατο τὸν κύριον καὶ εἰ̃πεν κύριε ὁ θεός μου ἐπιστραφήτω δὴ ἡ ψυχὴ του̃ παιδαρίου τούτου εἰς αὐτόν
22 καὶ ἐγένετο οὕτως καὶ ἀνεβόησεν τὸ παιδάριον
23 καὶ κατήγαγεν αὐτὸν ἀπὸ του̃ ὑπερώ̨ου εἰς τὸν οἰ̃κον καὶ ἔδωκεν αὐτὸν τη̨̃ μητρὶ αὐτου̃ καὶ εἰ̃πεν Ηλιου βλέπε ζη̨̃ ὁ υἱός σου
24 καὶ εἰ̃πεν ἡ γυνὴ πρὸς Ηλιου ἰδοὺ ἔγνωκα ὅτι ἄνθρωπος θεου̃ εἰ̃ σὺ καὶ ῥη̃μα κυρίου ἐν στόματί σου ἀληθινόν

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 18

καὶ ἐγένετο μεθ' ἡμέρας πολλὰς καὶ ῥη̃μα κυρίου ἐγένετο πρὸς Ηλιου ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ τρίτω̨ λέγων πορεύθητι καὶ ὄφθητι τω̨̃ Αχααβ καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τη̃ς γη̃ς
καὶ ἐπορεύθη Ηλιου του̃ ὀφθη̃ναι τω̨̃ Αχααβ καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρεία̨
καὶ ἐκάλεσεν Αχααβ τὸν Αβδιου τὸν οἰκονόμον καὶ Αβδιου ἠ̃ν φοβούμενος τὸν κύριον σφόδρα
καὶ ἐγένετο ἐν τω̨̃ τύπτειν τὴν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔλαβεν Αβδιου ἑκατὸν ἄνδρας προφήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίω̨ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτω̨ καὶ ὕδατι
καὶ εἰ̃πεν Αχααβ πρὸς Αβδιου δευ̃ρο καὶ διέλθωμεν ἐπὶ τὴν γη̃ν ἐπὶ πηγὰς τω̃ν ὑδάτων καὶ ἐπὶ χειμάρρους ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τω̃ν κτηνω̃ν
καὶ ἐμέρισαν ἑαυτοι̃ς τὴν ὁδὸν του̃ διελθει̃ν αὐτήν Αχααβ ἐπορεύθη ἐν ὁδω̨̃ μια̨̃ μόνος καὶ Αβδιου ἐπορεύθη ἐν ὁδω̨̃ ἄλλη̨ μόνος
καὶ ἠ̃ν Αβδιου ἐν τη̨̃ ὁδω̨̃ μόνος καὶ ἠ̃λθεν Ηλιου εἰς συνάντησιν αὐτου̃ μόνος καὶ Αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτου̃ καὶ εἰ̃πεν εἰ σὺ εἰ̃ αὐτός κύριέ μου Ηλιου
καὶ εἰ̃πεν Ηλιου αὐτω̨̃ ἐγώ πορεύου λέγε τω̨̃ κυρίω̨ σου ἰδοὺ Ηλιου
καὶ εἰ̃πεν Αβδιου τί ἡμάρτηκα ὅτι δίδως τὸν δου̃λόν σου εἰς χει̃ρα Αχααβ του̃ θανατω̃σαί με
10 ζη̨̃ κύριος ὁ θεός σου εἰ ἔστιν ἔθνος ἢ βασιλεία οὑ̃ οὐκ ἀπέσταλκεν ὁ κύριός μου ζητει̃ν σε καὶ εἰ̃πον οὐκ ἔστιν καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτη̃ς ὅτι οὐχ εὕρηκέν σε
11 καὶ νυ̃ν σὺ λέγεις πορεύου ἀνάγγελλε τω̨̃ κυρίω̨ σου ἰδοὺ Ηλιου
12 καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σου̃ καὶ πνευ̃μα κυρίου ἀρει̃ σε εἰς γη̃ν ἣν οὐκ οἰ̃δα καὶ εἰσελεύσομαι ἀπαγγει̃λαι τω̨̃ Αχααβ καὶ ἀποκτενει̃ με καὶ ὁ δου̃λός σού ἐστιν φοβούμενος τὸν κύριον ἐκ νεότητος αὐτου̃
13 ἠ̃ οὐκ ἀπηγγέλη σοι τω̨̃ κυρίω̨ μου οἱ̃α πεποίηκα ἐν τω̨̃ ἀποκτείνειν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔκρυψα ἀπὸ τω̃ν προφητω̃ν κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίω̨ καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι
14 καὶ νυ̃ν σὺ λέγεις μοι πορεύου λέγε τω̨̃ κυρίω̨ σου ἰδοὺ Ηλιου καὶ ἀποκτενει̃ με
15 καὶ εἰ̃πεν Ηλιου ζη̨̃ κύριος τω̃ν δυνάμεων ὡ̨̃ παρέστην ἐνώπιον αὐτου̃ ὅτι σήμερον ὀφθήσομαι αὐτω̨̃
16 καὶ ἐπορεύθη Αβδιου εἰς συναντὴν τω̨̃ Αχααβ καὶ ἀπήγγειλεν αὐτω̨̃ καὶ ἐξέδραμεν Αχααβ καὶ ἐπορεύθη εἰς συνάντησιν Ηλιου
17 καὶ ἐγένετο ὡς εἰ̃δεν Αχααβ τὸν Ηλιου καὶ εἰ̃πεν Αχααβ πρὸς Ηλιου εἰ σὺ εἰ̃ αὐτὸς ὁ διαστρέφων τὸν Ισραηλ
18 καὶ εἰ̃πεν Ηλιου οὐ διαστρέφω τὸν Ισραηλ ὅτι ἀλλ' ἢ σὺ καὶ ὁ οἰ̃κος του̃ πατρός σου ἐν τω̨̃ καταλιμπάνειν ὑμα̃ς τὸν κύριον θεὸν ὑμω̃ν καὶ ἐπορεύθης ὀπίσω τω̃ν Βααλιμ
19 καὶ νυ̃ν ἀπόστειλον συνάθροισον πρός με πάντα Ισραηλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τη̃ς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τω̃ν ἀλσω̃ν τετρακοσίους ἐσθίοντας τράπεζαν Ιεζαβελ
20 καὶ ἀπέστειλεν Αχααβ εἰς πάντα Ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον
21 καὶ προσήγαγεν Ηλιου πρὸς πάντας καὶ εἰ̃πεν αὐτοι̃ς Ηλιου ἕως πότε ὑμει̃ς χωλανει̃τε ἐπ' ἀμφοτέραις ται̃ς ἰγνύαις εἰ ἔστιν κύριος ὁ θεός πορεύεσθε ὀπίσω αὐτου̃ εἰ δὲ ὁ Βααλ αὐτός πορεύεσθε ὀπίσω αὐτου̃ καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον
22 καὶ εἰ̃πεν Ηλιου πρὸς τὸν λαόν ἐγὼ ὑπολέλειμμαι προφήτης του̃ κυρίου μονώτατος καὶ οἱ προφη̃ται του̃ Βααλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες καὶ οἱ προφη̃ται του̃ ἄλσους τετρακόσιοι
23 δότωσαν ἡμι̃ν δύο βόας καὶ ἐκλεξάσθωσαν ἑαυτοι̃ς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τω̃ν ξύλων καὶ πυ̃ρ μὴ ἐπιθέτωσαν καὶ ἐγὼ ποιήσω τὸν βου̃ν τὸν ἄλλον καὶ πυ̃ρ οὐ μὴ ἐπιθω̃
