Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 14

ἐν ἔτει δευτέρω̨ τω̨̃ Ιωας υἱω̨̃ Ιωαχας βασιλει̃ Ισραηλ καὶ ἐβασίλευσεν Αμεσσιας υἱὸς Ιωας βασιλεὺς Ιουδα
υἱὸς εἴκοσι καὶ πέντε ἐτω̃ν ἠ̃ν ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Ιωαδιν ἐξ Ιερουσαλημ
καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου πλὴν οὐχ ὡς Δαυιδ ὁ πατὴρ αὐτου̃ κατὰ πάντα ὅσα ἐποίησεν Ιωας ὁ πατὴρ αὐτου̃ ἐποίησεν
πλὴν τὰ ὑψηλὰ οὐκ ἐξη̃ρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοι̃ς ὑψηλοι̃ς
καὶ ἐγένετο ὅτε κατίσχυσεν ἡ βασιλεία ἐν χειρὶ αὐτου̃ καὶ ἐπάταξεν τοὺς δούλους αὐτου̃ τοὺς πατάξαντας τὸν πατέρα αὐτου̃
καὶ τοὺς υἱοὺς τω̃ν παταξάντων οὐκ ἐθανάτωσεν καθὼς γέγραπται ἐν βιβλίω̨ νόμων Μωυση̃ ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανου̃νται πατέρες ὑπὲρ υἱω̃ν καὶ υἱοὶ οὐκ ἀποθανου̃νται ὑπὲρ πατέρων ὅτι ἀλλ' ἢ ἕκαστος ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ ἀποθανει̃ται
αὐτὸς ἐπάταξεν τὸν Εδωμ ἐν Γαιμελε δέκα χιλιάδας καὶ συνέλαβε τὴν πέτραν ἐν τω̨̃ πολέμω̨ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτη̃ς Καθοηλ ἕως τη̃ς ἡμέρας ταύτης
τότε ἀπέστειλεν Αμεσσιας ἀγγέλους πρὸς Ιωας υἱὸν Ιωαχας υἱου̃ Ιου βασιλέως Ισραηλ λέγων δευ̃ρο ὀφθω̃μεν προσώποις
καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμεσσιαν βασιλέα Ιουδα λέγων ὁ ακαν ὁ ἐν τω̨̃ Λιβάνω̨ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τω̨̃ Λιβάνω̨ λέγων δὸς τὴν θυγατέρα σου τω̨̃ υἱω̨̃ μου εἰς γυναι̃κα καὶ διη̃λθον τὰ θηρία του̃ ἀγρου̃ τὰ ἐν τω̨̃ Λιβάνω̨ καὶ συνεπάτησαν τὸν ακανα
10 τύπτων ἐπάταξας τὴν Ιδουμαίαν καὶ ἐπη̃ρέν σε ἡ καρδία σου ἐνδοξάσθητι καθήμενος ἐν τω̨̃ οἴκω̨ σου καὶ ἵνα τί ἐρίζεις ἐν κακία̨ σου καὶ πεση̨̃ σὺ καὶ Ιουδας μετὰ σου̃
11 καὶ οὐκ ἤκουσεν Αμεσσιας καὶ ἀνέβη ὁ βασιλεὺς Ισραηλ καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ Αμεσσιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς τη̨̃ του̃ Ιουδα
12 καὶ ἔπταισεν Ιουδας ἀπὸ προσώπου Ισραηλ καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτου̃
13 καὶ τὸν Αμεσσιαν υἱὸν Ιωας υἱου̃ Οχοζιου βασιλέα Ιουδα συνέλαβεν Ιωας υἱὸς Ιωαχας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς καὶ ἠ̃λθεν εἰς Ιερουσαλημ καὶ καθει̃λεν ἐν τω̨̃ τείχει Ιερουσαλημ ἐν τη̨̃ πύλη̨ Εφραιμ ἕως πύλης τη̃ς γωνίας τετρακοσίους πήχεις
14 καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκω̨ κυρίου καὶ ἐν θησαυροι̃ς οἴκου του̃ βασιλέως καὶ τοὺς υἱοὺς τω̃ν συμμίξεων καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν
