1 ἐν ἔτει εἰκοστω̨̃ καὶ τρίτω̨ ἔτει τω̨̃ Ιωας υἱω̨̃ Οχοζιου βασιλει̃ Ιουδα ἐβασίλευσεν Ιωαχας υἱὸς Ιου ἐν Σαμαρεία̨ ἑπτακαίδεκα ἔτη |
2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιω̃ν Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ οὐκ ἀπέστη ἀπ' αὐτω̃ν |
3 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐν τω̨̃ Ισραηλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Αζαηλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱου̃ Αδερ υἱου̃ Αζαηλ πάσας τὰς ἡμέρας |
4 καὶ ἐδεήθη Ιωαχας του̃ προσώπου κυρίου καὶ ἐπήκουσεν αὐτου̃ κύριος ὅτι εἰ̃δεν τὴν θλι̃ψιν Ισραηλ ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας |
5 καὶ ἔδωκεν κύριος σωτηρίαν τω̨̃ Ισραηλ καὶ ἐξη̃λθεν ὑποκάτωθεν χειρὸς Συρίας καὶ ἐκάθισαν οἱ υἱοὶ Ισραηλ ἐν τοι̃ς σκηνώμασιν αὐτω̃ν καθὼς ἐχθὲς καὶ τρίτης |
6 πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιω̃ν οἴκου Ιεροβοαμ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐν αὐται̃ς ἐπορεύθησαν καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρεία̨ |
7 ὅτι οὐχ ὑπελείφθη τω̨̃ Ιωαχας λαὸς ἀλλ' ἢ πεντήκοντα ἱππει̃ς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζω̃ν ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας καὶ ἔθεντο αὐτοὺς ὡς χου̃ν εἰς καταπάτησιν |
8 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωαχας καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστει̃αι αὐτου̃ οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ |
9 καὶ ἐκοιμήθη Ιωαχας μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔθαψαν αὐτὸν μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν Σαμαρεία̨ καὶ ἐβασίλευσεν Ιωας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |
10 ἐν ἔτει τριακοστω̨̃ καὶ ἑβδόμω̨ ἔτει τω̨̃ Ιωας βασιλει̃ Ιουδα ἐβασίλευσεν Ιωας υἱὸς Ιωαχας ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ ἑκκαίδεκα ἔτη |
11 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐν αὐται̃ς ἐπορεύθη |
12 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωας καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστει̃αι αὐτου̃ ἃς ἐποίησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ |
13 καὶ ἐκοιμήθη Ιωας μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ Ιεροβοαμ ἐκάθισεν ἐπὶ του̃ θρόνου αὐτου̃ ἐν Σαμαρεία̨ μετὰ τω̃ν υἱω̃ν Ισραηλ |
14 καὶ Ελισαιε ἠρρώστησεν τὴν ἀρρωστίαν αὐτου̃ δι' ἣν ἀπέθανεν καὶ κατέβη πρὸς αὐτὸν Ιωας βασιλεὺς Ισραηλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτου̃ καὶ εἰ̃πεν πάτερ πάτερ ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτου̃ |
15 καὶ εἰ̃πεν αὐτω̨̃ Ελισαιε λαβὲ τόξον καὶ βέλη καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη |
16 καὶ εἰ̃πεν τω̨̃ βασιλει̃ ἐπιβίβασον τὴν χει̃ρά σου ἐπὶ τὸ τόξον καὶ ἐπεβίβασεν Ιωας τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὸ τόξον καὶ ἐπέθηκεν Ελισαιε τὰς χει̃ρας αὐτου̃ ἐπὶ τὰς χει̃ρας του̃ βασιλέως |
17 καὶ εἰ̃πεν ἄνοιξον τὴν θυρίδα κατ' ἀνατολάς καὶ ἤνοιξεν καὶ εἰ̃πεν Ελισαιε τόξευσον καὶ ἐτόξευσεν καὶ εἰ̃πεν βέλος σωτηρίας τω̨̃ κυρίω̨ καὶ βέλος σωτηρίας ἐν Συρία̨ καὶ πατάξεις τὴν Συρίαν ἐν Αφεκ ἕως συντελείας |
18 καὶ εἰ̃πεν αὐτω̨̃ Ελισαιε λαβὲ τόξα καὶ ἔλαβεν καὶ εἰ̃πεν τω̨̃ βασιλει̃ Ισραηλ πάταξον εἰς τὴν γη̃ν καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη |
19 καὶ ἐλυπήθη ἐπ' αὐτω̨̃ ὁ ἄνθρωπος του̃ θεου̃ καὶ εἰ̃πεν εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας καὶ νυ̃ν τρὶς πατάξεις τὴν Συρίαν |
20 καὶ ἀπέθανεν Ελισαιε καὶ ἔθαψαν αὐτόν καὶ μονόζωνοι Μωαβ ἠ̃λθον ἐν τη̨̃ γη̨̃ ἐλθόντος του̃ ἐνιαυτου̃ |
21 καὶ ἐγένετο αὐτω̃ν θαπτόντων τὸν ἄνδρα καὶ ἰδοὺ εἰ̃δον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τω̨̃ τάφω̨ Ελισαιε καὶ ἐπορεύθη καὶ ἥψατο τω̃ν ὀστέων Ελισαιε καὶ ἔζησεν καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτου̃ |
22 καὶ Αζαηλ ἐξέθλιψεν τὸν Ισραηλ πάσας τὰς ἡμέρας Ιωαχας |
23 καὶ ἠλέησεν κύριος αὐτοὺς καὶ οἰκτίρησεν αὐτοὺς καὶ ἐπέβλεψεν πρὸς αὐτοὺς διὰ τὴν διαθήκην αὐτου̃ τὴν μετὰ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ οὐκ ἠθέλησεν κύριος διαφθει̃ραι αὐτοὺς καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ του̃ προσώπου αὐτου̃ |
24 καὶ ἀπέθανεν Αζαηλ βασιλεὺς Συρίας καὶ ἐβασίλευσεν υἱὸς Αδερ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |
25 καὶ ἐπέστρεψεν Ιωας υἱὸς Ιωαχας καὶ ἔλαβεν τὰς πόλεις ἐκ χειρὸς υἱου̃ Αδερ υἱου̃ Αζαηλ ἃς ἔλαβεν ἐκ χειρὸς Ιωαχας του̃ πατρὸς αὐτου̃ ἐν τω̨̃ πολέμω̨ τρὶς ἐπάταξεν αὐτὸν Ιωας καὶ ἐπέστρεψεν τὰς πόλεις Ισραηλ |