Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 18

καὶ ἐγένετο ἐν ἔτει τρίτω̨ τω̨̃ Ωσηε υἱω̨̃ Ηλα βασιλει̃ Ισραηλ ἐβασίλευσεν Εζεκιας υἱὸς Αχαζ βασιλέως Ιουδα
υἱὸς εἴκοσι καὶ πέντε ἐτω̃ν ἠ̃ν ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Αβου θυγάτηρ Ζαχαριου
καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Δαυιδ ὁ πατὴρ αὐτου̃
αὐτὸς ἐξη̃ρεν τὰ ὑψηλὰ καὶ συνέτριψεν πάσας τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ τὸν ὄφιν τὸν χαλκου̃ν ὃν ἐποίησεν Μωυση̃ς ὅτι ἕως τω̃ν ἡμερω̃ν ἐκείνων ἠ̃σαν οἱ υἱοὶ Ισραηλ θυμιω̃ντες αὐτω̨̃ καὶ ἐκάλεσεν αὐτὸν Νεεσθαν
ἐν κυρίω̨ θεω̨̃ Ισραηλ ἤλπισεν καὶ μετ' αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτω̨̃ ἐν βασιλευ̃σιν Ιουδα καὶ ἐν τοι̃ς γενομένοις ἔμπροσθεν αὐτου̃
καὶ ἐκολλήθη τω̨̃ κυρίω̨ οὐκ ἀπέστη ὄπισθεν αὐτου̃ καὶ ἐφύλαξεν τὰς ἐντολὰς αὐτου̃ ὅσας ἐνετείλατο Μωυση̨̃
καὶ ἠ̃ν κύριος μετ' αὐτου̃ ἐν πα̃σιν οἱ̃ς ἐποίει συνη̃κεν καὶ ἠθέτησεν ἐν τω̨̃ βασιλει̃ 'Ασσυρίων καὶ οὐκ ἐδούλευσεν αὐτω̨̃
αὐτὸς ἐπάταξεν τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίου αὐτη̃ς ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρα̃ς
καὶ ἐγένετο ἐν τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ βασιλει̃ Εζεκια αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τω̨̃ Ωσηε υἱω̨̃ Ηλα βασιλει̃ Ισραηλ ἀνέβη Σαλαμανασσαρ βασιλεὺς 'Ασσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ' αὐτήν
10 καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριω̃ν ἐτω̃ν ἐν ἔτει ἕκτω̨ τω̨̃ Εζεκια αὐτὸς ἐνιαυτὸς ἔνατος τω̨̃ Ωσηε βασιλει̃ Ισραηλ καὶ συνελήμφθη Σαμάρεια
11 καὶ ἀπώ̨κισεν βασιλεὺς 'Ασσυρίων τὴν Σαμάρειαν εἰς 'Ασσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν Αλαε καὶ ἐν Αβωρ ποταμω̨̃ Γωζαν καὶ Ορη Μήδων
12 ἀνθ' ὡ̃ν ὅτι οὐκ ἤκουσαν τη̃ς φωνη̃ς κυρίου θεου̃ αὐτω̃ν καὶ παρέβησαν τὴν διαθήκην αὐτου̃ πάντα ὅσα ἐνετείλατο Μωυση̃ς ὁ δου̃λος κυρίου καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν
13 καὶ τω̨̃ τεσσαρεσκαιδεκάτω̨ ἔτει βασιλει̃ Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς 'Ασσυρίων ἐπὶ τὰς πόλεις Ιουδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς
14 καὶ ἀπέστειλεν Εζεκιας βασιλεὺς Ιουδα ἀγγέλους πρὸς βασιλέα 'Ασσυρίων εἰς Λαχις λέγων ἡμάρτηκα ἀποστράφητι ἀπ' ἐμου̃ ὃ ἐὰν ἐπιθη̨̃ς ἐπ' ἐμέ βαστάσω καὶ ἐπέθηκεν ὁ βασιλεὺς 'Ασσυρίων ἐπὶ Εζεκιαν βασιλέα Ιουδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου
15 καὶ ἔδωκεν Εζεκιας πα̃ν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκω̨ κυρίου καὶ ἐν θησαυροι̃ς οἴκου του̃ βασιλέως
16 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ συνέκοψεν Εζεκιας τὰς θύρας ναου̃ κυρίου καὶ τὰ ἐστηριγμένα ἃ ἐχρύσωσεν Εζεκιας βασιλεὺς Ιουδα καὶ ἔδωκεν αὐτὰ βασιλει̃ 'Ασσυρίων
17 καὶ ἀπέστειλεν βασιλεὺς 'Ασσυρίων τὸν Θαρθαν καὶ τὸν Ραφις καὶ τὸν Ραψακην ἐκ Λαχις πρὸς τὸν βασιλέα Εζεκιαν ἐν δυνάμει βαρεία̨ ἐπὶ Ιερουσαλημ καὶ ἀνέβησαν καὶ ἠ̃λθον εἰς Ιερουσαλημ καὶ ἔστησαν ἐν τω̨̃ ὑδραγωγω̨̃ τη̃ς κολυμβήθρας τη̃ς ἄνω ἥ ἐστιν ἐν τη̨̃ ὁδω̨̃ του̃ ἀγρου̃ του̃ γναφέως
18 καὶ ἐβόησαν πρὸς Εζεκιαν καὶ ἐξη̃λθον πρὸς αὐτὸν Ελιακιμ υἱὸς Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωας υἱὸς Ασαφ ὁ ἀναμιμνή̨σκων
