Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 18

καὶ ἐγένετο μεθ' ἡμέρας πολλὰς καὶ ῥη̃μα κυρίου ἐγένετο πρὸς Ηλιου ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ τρίτω̨ λέγων πορεύθητι καὶ ὄφθητι τω̨̃ Αχααβ καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τη̃ς γη̃ς
καὶ ἐπορεύθη Ηλιου του̃ ὀφθη̃ναι τω̨̃ Αχααβ καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρεία̨
καὶ ἐκάλεσεν Αχααβ τὸν Αβδιου τὸν οἰκονόμον καὶ Αβδιου ἠ̃ν φοβούμενος τὸν κύριον σφόδρα
καὶ ἐγένετο ἐν τω̨̃ τύπτειν τὴν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔλαβεν Αβδιου ἑκατὸν ἄνδρας προφήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίω̨ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτω̨ καὶ ὕδατι
καὶ εἰ̃πεν Αχααβ πρὸς Αβδιου δευ̃ρο καὶ διέλθωμεν ἐπὶ τὴν γη̃ν ἐπὶ πηγὰς τω̃ν ὑδάτων καὶ ἐπὶ χειμάρρους ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τω̃ν κτηνω̃ν
καὶ ἐμέρισαν ἑαυτοι̃ς τὴν ὁδὸν του̃ διελθει̃ν αὐτήν Αχααβ ἐπορεύθη ἐν ὁδω̨̃ μια̨̃ μόνος καὶ Αβδιου ἐπορεύθη ἐν ὁδω̨̃ ἄλλη̨ μόνος
καὶ ἠ̃ν Αβδιου ἐν τη̨̃ ὁδω̨̃ μόνος καὶ ἠ̃λθεν Ηλιου εἰς συνάντησιν αὐτου̃ μόνος καὶ Αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτου̃ καὶ εἰ̃πεν εἰ σὺ εἰ̃ αὐτός κύριέ μου Ηλιου
καὶ εἰ̃πεν Ηλιου αὐτω̨̃ ἐγώ πορεύου λέγε τω̨̃ κυρίω̨ σου ἰδοὺ Ηλιου
καὶ εἰ̃πεν Αβδιου τί ἡμάρτηκα ὅτι δίδως τὸν δου̃λόν σου εἰς χει̃ρα Αχααβ του̃ θανατω̃σαί με
10 ζη̨̃ κύριος ὁ θεός σου εἰ ἔστιν ἔθνος ἢ βασιλεία οὑ̃ οὐκ ἀπέσταλκεν ὁ κύριός μου ζητει̃ν σε καὶ εἰ̃πον οὐκ ἔστιν καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτη̃ς ὅτι οὐχ εὕρηκέν σε
11 καὶ νυ̃ν σὺ λέγεις πορεύου ἀνάγγελλε τω̨̃ κυρίω̨ σου ἰδοὺ Ηλιου
12 καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σου̃ καὶ πνευ̃μα κυρίου ἀρει̃ σε εἰς γη̃ν ἣν οὐκ οἰ̃δα καὶ εἰσελεύσομαι ἀπαγγει̃λαι τω̨̃ Αχααβ καὶ ἀποκτενει̃ με καὶ ὁ δου̃λός σού ἐστιν φοβούμενος τὸν κύριον ἐκ νεότητος αὐτου̃
13 ἠ̃ οὐκ ἀπηγγέλη σοι τω̨̃ κυρίω̨ μου οἱ̃α πεποίηκα ἐν τω̨̃ ἀποκτείνειν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔκρυψα ἀπὸ τω̃ν προφητω̃ν κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίω̨ καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι
14 καὶ νυ̃ν σὺ λέγεις μοι πορεύου λέγε τω̨̃ κυρίω̨ σου ἰδοὺ Ηλιου καὶ ἀποκτενει̃ με
15 καὶ εἰ̃πεν Ηλιου ζη̨̃ κύριος τω̃ν δυνάμεων ὡ̨̃ παρέστην ἐνώπιον αὐτου̃ ὅτι σήμερον ὀφθήσομαι αὐτω̨̃
16 καὶ ἐπορεύθη Αβδιου εἰς συναντὴν τω̨̃ Αχααβ καὶ ἀπήγγειλεν αὐτω̨̃ καὶ ἐξέδραμεν Αχααβ καὶ ἐπορεύθη εἰς συνάντησιν Ηλιου
17 καὶ ἐγένετο ὡς εἰ̃δεν Αχααβ τὸν Ηλιου καὶ εἰ̃πεν Αχααβ πρὸς Ηλιου εἰ σὺ εἰ̃ αὐτὸς ὁ διαστρέφων τὸν Ισραηλ