24 καὶ βοα̃τε ἐν ὀνόματι θεω̃ν ὑμω̃ν καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι κυρίου του̃ θεου̃ μου καὶ ἔσται ὁ θεός ὃς ἐὰν ἐπακούση̨ ἐν πυρί οὑ̃τος θεός καὶ ἀπεκρίθησαν πα̃ς ὁ λαὸς καὶ εἰ̃πον καλὸν τὸ ῥη̃μα ὃ ἐλάλησας
25 καὶ εἰ̃πεν Ηλιου τοι̃ς προφήταις τη̃ς αἰσχύνης ἐκλέξασθε ἑαυτοι̃ς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρω̃τοι ὅτι πολλοὶ ὑμει̃ς καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεου̃ ὑμω̃ν καὶ πυ̃ρ μὴ ἐπιθη̃τε
26 καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλου̃ντο ἐν ὀνόματι του̃ Βααλ ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἰ̃πον ἐπάκουσον ἡμω̃ν ὁ Βααλ ἐπάκουσον ἡμω̃ν καὶ οὐκ ἠ̃ν φωνὴ καὶ οὐκ ἠ̃ν ἀκρόασις καὶ διέτρεχον ἐπὶ του̃ θυσιαστηρίου οὑ̃ ἐποίησαν
27 καὶ ἐγένετο μεσημβρία̨ καὶ ἐμυκτήρισεν αὐτοὺς Ηλιου ὁ Θεσβίτης καὶ εἰ̃πεν ἐπικαλει̃σθε ἐν φωνη̨̃ μεγάλη̨ ὅτι θεός ἐστιν ὅτι ἀδολεσχία αὐτω̨̃ ἐστιν καὶ ἅμα μήποτε χρηματίζει αὐτός ἢ μήποτε καθεύδει αὐτός καὶ ἐξαναστήσεται
28 καὶ ἐπεκαλου̃ντο ἐν φωνη̨̃ μεγάλη̨ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτω̃ν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ' αὐτούς
29 καὶ ἐπροφήτευον ἕως οὑ̃ παρη̃λθεν τὸ δειλινόν καὶ ἐγένετο ὡς ὁ καιρὸς του̃ ἀναβη̃ναι τὴν θυσίαν καὶ οὐκ ἠ̃ν φωνή καὶ ἐλάλησεν Ηλιου ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τω̃ν προσοχθισμάτων λέγων μετάστητε ἀπὸ του̃ νυ̃ν καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου καὶ μετέστησαν καὶ ἀπη̃λθον
30 καὶ εἰ̃πεν Ηλιου πρὸς τὸν λαόν προσαγάγετε πρός με καὶ προσήγαγεν πα̃ς ὁ λαὸς πρὸς αὐτόν
31 καὶ ἔλαβεν Ηλιου δώδεκα λίθους κατ' ἀριθμὸν φυλω̃ν του̃ Ισραηλ ὡς ἐλάλησεν κύριος πρὸς αὐτὸν λέγων Ισραηλ ἔσται τὸ ὄνομά σου
32 καὶ ὠ̨κοδόμησεν τοὺς λίθους ἐν ὀνόματι κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον καὶ ἐποίησεν θααλα χωρου̃σαν δύο μετρητὰς σπέρματος κυκλόθεν του̃ θυσιαστηρίου
33 καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν καὶ ἐμέλισεν τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον
34 καὶ εἰ̃πεν λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας καὶ ἐποίησαν οὕτως καὶ εἰ̃πεν δευτερώσατε καὶ ἐδευτέρωσαν καὶ εἰ̃πεν τρισσώσατε καὶ ἐτρίσσευσαν
35 καὶ διεπορεύετο τὸ ὕδωρ κύκλω̨ του̃ θυσιαστηρίου καὶ τὴν θααλα ἔπλησαν ὕδατος
36 καὶ ἀνεβόησεν Ηλιου εἰς τὸν οὐρανὸν καὶ εἰ̃πεν κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου σήμερον ἐν πυρί καὶ γνώτωσαν πα̃ς ὁ λαὸς οὑ̃τος ὅτι σὺ εἰ̃ κύριος ὁ θεὸς Ισραηλ κἀγὼ δου̃λός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταυ̃τα
37 ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου ἐν πυρί καὶ γνώτω ὁ λαὸς οὑ̃τος ὅτι σὺ εἰ̃ κύριος ὁ θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν του̃ λαου̃ τούτου ὀπίσω
38 καὶ ἔπεσεν πυ̃ρ παρὰ κυρίου ἐκ του̃ οὐρανου̃ καὶ κατέφαγεν τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τη̨̃ θααλα καὶ τοὺς λίθους καὶ τὸν χου̃ν ἐξέλιξεν τὸ πυ̃ρ
39 καὶ ἔπεσεν πα̃ς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτω̃ν καὶ εἰ̃πον ἀληθω̃ς κύριός ἐστιν ὁ θεός αὐτὸς ὁ θεός
40 καὶ εἰ̃πεν Ηλιου πρὸς τὸν λαόν συλλάβετε τοὺς προφήτας του̃ Βααλ μηθεὶς σωθήτω ἐξ αὐτω̃ν καὶ συνέλαβον αὐτούς καὶ κατάγει αὐτοὺς Ηλιου εἰς τὸν χειμάρρουν Κισων καὶ ἔσφαξεν αὐτοὺς ἐκει̃
41 καὶ εἰ̃πεν Ηλιου τω̨̃ Αχααβ ἀνάβηθι καὶ φάγε καὶ πίε ὅτι φωνὴ τω̃ν ποδω̃ν του̃ ὑετου̃
42 καὶ ἀνέβη Αχααβ του̃ φαγει̃ν καὶ πιει̃ν καὶ Ηλιου ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γη̃ν καὶ ἔθηκεν τὸ πρόσωπον ἑαυτου̃ ἀνὰ μέσον τω̃ν γονάτων ἑαυτου̃
43 καὶ εἰ̃πεν τω̨̃ παιδαρίω̨ αὑτου̃ ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τη̃ς θαλάσσης καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἰ̃πεν οὐκ ἔστιν οὐθέν καὶ εἰ̃πεν Ηλιου καὶ σὺ ἐπίστρεψον ἑπτάκι καὶ ἐπέστρεψεν τὸ παιδάριον ἑπτάκι
44 καὶ ἐγένετο ἐν τω̨̃ ἑβδόμω̨ καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ καὶ εἰ̃πεν ἀνάβηθι καὶ εἰπὸν τω̨̃ Αχααβ ζευ̃ξον τὸ ἅρμα σου καὶ κατάβηθι μὴ καταλάβη̨ σε ὁ ὑετός
45 καὶ ἐγένετο ἕως ὡ̃δε καὶ ὡ̃δε καὶ ὁ οὐρανὸς συνεσκότασεν νεφέλαις καὶ πνεύματι καὶ ἐγένετο ὑετὸς μέγας καὶ ἔκλαιεν καὶ ἐπορεύετο Αχααβ εἰς Ιεζραελ
46 καὶ χεὶρ κυρίου ἐπὶ τὸν Ηλιου καὶ συνέσφιγξεν τὴν ὀσφὺν αὐτου̃ καὶ ἔτρεχεν ἔμπροσθεν Αχααβ ἕως Ιεζραελ

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 19