15 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωας ὅσα ἐποίησεν ἐν δυναστεία̨ αὐτου̃ ἃ ἐπολέμησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ
16 καὶ ἐκοιμήθη Ιωας μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν Σαμαρεία̨ μετὰ τω̃ν βασιλέων Ισραηλ καὶ ἐβασίλευσεν Ιεροβοαμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
17 καὶ ἔζησεν Αμεσσιας υἱὸς Ιωας βασιλεὺς Ιουδα μετὰ τὸ ἀποθανει̃ν Ιωας υἱὸν Ιωαχας βασιλέα Ισραηλ πεντεκαίδεκα ἔτη
18 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αμεσσιου καὶ πάντα ἃ ἐποίησεν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα
19 καὶ συνεστράφησαν ἐπ' αὐτὸν σύστρεμμα ἐν Ιερουσαλημ καὶ ἔφυγεν εἰς Λαχις καὶ ἀπέστειλαν ὀπίσω αὐτου̃ εἰς Λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκει̃
20 καὶ ἠ̃ραν αὐτὸν ἐφ' ἵππων καὶ ἐτάφη ἐν Ιερουσαλημ μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ
21 καὶ ἔλαβεν πα̃ς ὁ λαὸς Ιουδα τὸν Αζαριαν καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτω̃ν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ του̃ πατρὸς αὐτου̃ Αμεσσιου
22 αὐτὸς ὠ̨κοδόμησεν τὴν Αιλωθ καὶ ἐπέστρεψεν αὐτὴν τω̨̃ Ιουδα μετὰ τὸ κοιμηθη̃ναι τὸν βασιλέα μετὰ τω̃ν πατέρων αὐτου̃
23 ἐν ἔτει πεντεκαιδεκάτω̨ του̃ Αμεσσιου υἱου̃ Ιωας βασιλέως Ιουδα ἐβασίλευσεν Ιεροβοαμ υἱὸς Ιωας ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ τεσσαράκοντα καὶ ἓν ἔτος
24 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου οὐκ ἀπέστη ἀπὸ πασω̃ν ἁμαρτιω̃ν Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ
25 αὐτὸς ἀπέστησεν τὸ ὅριον Ισραηλ ἀπὸ εἰσόδου Αιμαθ ἕως τη̃ς θαλάσσης τη̃ς Αραβα κατὰ τὸ ῥη̃μα κυρίου θεου̃ Ισραηλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτου̃ Ιωνα υἱου̃ Αμαθι του̃ προφήτου του̃ ἐκ Γεθχοβερ
26 ὅτι εἰ̃δεν κύριος τὴν ταπείνωσιν Ισραηλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους καὶ οὐκ ἠ̃ν ὁ βοηθω̃ν τω̨̃ Ισραηλ
27 καὶ οὐκ ἐλάλησεν κύριος ἐξαλει̃ψαι τὸ σπέρμα Ισραηλ ὑποκάτωθεν του̃ οὐρανου̃ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς Ιεροβοαμ υἱου̃ Ιωας
28 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιεροβοαμ καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστει̃αι αὐτου̃ ὅσα ἐπολέμησεν καὶ ὅσα ἐπέστρεψεν τὴν Δαμασκὸν καὶ τὴν Αιμαθ τω̨̃ Ιουδα ἐν Ισραηλ οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ
29 καὶ ἐκοιμήθη Ιεροβοαμ μετὰ τω̃ν πατέρων αὐτου̃ μετὰ βασιλέων Ισραηλ καὶ ἐβασίλευσεν Αζαριας υἱὸς Αμεσσιου ἀντὶ του̃ πατρὸς αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).