18 καὶ εἰ̃πεν Ηλιου οὐ διαστρέφω τὸν Ισραηλ ὅτι ἀλλ' ἢ σὺ καὶ ὁ οἰ̃κος του̃ πατρός σου ἐν τω̨̃ καταλιμπάνειν ὑμα̃ς τὸν κύριον θεὸν ὑμω̃ν καὶ ἐπορεύθης ὀπίσω τω̃ν Βααλιμ
19 καὶ νυ̃ν ἀπόστειλον συνάθροισον πρός με πάντα Ισραηλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τη̃ς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τω̃ν ἀλσω̃ν τετρακοσίους ἐσθίοντας τράπεζαν Ιεζαβελ
20 καὶ ἀπέστειλεν Αχααβ εἰς πάντα Ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον
21 καὶ προσήγαγεν Ηλιου πρὸς πάντας καὶ εἰ̃πεν αὐτοι̃ς Ηλιου ἕως πότε ὑμει̃ς χωλανει̃τε ἐπ' ἀμφοτέραις ται̃ς ἰγνύαις εἰ ἔστιν κύριος ὁ θεός πορεύεσθε ὀπίσω αὐτου̃ εἰ δὲ ὁ Βααλ αὐτός πορεύεσθε ὀπίσω αὐτου̃ καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον
22 καὶ εἰ̃πεν Ηλιου πρὸς τὸν λαόν ἐγὼ ὑπολέλειμμαι προφήτης του̃ κυρίου μονώτατος καὶ οἱ προφη̃ται του̃ Βααλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες καὶ οἱ προφη̃ται του̃ ἄλσους τετρακόσιοι
23 δότωσαν ἡμι̃ν δύο βόας καὶ ἐκλεξάσθωσαν ἑαυτοι̃ς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τω̃ν ξύλων καὶ πυ̃ρ μὴ ἐπιθέτωσαν καὶ ἐγὼ ποιήσω τὸν βου̃ν τὸν ἄλλον καὶ πυ̃ρ οὐ μὴ ἐπιθω̃
24 καὶ βοα̃τε ἐν ὀνόματι θεω̃ν ὑμω̃ν καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι κυρίου του̃ θεου̃ μου καὶ ἔσται ὁ θεός ὃς ἐὰν ἐπακούση̨ ἐν πυρί οὑ̃τος θεός καὶ ἀπεκρίθησαν πα̃ς ὁ λαὸς καὶ εἰ̃πον καλὸν τὸ ῥη̃μα ὃ ἐλάλησας
25 καὶ εἰ̃πεν Ηλιου τοι̃ς προφήταις τη̃ς αἰσχύνης ἐκλέξασθε ἑαυτοι̃ς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρω̃τοι ὅτι πολλοὶ ὑμει̃ς καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεου̃ ὑμω̃ν καὶ πυ̃ρ μὴ ἐπιθη̃τε
26 καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλου̃ντο ἐν ὀνόματι του̃ Βααλ ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἰ̃πον ἐπάκουσον ἡμω̃ν ὁ Βααλ ἐπάκουσον ἡμω̃ν καὶ οὐκ ἠ̃ν φωνὴ καὶ οὐκ ἠ̃ν ἀκρόασις καὶ διέτρεχον ἐπὶ του̃ θυσιαστηρίου οὑ̃ ἐποίησαν
27 καὶ ἐγένετο μεσημβρία̨ καὶ ἐμυκτήρισεν αὐτοὺς Ηλιου ὁ Θεσβίτης καὶ εἰ̃πεν ἐπικαλει̃σθε ἐν φωνη̨̃ μεγάλη̨ ὅτι θεός ἐστιν ὅτι ἀδολεσχία αὐτω̨̃ ἐστιν καὶ ἅμα μήποτε χρηματίζει αὐτός ἢ μήποτε καθεύδει αὐτός καὶ ἐξαναστήσεται
28 καὶ ἐπεκαλου̃ντο ἐν φωνη̨̃ μεγάλη̨ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτω̃ν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ' αὐτούς
29 καὶ ἐπροφήτευον ἕως οὑ̃ παρη̃λθεν τὸ δειλινόν καὶ ἐγένετο ὡς ὁ καιρὸς του̃ ἀναβη̃ναι τὴν θυσίαν καὶ οὐκ ἠ̃ν φωνή καὶ ἐλάλησεν Ηλιου ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τω̃ν προσοχθισμάτων λέγων μετάστητε ἀπὸ του̃ νυ̃ν καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου καὶ μετέστησαν καὶ ἀπη̃λθον
30 καὶ εἰ̃πεν Ηλιου πρὸς τὸν λαόν προσαγάγετε πρός με καὶ προσήγαγεν πα̃ς ὁ λαὸς πρὸς αὐτόν