καὶ ἀνήγγειλεν Αχααβ τη̨̃ Ιεζαβελ γυναικὶ αὐτου̃ πάντα ἃ ἐποίησεν Ηλιου καὶ ὡς ἀπέκτεινεν τοὺς προφήτας ἐν ῥομφαία̨
καὶ ἀπέστειλεν Ιεζαβελ πρὸς Ηλιου καὶ εἰ̃πεν εἰ σὺ εἰ̃ Ηλιου καὶ ἐγὼ Ιεζαβελ τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτω̃ν
καὶ ἐφοβήθη Ηλιου καὶ ἀνέστη καὶ ἀπη̃λθεν κατὰ τὴν ψυχὴν ἑαυτου̃ καὶ ἔρχεται εἰς Βηρσαβεε τὴν Ιουδα καὶ ἀφη̃κεν τὸ παιδάριον αὐτου̃ ἐκει̃
καὶ αὐτὸς ἐπορεύθη ἐν τη̨̃ ἐρήμω̨ ὁδὸν ἡμέρας καὶ ἠ̃λθεν καὶ ἐκάθισεν ὑπὸ ραθμ ἓν καὶ ἠ̨τήσατο τὴν ψυχὴν αὐτου̃ ἀποθανει̃ν καὶ εἰ̃πεν ἱκανούσθω νυ̃ν λαβὲ δὴ τὴν ψυχήν μου ἀπ' ἐμου̃ κύριε ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου
καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκει̃ ὑπὸ φυτόν καὶ ἰδού τις ἥψατο αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἀνάστηθι καὶ φάγε
καὶ ἐπέβλεψεν Ηλιου καὶ ἰδοὺ πρὸς κεφαλη̃ς αὐτου̃ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἐπιστρέψας ἐκοιμήθη
καὶ ἐπέστρεψεν ὁ ἄγγελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἀνάστα φάγε ὅτι πολλὴ ἀπὸ σου̃ ἡ ὁδός
καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἐπορεύθη ἐν τη̨̃ ἰσχύι τη̃ς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρηβ
καὶ εἰση̃λθεν ἐκει̃ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκει̃ καὶ ἰδοὺ ῥη̃μα κυρίου πρὸς αὐτὸν καὶ εἰ̃πεν τί σὺ ἐνταυ̃θα Ηλιου
10 καὶ εἰ̃πεν Ηλιου ζηλω̃ν ἐζήλωκα τω̨̃ κυρίω̨ παντοκράτορι ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ισραηλ τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαία̨ καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος καὶ ζητου̃σι τὴν ψυχήν μου λαβει̃ν αὐτήν
11 καὶ εἰ̃πεν ἐξελεύση̨ αὔριον καὶ στήση̨ ἐνώπιον κυρίου ἐν τω̨̃ ὄρει ἰδοὺ παρελεύσεται κύριος καὶ πνευ̃μα μέγα κραταιὸν διαλυ̃ον ὄρη καὶ συντρι̃βον πέτρας ἐνώπιον κυρίου οὐκ ἐν τω̨̃ πνεύματι κύριος καὶ μετὰ τὸ πνευ̃μα συσσεισμός οὐκ ἐν τω̨̃ συσσεισμω̨̃ κύριος
12 καὶ μετὰ τὸν συσσεισμὸν πυ̃ρ οὐκ ἐν τω̨̃ πυρὶ κύριος καὶ μετὰ τὸ πυ̃ρ φωνὴ αὔρας λεπτη̃ς κἀκει̃ κύριος
13 καὶ ἐγένετο ὡς ἤκουσεν Ηλιου καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτου̃ ἐν τη̨̃ μηλωτη̨̃ ἑαυτου̃ καὶ ἐξη̃λθεν καὶ ἔστη ὑπὸ τὸ σπήλαιον καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἰ̃πεν τί σὺ ἐνταυ̃θα Ηλιου
14 καὶ εἰ̃πεν Ηλιου ζηλω̃ν ἐζήλωκα τω̨̃ κυρίω̨ παντοκράτορι ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ισραηλ τὰ θυσιαστήριά σου καθει̃λαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαία̨ καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος καὶ ζητου̃σι τὴν ψυχήν μου λαβει̃ν αὐτήν
15 καὶ εἰ̃πεν κύριος πρὸς αὐτόν πορεύου ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκου̃ καὶ χρίσεις τὸν Αζαηλ εἰς βασιλέα τη̃ς Συρίας
16 καὶ τὸν Ιου υἱὸν Ναμεσσι χρίσεις εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ τὸν Ελισαιε υἱὸν Σαφατ ἀπὸ Αβελμαουλα χρίσεις εἰς προφήτην ἀντὶ σου̃
17 καὶ ἔσται τὸν σω̨ζόμενον ἐκ ῥομφαίας Αζαηλ θανατώσει Ιου καὶ τὸν σω̨ζόμενον ἐκ ῥομφαίας Ιου θανατώσει Ελισαιε
18 καὶ καταλείψεις ἐν Ισραηλ ἑπτὰ χιλιάδας ἀνδρω̃ν πάντα γόνατα ἃ οὐκ ὤκλασαν γόνυ τω̨̃ Βααλ καὶ πα̃ν στόμα ὃ οὐ προσεκύνησεν αὐτω̨̃
19 καὶ ἀπη̃λθεν ἐκει̃θεν καὶ εὑρίσκει τὸν Ελισαιε υἱὸν Σαφατ καὶ αὐτὸς ἠροτρία ἐν βουσίν δώδεκα ζεύγη βοω̃ν ἐνώπιον αὐτου̃ καὶ αὐτὸς ἐν τοι̃ς δώδεκα καὶ ἐπη̃λθεν ἐπ' αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτου̃ ἐπ' αὐτόν
20 καὶ κατέλιπεν Ελισαιε τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ηλιου καὶ εἰ̃πεν καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου καὶ εἰ̃πεν Ηλιου ἀνάστρεφε ὅτι πεποίηκά σοι
21 καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτου̃ καὶ ἔλαβεν τὰ ζεύγη τω̃ν βοω̃ν καὶ ἔθυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοι̃ς σκεύεσι τω̃ν βοω̃ν καὶ ἔδωκεν τω̨̃ λαω̨̃ καὶ ἔφαγον καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ηλιου καὶ ἐλειτούργει αὐτω̨̃

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 20

καὶ συνήθροισεν υἱὸς Αδερ πα̃σαν τὴν δύναμιν αὐτου̃ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριάκοντα καὶ δύο βασιλει̃ς μετ' αὐτου̃ καὶ πα̃ς ἵππος καὶ ἅρμα καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ' αὐτήν
καὶ ἀπέστειλεν πρὸς Αχααβ βασιλέα Ισραηλ εἰς τὴν πόλιν
