Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 13,  στἰχοι 1-6

1 καὶ ἰδοὺ ἄνθρωπος του̃ θεου̃ ἐξ Ιουδα παρεγένετο ἐν λόγω̨ κυρίου εἰς Βαιθηλ καὶ Ιεροβοαμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον του̃ ἐπιθυ̃σαι
2 καὶ ἐπεκάλεσεν πρὸς τὸ θυσιαστήριον ἐν λόγω̨ κυρίου καὶ εἰ̃πεν θυσιαστήριον θυσιαστήριον τάδε λέγει κύριος ἰδοὺ υἱὸς τίκτεται τω̨̃ οἴκω̨ Δαυιδ Ιωσιας ὄνομα αὐτω̨̃ καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερει̃ς τω̃ν ὑψηλω̃ν τοὺς ἐπιθύοντας ἐπὶ σὲ καὶ ὀστα̃ ἀνθρώπων καύσει ἐπὶ σέ
3 καὶ ἔδωκεν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τέρας λέγων του̃το τὸ ῥη̃μα ὃ ἐλάλησεν κύριος λέγων ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ' αὐτω̨̃
4 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ιεροβοαμ τω̃ν λόγων του̃ ἀνθρώπου του̃ θεου̃ του̃ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθηλ καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χει̃ρα αὐτου̃ ἀπὸ του̃ θυσιαστηρίου λέγων συλλάβετε αὐτόν καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτου̃ ἣν ἐξέτεινεν ἐπ' αὐτόν καὶ οὐκ ἠδυνήθη ἐπιστρέψαι αὐτὴν πρὸς ἑαυτόν
5 καὶ τὸ θυσιαστήριον ἐρράγη καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ του̃ θυσιαστηρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος του̃ θεου̃ ἐν λόγω̨ κυρίου
6 καὶ εἰ̃πεν ὁ βασιλεὺς Ιεροβοαμ τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ δεήθητι του̃ προσώπου κυρίου του̃ θεου̃ σου καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρός με καὶ ἐδεήθη ὁ ἄνθρωπος του̃ θεου̃ του̃ προσώπου κυρίου καὶ ἐπέστρεψεν τὴν χει̃ρα του̃ βασιλέως πρὸς αὐτόν καὶ ἐγένετο καθὼς τὸ πρότερον
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).