31 καὶ ἔλαβεν Ηλιου δώδεκα λίθους κατ' ἀριθμὸν φυλω̃ν του̃ Ισραηλ ὡς ἐλάλησεν κύριος πρὸς αὐτὸν λέγων Ισραηλ ἔσται τὸ ὄνομά σου
32 καὶ ὠ̨κοδόμησεν τοὺς λίθους ἐν ὀνόματι κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον καὶ ἐποίησεν θααλα χωρου̃σαν δύο μετρητὰς σπέρματος κυκλόθεν του̃ θυσιαστηρίου
33 καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν καὶ ἐμέλισεν τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον
34 καὶ εἰ̃πεν λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας καὶ ἐποίησαν οὕτως καὶ εἰ̃πεν δευτερώσατε καὶ ἐδευτέρωσαν καὶ εἰ̃πεν τρισσώσατε καὶ ἐτρίσσευσαν
35 καὶ διεπορεύετο τὸ ὕδωρ κύκλω̨ του̃ θυσιαστηρίου καὶ τὴν θααλα ἔπλησαν ὕδατος
36 καὶ ἀνεβόησεν Ηλιου εἰς τὸν οὐρανὸν καὶ εἰ̃πεν κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου σήμερον ἐν πυρί καὶ γνώτωσαν πα̃ς ὁ λαὸς οὑ̃τος ὅτι σὺ εἰ̃ κύριος ὁ θεὸς Ισραηλ κἀγὼ δου̃λός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταυ̃τα
37 ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου ἐν πυρί καὶ γνώτω ὁ λαὸς οὑ̃τος ὅτι σὺ εἰ̃ κύριος ὁ θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν του̃ λαου̃ τούτου ὀπίσω
38 καὶ ἔπεσεν πυ̃ρ παρὰ κυρίου ἐκ του̃ οὐρανου̃ καὶ κατέφαγεν τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τη̨̃ θααλα καὶ τοὺς λίθους καὶ τὸν χου̃ν ἐξέλιξεν τὸ πυ̃ρ
39 καὶ ἔπεσεν πα̃ς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτω̃ν καὶ εἰ̃πον ἀληθω̃ς κύριός ἐστιν ὁ θεός αὐτὸς ὁ θεός
40 καὶ εἰ̃πεν Ηλιου πρὸς τὸν λαόν συλλάβετε τοὺς προφήτας του̃ Βααλ μηθεὶς σωθήτω ἐξ αὐτω̃ν καὶ συνέλαβον αὐτούς καὶ κατάγει αὐτοὺς Ηλιου εἰς τὸν χειμάρρουν Κισων καὶ ἔσφαξεν αὐτοὺς ἐκει̃
41 καὶ εἰ̃πεν Ηλιου τω̨̃ Αχααβ ἀνάβηθι καὶ φάγε καὶ πίε ὅτι φωνὴ τω̃ν ποδω̃ν του̃ ὑετου̃
42 καὶ ἀνέβη Αχααβ του̃ φαγει̃ν καὶ πιει̃ν καὶ Ηλιου ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γη̃ν καὶ ἔθηκεν τὸ πρόσωπον ἑαυτου̃ ἀνὰ μέσον τω̃ν γονάτων ἑαυτου̃
43 καὶ εἰ̃πεν τω̨̃ παιδαρίω̨ αὑτου̃ ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τη̃ς θαλάσσης καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἰ̃πεν οὐκ ἔστιν οὐθέν καὶ εἰ̃πεν Ηλιου καὶ σὺ ἐπίστρεψον ἑπτάκι καὶ ἐπέστρεψεν τὸ παιδάριον ἑπτάκι
44 καὶ ἐγένετο ἐν τω̨̃ ἑβδόμω̨ καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ καὶ εἰ̃πεν ἀνάβηθι καὶ εἰπὸν τω̨̃ Αχααβ ζευ̃ξον τὸ ἅρμα σου καὶ κατάβηθι μὴ καταλάβη̨ σε ὁ ὑετός
45 καὶ ἐγένετο ἕως ὡ̃δε καὶ ὡ̃δε καὶ ὁ οὐρανὸς συνεσκότασεν νεφέλαις καὶ πνεύματι καὶ ἐγένετο ὑετὸς μέγας καὶ ἔκλαιεν καὶ ἐπορεύετο Αχααβ εἰς Ιεζραελ
46 καὶ χεὶρ κυρίου ἐπὶ τὸν Ηλιου καὶ συνέσφιγξεν τὴν ὀσφὺν αὐτου̃ καὶ ἔτρεχεν ἔμπροσθεν Αχααβ ἕως Ιεζραελ
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).