καὶ εἰ̃πεν πρὸς αὐτόν τάδε λέγει υἱὸς Αδερ τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν καὶ αἱ γυναι̃κές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν
καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἰ̃πεν καθὼς ἐλάλησας κύριε βασιλευ̃ σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά
καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἰ̃πον τάδε λέγει υἱὸς Αδερ ἐγὼ ἀπέσταλκα πρὸς σὲ λέγων τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναι̃κάς σου καὶ τὰ τέκνα σου δώσεις ἐμοί
ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελω̃ τοὺς παι̃δάς μου πρὸς σέ καὶ ἐρευνήσουσιν τὸν οἰ̃κόν σου καὶ τοὺς οἴκους τω̃ν παίδων σου καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμω̃ν αὐτω̃ν ἐφ' ἃ ἂν ἐπιβάλωσι τὰς χει̃ρας αὐτω̃ν καὶ λήμψονται
καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς πρεσβυτέρους καὶ εἰ̃πεν γνω̃τε δὴ καὶ ἴδετε ὅτι κακίαν οὑ̃τος ζητει̃ ὅτι ἀπέσταλκεν πρός με περὶ τω̃ν γυναικω̃ν μου καὶ περὶ τω̃ν υἱω̃ν μου καὶ περὶ τω̃ν θυγατέρων μου τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ' αὐτου̃
καὶ εἰ̃παν αὐτω̨̃ οἱ πρεσβύτεροι καὶ πα̃ς ὁ λαός μὴ ἀκούση̨ς καὶ μὴ θελήση̨ς
καὶ εἰ̃πεν τοι̃ς ἀγγέλοις υἱου̃ Αδερ λέγετε τω̨̃ κυρίω̨ ὑμω̃ν πάντα ὅσα ἀπέσταλκας πρὸς τὸν δου̃λόν σου ἐν πρώτοις ποιήσω τὸ δὲ ῥη̃μα του̃το οὐ δυνήσομαι ποιη̃σαι καὶ ἀπη̃ραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτω̨̃ λόγον
10 καὶ ἀνταπέστειλεν πρὸς αὐτὸν υἱὸς Αδερ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ ἐκποιήσει ὁ χου̃ς Σαμαρείας ται̃ς ἀλώπεξιν παντὶ τω̨̃ λαω̨̃ τοι̃ς πεζοι̃ς μου
11 καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἰ̃πεν ἱκανούσθω μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός
12 καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτω̨̃ τὸν λόγον του̃τον πίνων ἠ̃ν αὐτὸς καὶ πάντες οἱ βασιλει̃ς μετ' αὐτου̃ ἐν σκηναι̃ς καὶ εἰ̃πεν τοι̃ς παισὶν αὐτου̃ οἰκοδομήσατε χάρακα καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν
13 καὶ ἰδοὺ προφήτης εἱ̃ς προση̃λθεν τω̨̃ βασιλει̃ Ισραηλ καὶ εἰ̃πεν τάδε λέγει κύριος εἰ ἑόρακας πάντα τὸν ὄχλον τὸν μέγαν του̃τον ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χει̃ρας σάς καὶ γνώση̨ ὅτι ἐγὼ κύριος
14 καὶ εἰ̃πεν Αχααβ ἐν τίνι καὶ εἰ̃πεν τάδε λέγει κύριος ἐν τοι̃ς παιδαρίοις τω̃ν ἀρχόντων τω̃ν χωρω̃ν καὶ εἰ̃πεν Αχααβ τίς συνάψει τὸν πόλεμον καὶ εἰ̃πεν σύ
15 καὶ ἐπεσκέψατο Αχααβ τὰ παιδάρια τω̃ν ἀρχόντων τω̃ν χωρω̃ν καὶ ἐγένοντο διακόσιοι καὶ τριάκοντα καὶ μετὰ ταυ̃τα ἐπεσκέψατο τὸν λαόν πα̃ν υἱὸν δυνάμεως ἑξήκοντα χιλιάδας
16 καὶ ἐξη̃λθεν μεσημβρίας καὶ υἱὸς Αδερ πίνων μεθύων ἐν Σοκχωθ αὐτὸς καὶ οἱ βασιλει̃ς τριάκοντα καὶ δύο βασιλει̃ς συμβοηθοὶ μετ' αὐτου̃
17 καὶ ἐξη̃λθον παιδάρια ἀρχόντων τω̃ν χωρω̃ν ἐν πρώτοις καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τω̨̃ βασιλει̃ Συρίας λέγοντες ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας
18 καὶ εἰ̃πεν αὐτοι̃ς εἰ εἰς εἰρήνην οὑ̃τοι ἐκπορεύονται συλλάβετε αὐτοὺς ζω̃ντας καὶ εἰ εἰς πόλεμον ζω̃ντας συλλάβετε αὐτούς
19 καὶ μὴ ἐξελθάτωσαν ἐκ τη̃ς πόλεως τὰ παιδάρια ἀρχόντων τω̃ν χωρω̃ν καὶ ἡ δύναμις ὀπίσω αὐτω̃ν
20 ἐπάταξεν ἕκαστος τὸν παρ' αὐτου̃ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ' αὐτου̃ καὶ ἔφυγεν Συρία καὶ κατεδίωξεν αὐτοὺς Ισραηλ καὶ σώ̨ζεται υἱὸς Αδερ βασιλεὺς Συρίας ἐφ' ἵππου ἱππέως
21 καὶ ἐξη̃λθεν βασιλεὺς Ισραηλ καὶ ἔλαβεν πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρία̨
22 καὶ προση̃λθεν ὁ προφήτης πρὸς βασιλέα Ισραηλ καὶ εἰ̃πεν κραταιου̃ καὶ γνω̃θι καὶ ἰδὲ τί ποιήσεις ὅτι ἐπιστρέφοντος του̃ ἐνιαυτου̃ υἱὸς Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ
23 καὶ οἱ παι̃δες βασιλέως Συρίας εἰ̃πον θεὸς ὀρέων θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων διὰ του̃το ἐκραταίωσεν ὑπὲρ ἡμα̃ς ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ' εὐθύ εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς
24 καὶ τὸ ῥη̃μα του̃το ποίησον ἀπόστησον τοὺς βασιλει̃ς ἕκαστον εἰς τὸν τόπον αὐτω̃ν καὶ θου̃ ἀντ' αὐτω̃ν σατράπας
25 καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσου̃σαν ἀπὸ σου̃ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ' εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς καὶ ἤκουσεν τη̃ς φωνη̃ς αὐτω̃ν καὶ ἐποίησεν οὕτως
26 καὶ ἐγένετο ἐπιστρέψαντος του̃ ἐνιαυτου̃ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Αφεκα εἰς πόλεμον ἐπὶ Ισραηλ
