ΒΑΣΙΛΕΙΩΝ Γ,
κεφαλίς 15,
στἰχοι 1-8
1 καὶ ἐν τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει βασιλεύοντος Ιεροβοαμ υἱου̃ Ναβατ βασιλεύει Αβιου υἱὸς Ροβοαμ ἐπὶ Ιουδα |
2 καὶ ἓξ ἔτη ἐβασίλευσεν καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Μααχα θυγάτηρ Αβεσσαλωμ |
3 καὶ ἐπορεύθη ἐν ται̃ς ἁμαρτίαις του̃ πατρὸς αὐτου̃ αἱ̃ς ἐποίησεν ἐνώπιον αὐτου̃ καὶ οὐκ ἠ̃ν ἡ καρδία αὐτου̃ τελεία μετὰ κυρίου θεου̃ αὐτου̃ ὡς ἡ καρδία Δαυιδ του̃ πατρὸς αὐτου̃ |
4 ὅτι διὰ Δαυιδ ἔδωκεν αὐτω̨̃ κύριος κατάλειμμα ἵνα στήση̨ τέκνα αὐτου̃ μετ' αὐτὸν καὶ στήση̨ τὴν Ιερουσαλημ |
5 ὡς ἐποίησεν Δαυιδ τὸ εὐθὲς ἐνώπιον κυρίου οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὡ̃ν ἐνετείλατο αὐτω̨̃ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃ |
|
7 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αβιου καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα καὶ πόλεμος ἠ̃ν ἀνὰ μέσον Αβιου καὶ ἀνὰ μέσον Ιεροβοαμ |
8 καὶ ἐκοιμήθη Αβιου μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν τω̨̃ εἰκοστω̨̃ καὶ τετάρτω̨ ἔτει του̃ Ιεροβοαμ καὶ θάπτεται μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ βασιλεύει Ασα υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.