27 καὶ οἱ υἱοὶ Ισραηλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτω̃ν καὶ παρενέβαλεν Ισραηλ ἐξ ἐναντίας αὐτω̃ν ὡσεὶ δύο ποίμνια αἰγω̃ν καὶ Συρία ἔπλησεν τὴν γη̃ν
28 καὶ προση̃λθεν ὁ ἄνθρωπος του̃ θεου̃ καὶ εἰ̃πεν τω̨̃ βασιλει̃ Ισραηλ τάδε λέγει κύριος ἀνθ' ὡ̃ν εἰ̃πεν Συρία θεὸς ὀρέων κύριος ὁ θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων αὐτός καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χει̃ρα σήν καὶ γνώση̨ ὅτι ἐγὼ κύριος
29 καὶ παρεμβάλλουσιν οὑ̃τοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ προσήγαγεν ὁ πόλεμος καὶ ἐπάταξεν Ισραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζω̃ν μια̨̃ ἡμέρα̨
30 καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν καὶ ἔπεσεν τὸ τει̃χος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρω̃ν τω̃ν καταλοίπων καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰση̃λθεν εἰς τὸν οἰ̃κον του̃ κοιτω̃νος εἰς τὸ ταμίειον
31 καὶ εἰ̃πεν τοι̃ς παισὶν αὐτου̃ οἰ̃δα ὅτι βασιλει̃ς Ισραηλ βασιλει̃ς ἐλέους εἰσίν ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμω̃ν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμω̃ν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμω̃ν
32 καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτω̃ν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν καὶ εἰ̃πον τω̨̃ βασιλει̃ Ισραηλ δου̃λός σου υἱὸς Αδερ λέγει ζησάτω δὴ ἡ ψυχή μου καὶ εἰ̃πεν εἰ ἔτι ζη̨̃ ἀδελφός μού ἐστιν
33 καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ του̃ στόματος αὐτου̃ καὶ εἰ̃πον ἀδελφός σου υἱὸς Αδερ καὶ εἰ̃πεν εἰσέλθατε καὶ λάβετε αὐτόν καὶ ἐξη̃λθεν πρὸς αὐτὸν υἱὸς Αδερ καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα
34 καὶ εἰ̃πεν πρὸς αὐτόν τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ του̃ πατρός σου ἀποδώσω σοι καὶ ἐξόδους θήσεις σαυτω̨̃ ἐν Δαμασκω̨̃ καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρεία̨ καὶ ἐγὼ ἐν διαθήκη̨ ἐξαποστελω̃ σε καὶ διέθετο αὐτω̨̃ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν
35 καὶ ἄνθρωπος εἱ̃ς ἐκ τω̃ν υἱω̃ν τω̃ν προφητω̃ν εἰ̃πεν πρὸς τὸν πλησίον αὐτου̃ ἐν λόγω̨ κυρίου πάταξον δή με καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν
36 καὶ εἰ̃πεν πρὸς αὐτόν ἀνθ' ὡ̃ν οὐκ ἤκουσας τη̃ς φωνη̃ς κυρίου ἰδοὺ σὺ ἀποτρέχεις ἀπ' ἐμου̃ καὶ πατάξει σε λέων καὶ ἀπη̃λθεν ἀπ' αὐτου̃ καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν
37 καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἰ̃πεν πάταξόν με δή καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας καὶ συνέτριψεν
38 καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τω̨̃ βασιλει̃ Ισραηλ ἐπὶ τη̃ς ὁδου̃ καὶ κατεδήσατο τελαμω̃νι τοὺς ὀφθαλμοὺς αὐτου̃
39 καὶ ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο καὶ οὑ̃τος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἰ̃πεν ὁ δου̃λός σου ἐξη̃λθεν ἐπὶ τὴν στρατιὰν του̃ πολέμου καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός με ἄνδρα καὶ εἰ̃πεν πρός με φύλαξον του̃τον τὸν ἄνδρα ἐὰν δὲ ἐκπηδω̃ν ἐκπηδήση̨ καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τη̃ς ψυχη̃ς αὐτου̃ ἢ τάλαντον ἀργυρίου στήσεις
40 καὶ ἐγενήθη περιεβλέψατο ὁ δου̃λός σου ὡ̃δε καὶ ὡ̃δε καὶ οὑ̃τος οὐκ ἠ̃ν καὶ εἰ̃πεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ ἰδοὺ καὶ τὰ ἔνεδρα παρ' ἐμοὶ ἐφόνευσας
41 καὶ ἔσπευσεν καὶ ἀφει̃λεν τὸν τελαμω̃να ἀπὸ τω̃ν ὀφθαλμω̃ν αὐτου̃ καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ισραηλ ὅτι ἐκ τω̃ν προφητω̃ν οὑ̃τος
42 καὶ εἰ̃πεν πρὸς αὐτόν τάδε λέγει κύριος διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τη̃ς ψυχη̃ς αὐτου̃ καὶ ὁ λαός σου ἀντὶ του̃ λαου̃ αὐτου̃
43 καὶ ἀπη̃λθεν ὁ βασιλεὺς Ισραηλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 21

καὶ ἀμπελὼν εἱ̃ς ἠ̃ν τω̨̃ Ναβουθαι τω̨̃ Ιεζραηλίτη̨ παρὰ τω̨̃ ἅλω̨ Αχααβ βασιλέως Σαμαρείας
καὶ ἐλάλησεν Αχααβ πρὸς Ναβουθαι λέγων δός μοι τὸν ἀμπελω̃νά σου καὶ ἔσται μοι εἰς κη̃πον λαχάνων ὅτι ἐγγίων οὑ̃τος τω̨̃ οἴκω̨ μου καὶ δώσω σοι ἀμπελω̃να ἄλλον ἀγαθὸν ὑπὲρ αὐτόν εἰ δὲ ἀρέσκει ἐνώπιόν σου δώσω σοι ἀργύριον ἀντάλλαγμα του̃ ἀμπελω̃νός σου τούτου καὶ ἔσται μοι εἰς κη̃πον λαχάνων
καὶ εἰ̃πεν Ναβουθαι πρὸς Αχααβ μή μοι γένοιτο παρὰ θεου̃ μου δου̃ναι κληρονομίαν πατέρων μου σοί
καὶ ἐγένετο τὸ πνευ̃μα Αχααβ τεταραγμένον καὶ ἐκοιμήθη ἐπὶ τη̃ς κλίνης αὐτου̃ καὶ συνεκάλυψεν τὸ πρώσωπον αὐτου̃ καὶ οὐκ ἔφαγεν ἄρτον
καὶ εἰση̃λθεν Ιεζαβελ ἡ γυνὴ αὐτου̃ πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς αὐτόν τί τὸ πνευ̃μά σου τεταραγμένον καὶ οὐκ εἰ̃ σὺ ἐσθίων ἄρτον
καὶ εἰ̃πεν πρὸς αὐτήν ὅτι ἐλάλησα πρὸς Ναβουθαι τὸν Ιεζραηλίτην λέγων δός μοι τὸν ἀμπελω̃νά σου ἀργυρίου εἰ δὲ βούλει δώσω σοι ἀμπελω̃να ἄλλον ἀντ' αὐτου̃ καὶ εἰ̃πεν οὐ δώσω σοι κληρονομίαν πατέρων μου
καὶ εἰ̃πεν πρὸς αὐτὸν Ιεζαβελ ἡ γυνὴ αὐτου̃ σὺ νυ̃ν οὕτως ποιει̃ς βασιλέα ἐπὶ Ισραηλ ἀνάστηθι φάγε ἄρτον καὶ σαυτου̃ γενου̃ ἐγὼ δώσω σοι τὸν ἀμπελω̃να Ναβουθαι του̃ Ιεζραηλίτου
καὶ ἔγραψεν βιβλίον ἐπὶ τω̨̃ ὀνόματι Αχααβ καὶ ἐσφραγίσατο τη̨̃ σφραγι̃δι αὐτου̃ καὶ ἀπέστειλεν τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικου̃ντας μετὰ Ναβουθαι
καὶ ἐγέγραπτο ἐν τοι̃ς βιβλίοις λέγων νηστεύσατε νηστείαν καὶ καθίσατε τὸν Ναβουθαι ἐν ἀρχη̨̃ του̃ λαου̃
10 καὶ ἐγκαθίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξ ἐναντίας αὐτου̃ καὶ καταμαρτυρησάτωσαν αὐτου̃ λέγοντες ηὐλόγησεν θεὸν καὶ βασιλέα καὶ ἐξαγαγέτωσαν αὐτὸν καὶ λιθοβολησάτωσαν αὐτόν καὶ ἀποθανέτω
11 καὶ ἐποίησαν οἱ ἄνδρες τη̃ς πόλεως αὐτου̃ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύθεροι οἱ κατοικου̃ντες ἐν τη̨̃ πόλει αὐτου̃ καθὰ ἀπέστειλεν πρὸς αὐτοὺς Ιεζαβελ καθὰ γέγραπται ἐν τοι̃ς βιβλίοις οἱ̃ς ἀπέστειλεν πρὸς αὐτούς
12 ἐκάλεσαν νηστείαν καὶ ἐκάθισαν τὸν Ναβουθαι ἐν ἀρχη̨̃ του̃ λαου̃
13 καὶ ἠ̃λθον δύο ἄνδρες υἱοὶ παρανόμων καὶ ἐκάθισαν ἐξ ἐναντίας αὐτου̃ καὶ κατεμαρτύρησαν αὐτου̃ λέγοντες ηὐλόγηκας θεὸν καὶ βασιλέα καὶ ἐξήγαγον αὐτὸν ἔξω τη̃ς πόλεως καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις καὶ ἀπέθανεν
14 καὶ ἀπέστειλαν πρὸς Ιεζαβελ λέγοντες λελιθοβόληται Ναβουθαι καὶ τέθνηκεν
15 καὶ ἐγένετο ὡς ἤκουσεν Ιεζαβελ καὶ εἰ̃πεν πρὸς Αχααβ ἀνάστα κληρονόμει τὸν ἀμπελω̃να Ναβουθαι του̃ Ιεζραηλίτου ὃς οὐκ ἔδωκέν σοι ἀργυρίου ὅτι οὐκ ἔστιν Ναβουθαι ζω̃ν ὅτι τέθνηκεν
16 καὶ ἐγένετο ὡς ἤκουσεν Αχααβ ὅτι τέθνηκεν Ναβουθαι ὁ Ιεζραηλίτης καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτου̃ καὶ περιεβάλετο σάκκον καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἀνέστη καὶ κατέβη Αχααβ εἰς τὸν ἀμπελω̃να Ναβουθαι του̃ Ιεζραηλίτου κληρονομη̃σαι αὐτόν
17 καὶ εἰ̃πεν κύριος πρὸς Ηλιου τὸν Θεσβίτην λέγων
18 ἀνάστηθι καὶ κατάβηθι εἰς ἀπαντὴν Αχααβ βασιλέως Ισραηλ του̃ ἐν Σαμαρεία̨ ἰδοὺ οὑ̃τος ἐν ἀμπελω̃νι Ναβουθαι ὅτι καταβέβηκεν ἐκει̃ κληρονομη̃σαι αὐτόν
19 καὶ λαλήσεις πρὸς αὐτὸν λέγων τάδε λέγει κύριος ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας διὰ του̃το τάδε λέγει κύριος ἐν παντὶ τόπω̨ ὡ̨̃ ἔλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἱ̃μα Ναβουθαι ἐκει̃ λείξουσιν οἱ κύνες τὸ αἱ̃μά σου καὶ αἱ πόρναι λούσονται ἐν τω̨̃ αἵματί σου
20 καὶ εἰ̃πεν Αχααβ πρὸς Ηλιου εἰ εὕρηκάς με ὁ ἐχθρός μου καὶ εἰ̃πεν εὕρηκα διότι μάτην πέπρασαι ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου παροργίσαι αὐτόν
21 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακὰ καὶ ἐκκαύσω ὀπίσω σου καὶ ἐξολεθρεύσω του̃ Αχααβ οὐρου̃ντα πρὸς τοι̃χον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ
22 καὶ δώσω τὸν οἰ̃κόν σου ὡς τὸν οἰ̃κον Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ὡς τὸν οἰ̃κον Βαασα υἱου̃ Αχια περὶ τω̃ν παροργισμάτων ὡ̃ν παρώργισας καὶ ἐξήμαρτες τὸν Ισραηλ
23 καὶ τη̨̃ Ιεζαβελ ἐλάλησεν κύριος λέγων οἱ κύνες καταφάγονται αὐτὴν ἐν τω̨̃ προτειχίσματι Ιεζραελ
24 τὸν τεθνηκότα του̃ Αχααβ ἐν τη̨̃ πόλει φάγονται οἱ κύνες καὶ τὸν τεθνηκότα αὐτου̃ ἐν τω̨̃ πεδίω̨ φάγονται τὰ πετεινὰ του̃ οὐρανου̃
25 πλὴν ματαίως Αχααβ ὡς ἐπράθη ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου ὡς μετέθηκεν αὐτὸν Ιεζαβελ ἡ γυνὴ αὐτου̃
26 καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τω̃ν βδελυγμάτων κατὰ πάντα ἃ ἐποίησεν ὁ Αμορραι̃ος ὃν ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου υἱω̃ν Ισραηλ
27 καὶ ὑπὲρ του̃ λόγου ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου του̃ κυρίου καὶ ἐπορεύετο κλαίων καὶ διέρρηξεν τὸν χιτω̃να αὐτου̃ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σω̃μα αὐτου̃ καὶ ἐνήστευσεν καὶ περιεβάλετο σάκκον ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐπάταξεν Ναβουθαι τὸν Ιεζραηλίτην
28 καὶ ἐγένετο ῥη̃μα κυρίου ἐν χειρὶ δούλου αὐτου̃ Ηλιου περὶ Αχααβ καὶ εἰ̃πεν κύριος
29 ἑώρακας ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου μου οὐκ ἐπάξω τὴν κακίαν ἐν ται̃ς ἡμέραις αὐτου̃ ἀλλ' ἐν ται̃ς ἡμέραις του̃ υἱου̃ αὐτου̃ ἐπάξω τὴν κακίαν

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 22

καὶ ἐκάθισεν τρία ἔτη καὶ οὐκ ἠ̃ν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον Ισραηλ
καὶ ἐγενήθη ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ τρίτω̨ καὶ κατέβη Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ
καὶ εἰ̃πεν βασιλεὺς Ισραηλ πρὸς τοὺς παι̃δας αὐτου̃ εἰ οἴδατε ὅτι ἡμι̃ν Ρεμμαθ Γαλααδ καὶ ἡμει̃ς σιωπω̃μεν λαβει̃ν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας
καὶ εἰ̃πεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ ἀναβήση̨ μεθ' ἡμω̃ν εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον καὶ εἰ̃πεν Ιωσαφατ καθὼς ἐγὼ οὕτως καὶ σύ καθὼς ὁ λαός μου ὁ λαός σου καθὼς οἱ ἵπποι μου οἱ ἵπποι σου
καὶ εἰ̃πεν Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ ἐπερωτήσατε δὴ σήμερον τὸν κύριον
καὶ συνήθροισεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας καὶ εἰ̃πεν αὐτοι̃ς ὁ βασιλεύς εἰ πορευθω̃ εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἰ̃παν ἀνάβαινε καὶ διδοὺς δώσει κύριος εἰς χει̃ρας του̃ βασιλέως
καὶ εἰ̃πεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ οὐκ ἔστιν ὡ̃δε προφήτης του̃ κυρίου καὶ ἐπερωτήσομεν τὸν κύριον δι' αὐτου̃
καὶ εἰ̃πεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ ἔτι ἔστιν ἀνὴρ εἱ̃ς του̃ ἐπερωτη̃σαι τὸν κύριον δι' αὐτου̃ καὶ ἐγὼ μεμίσηκα αὐτόν ὅτι οὐ λαλει̃ περὶ ἐμου̃ καλά ἀλλ' ἢ κακά Μιχαιας υἱὸς Ιεμλα καὶ εἰ̃πεν Ιωσαφατ βασιλεὺς Ιουδα μὴ λεγέτω ὁ βασιλεὺς οὕτως
καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ εὐνου̃χον ἕνα καὶ εἰ̃πεν τάχος Μιχαιαν υἱὸν Ιεμλα
10 καὶ ὁ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα ἐκάθηντο ἀνὴρ ἐπὶ του̃ θρόνου αὐτου̃ ἔνοπλοι ἐν ται̃ς πύλαις Σαμαρείας καὶ πάντες οἱ προφη̃ται ἐπροφήτευον ἐνώπιον αὐτω̃ν
11 καὶ ἐποίησεν ἑαυτω̨̃ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρα̃ καὶ εἰ̃πεν τάδε λέγει κύριος ἐν τούτοις κερατιει̃ς τὴν Συρίαν ἕως συντελεσθη̨̃
12 καὶ πάντες οἱ προφη̃ται ἐπροφήτευον οὕτως λέγοντες ἀνάβαινε εἰς Ρεμμαθ Γαλααδ καὶ εὐοδώσει καὶ δώσει κύριος εἰς χει̃ράς σου καὶ τὸν βασιλέα Συρίας
13 καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτω̨̃ λέγων ἰδοὺ δὴ λαλου̃σιν πάντες οἱ προφη̃ται ἐν στόματι ἑνὶ καλὰ περὶ του̃ βασιλέως γίνου δὴ καὶ σὺ εἰς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων καὶ λάλησον καλά
14 καὶ εἰ̃πεν Μιχαιας ζη̨̃ κύριος ὅτι ἃ ἂν εἴπη̨ κύριος πρός με ταυ̃τα λαλήσω
15 καὶ ἠ̃λθεν πρὸς τὸν βασιλέα καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς Μιχαια εἰ ἀναβω̃ εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἰ̃πεν ἀνάβαινε καὶ εὐοδώσει καὶ δώσει κύριος εἰς χει̃ρα του̃ βασιλέως
16 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς ποσάκις ἐγὼ ὁρκίζω σε ὅπως λαλήση̨ς πρός με ἀλήθειαν ἐν ὀνόματι κυρίου
17 καὶ εἰ̃πεν Μιχαιας οὐχ οὕτως ἑώρακα πάντα τὸν Ισραηλ διεσπαρμένον ἐν τοι̃ς ὄρεσιν ὡς ποίμνιον ὡ̨̃ οὐκ ἔστιν ποιμήν καὶ εἰ̃πεν κύριος οὐ κύριος τούτοις ἀναστρεφέτω ἕκαστος εἰς τὸν οἰ̃κον αὐτου̃ ἐν εἰρήνη̨
18 καὶ εἰ̃πεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα οὐκ εἰ̃πα πρὸς σέ οὐ προφητεύει οὑ̃τός μοι καλά διότι ἀλλ' ἢ κακά
19 καὶ εἰ̃πεν Μιχαιας οὐχ οὕτως οὐκ ἐγώ ἄκουε ῥη̃μα κυρίου οὐχ οὕτως εἰ̃δον τὸν κύριον θεὸν Ισραηλ καθήμενον ἐπὶ θρόνου αὐτου̃ καὶ πα̃σα ἡ στρατιὰ του̃ οὐρανου̃ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιω̃ν αὐτου̃ καὶ ἐξ εὐωνύμων αὐτου̃
20 καὶ εἰ̃πεν κύριος τίς ἀπατήσει τὸν Αχααβ βασιλέα Ισραηλ καὶ ἀναβήσεται καὶ πεσει̃ται ἐν Ρεμμαθ Γαλααδ καὶ εἰ̃πεν οὑ̃τος οὕτως καὶ οὑ̃τος οὕτως
21 καὶ ἐξη̃λθεν πνευ̃μα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἰ̃πεν ἐγὼ ἀπατήσω αὐτόν καὶ εἰ̃πεν πρὸς αὐτὸν κύριος ἐν τίνι
22 καὶ εἰ̃πεν ἐξελεύσομαι καὶ ἔσομαι πνευ̃μα ψευδὲς ἐν στόματι πάντων τω̃ν προφητω̃ν αὐτου̃ καὶ εἰ̃πεν ἀπατήσεις καί γε δυνήσει ἔξελθε καὶ ποίησον οὕτως
23 καὶ νυ̃ν ἰδοὺ ἔδωκεν κύριος πνευ̃μα ψευδὲς ἐν στόματι πάντων τω̃ν προφητω̃ν σου τούτων καὶ κύριος ἐλάλησεν ἐπὶ σὲ κακά
24 καὶ προση̃λθεν Σεδεκιου υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἰ̃πεν ποι̃ον πνευ̃μα κυρίου τὸ λαλη̃σαν ἐν σοί
25 καὶ εἰ̃πεν Μιχαιας ἰδοὺ σὺ ὄψη̨ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅταν εἰσέλθη̨ς ταμίειον του̃ ταμιείου του̃ κρυβη̃ναι
26 καὶ εἰ̃πεν ὁ βασιλεὺς Ισραηλ λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε αὐτὸν πρὸς Εμηρ τὸν ἄρχοντα τη̃ς πόλεως καὶ τω̨̃ Ιωας υἱω̨̃ του̃ βασιλέως
27 εἰπὸν θέσθαι του̃τον ἐν φυλακη̨̃ καὶ ἐσθίειν αὐτὸν ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως του̃ ἐπιστρέψαι με ἐν εἰρήνη̨
28 καὶ εἰ̃πεν Μιχαιας ἐὰν ἐπιστρέφων ἐπιστρέψη̨ς ἐν εἰρήνη̨ οὐκ ἐλάλησεν κύριος ἐν ἐμοί
29 καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα μετ' αὐτου̃ εἰς Ρεμμαθ Γαλααδ
30 καὶ εἰ̃πεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα συγκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου καὶ συνεκαλύψατο ὁ βασιλεὺς Ισραηλ καὶ εἰση̃λθεν εἰς τὸν πόλεμον
31 καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοι̃ς ἄρχουσι τω̃ν ἁρμάτων αὐτου̃ τριάκοντα καὶ δυσὶν λέγων μὴ πολεμει̃τε μικρὸν καὶ μέγαν ἀλλ' ἢ τὸν βασιλέα Ισραηλ μονώτατον
32 καὶ ἐγένετο ὡς εἰ̃δον οἱ ἄρχοντες τω̃ν ἁρμάτων τὸν Ιωσαφατ βασιλέα Ιουδα καὶ αὐτοὶ εἰ̃πον φαίνεται βασιλεὺς Ισραηλ οὑ̃τος καὶ ἐκύκλωσαν αὐτὸν πολεμη̃σαι καὶ ἀνέκραξεν Ιωσαφατ
33 καὶ ἐγένετο ὡς εἰ̃δον οἱ ἄρχοντες τω̃ν ἁρμάτων ὅτι οὐκ ἔστιν βασιλεὺς Ισραηλ οὑ̃τος καὶ ἀπέστρεψαν ἀπ' αὐτου̃
34 καὶ ἐνέτεινεν εἱ̃ς τὸ τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον του̃ πνεύμονος καὶ ἀνὰ μέσον του̃ θώρακος καὶ εἰ̃πεν τω̨̃ ἡνιόχω̨ αὐτου̃ ἐπίστρεψον τὰς χει̃ράς σου καὶ ἐξάγαγέ με ἐκ του̃ πολέμου ὅτι τέτρωμαι
35 καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ὁ βασιλεὺς ἠ̃ν ἑστηκὼς ἐπὶ του̃ ἅρματος ἐξ ἐναντίας Συρίας ἀπὸ πρωὶ ἕως ἑσπέρας καὶ ἀπέχυννε τὸ αἱ̃μα ἐκ τη̃ς πληγη̃ς εἰς τὸν κόλπον του̃ ἅρματος καὶ ἀπέθανεν ἑσπέρας καὶ ἐξεπορεύετο τὸ αἱ̃μα τη̃ς τροπη̃ς ἕως του̃ κόλπου του̃ ἅρματος
36 καὶ ἔστη ὁ στρατοκη̃ρυξ δύνοντος του̃ ἡλίου λέγων ἕκαστος εἰς τὴν ἑαυτου̃ πόλιν καὶ εἰς τὴν ἑαυτου̃ γη̃ν
37 ὅτι τέθνηκεν ὁ βασιλεύς καὶ ἠ̃λθον εἰς Σαμάρειαν καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρεία̨
38 καὶ ἀπένιψαν τὸ ἅρμα ἐπὶ τὴν κρήνην Σαμαρείας καὶ ἐξέλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἱ̃μα καὶ αἱ πόρναι ἐλούσαντο ἐν τω̨̃ αἵματι κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν
39 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αχααβ καὶ πάντα ἃ ἐποίησεν καὶ οἰ̃κον ἐλεφάντινον ὃν ὠ̨κοδόμησεν καὶ πάσας τὰς πόλεις ἃς ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γέγραπται ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ
40 καὶ ἐκοιμήθη Αχααβ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
41 καὶ Ιωσαφατ υἱὸς Ασα ἐβασίλευσεν ἐπὶ Ιουδα ἔτει τετάρτω̨ τω̨̃ Αχααβ βασιλέως Ισραηλ ἐβασίλευσεν
42 Ιωσαφατ υἱὸς τριάκοντα καὶ πέντε ἐτω̃ν ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Αζουβα θυγάτηρ Σελεϊ
43 καὶ ἐπορεύθη ἐν πάση̨ ὁδω̨̃ Ασα του̃ πατρὸς αὐτου̃ οὐκ ἐξέκλινεν ἀπ' αὐτη̃ς του̃ ποιη̃σαι τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου πλὴν τω̃ν ὑψηλω̃ν οὐκ ἐξη̃ρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοι̃ς ὑψηλοι̃ς
44 καὶ εἰρήνευσεν Ιωσαφατ μετὰ βασιλέως Ισραηλ
45 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωσαφατ καὶ αἱ δυναστει̃αι αὐτου̃ ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ιουδα
46 ...
47 ...
48 ...
49 ...
50 καὶ ἐκοιμήθη Ιωσαφατ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη παρὰ τοι̃ς πατράσιν αὐτου̃ ἐν πόλει Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
51 καὶ Οχοζιας υἱὸς Αχααβ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ ἐν ἔτει ἑπτακαιδεκάτω̨ Ιωσαφατ βασιλει̃ Ιουδα καὶ ἐβασίλευσεν ἐν Ισραηλ ἔτη δύο
52 καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπορεύθη ἐν ὁδω̨̃ Αχααβ του̃ πατρὸς αὐτου̃ καὶ ἐν ὁδω̨̃ Ιεζαβελ τη̃ς μητρὸς αὐτου̃ καὶ ἐν ται̃ς ἁμαρτίαις οἴκου Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ
53 καὶ ἐδούλευσεν τοι̃ς Βααλιμ καὶ προσεκύνησεν αὐτοι̃ς καὶ παρώργισεν τὸν κύριον θεὸν Ισραηλ κατὰ πάντα τὰ γενόμενα ἔμπροσθεν αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).