19 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ραψακης εἴπατε δὴ πρὸς Εζεκιαν τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς 'Ασσυρίων τίς ἡ πεποίθησις αὕτη ἣν πέποιθας
20 εἰ̃πας πλὴν λόγοι χειλέων βουλὴ καὶ δύναμις εἰς πόλεμον νυ̃ν οὐ̃ν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί
21 νυ̃ν ἰδοὺ πέποιθας σαυτω̨̃ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην ἐπ' Αἴγυπτον ὃς ἂν στηριχθη̨̃ ἀνὴρ ἐπ' αὐτήν καὶ εἰσελεύσεται εἰς τὴν χει̃ρα αὐτου̃ καὶ τρήσει αὐτήν οὕτως Φαραω βασιλεὺς Αἰγύπτου πα̃σιν τοι̃ς πεποιθόσιν ἐπ' αὐτόν
22 καὶ ὅτι εἰ̃πας πρός με ἐπὶ κύριον θεὸν πεποίθαμεν οὐχὶ αὐτὸς οὑ̃τος οὑ̃ ἀπέστησεν Εζεκιας τὰ ὑψηλὰ αὐτου̃ καὶ τὰ θυσιαστήρια αὐτου̃ καὶ εἰ̃πεν τω̨̃ Ιουδα καὶ τη̨̃ Ιερουσαλημ ἐνώπιον του̃ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ιερουσαλημ
23 καὶ νυ̃ν μίχθητε δὴ τω̨̃ κυρίω̨ μου βασιλει̃ 'Ασσυρίων καὶ δώσω σοι δισχιλίους ἵππους εἰ δυνήση̨ δου̃ναι σεαυτω̨̃ ἐπιβάτας ἐπ' αὐτούς
24 καὶ πω̃ς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τω̃ν δούλων του̃ κυρίου μου τω̃ν ἐλαχίστων καὶ ἤλπισας σαυτω̨̃ ἐπ' Αἴγυπτον εἰς ἅρματα καὶ ἱππει̃ς
25 καὶ νυ̃ν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον του̃τον του̃ διαφθει̃ραι αὐτόν κύριος εἰ̃πεν πρός με ἀνάβηθι ἐπὶ τὴν γη̃ν ταύτην καὶ διάφθειρον αὐτήν
26 καὶ εἰ̃πεν Ελιακιμ υἱὸς Χελκιου καὶ Σομνας καὶ Ιωας πρὸς Ραψακην λάλησον δὴ πρὸς τοὺς παι̃δάς σου Συριστί ὅτι ἀκούομεν ἡμει̃ς καὶ οὐ λαλήσεις μεθ' ἡμω̃ν Ιουδαϊστί καὶ ἵνα τί λαλει̃ς ἐν τοι̃ς ὠσὶν του̃ λαου̃ του̃ ἐπὶ του̃ τείχους
27 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ραψακης μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέν με ὁ κύριός μου λαλη̃σαι τοὺς λόγους τούτους οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ του̃ τείχους του̃ φαγει̃ν τὴν κόπρον αὐτω̃ν καὶ πιει̃ν τὸ οὐ̃ρον αὐτω̃ν μεθ' ὑμω̃ν ἅμα
28 καὶ ἔστη Ραψακης καὶ ἐβόησεν φωνη̨̃ μεγάλη̨ Ιουδαϊστὶ καὶ ἐλάλησεν καὶ εἰ̃πεν ἀκούσατε τοὺς λόγους του̃ μεγάλου βασιλέως 'Ασσυρίων
29 τάδε λέγει ὁ βασιλεύς μὴ ἐπαιρέτω ὑμα̃ς Εζεκιας λόγοις ὅτι οὐ μὴ δύνηται ὑμα̃ς ἐξελέσθαι ἐκ χειρός μου
30 καὶ μὴ ἐπελπιζέτω ὑμα̃ς Εζεκιας πρὸς κύριον λέγων ἐξαιρούμενος ἐξελει̃ται ἡμα̃ς κύριος οὐ μὴ παραδοθη̨̃ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως 'Ασσυρίων
31 μὴ ἀκούετε Εζεκιου ὅτι τάδε λέγει ὁ βασιλεὺς 'Ασσυρίων ποιήσατε μετ' ἐμου̃ εὐλογίαν καὶ ἐξέλθατε πρός με καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτου̃ καὶ ἀνὴρ τὴν συκη̃ν αὐτου̃ φάγεται καὶ πίεται ὕδωρ του̃ λάκκου αὐτου̃
32 ἕως ἔλθω καὶ λάβω ὑμα̃ς εἰς γη̃ν ὡς γη̃ ὑμω̃ν γη̃ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων γη̃ ἐλαίας ἐλαίου καὶ μέλιτος καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε καὶ μὴ ἀκούετε Εζεκιου ὅτι ἀπατα̨̃ ὑμα̃ς λέγων κύριος ῥύσεται ἡμα̃ς
33 μὴ ῥυόμενοι ἐρρύσαντο οἱ θεοὶ τω̃ν ἐθνω̃ν ἕκαστος τὴν ἑαυτου̃ χώραν ἐκ χειρὸς βασιλέως 'Ασσυρίων
34 που̃ ἐστιν ὁ θεὸς Αιμαθ καὶ Αρφαδ που̃ ἐστιν ὁ θεὸς Σεπφαρουαιν καὶ ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου
35 τίς ἐν πα̃σιν τοι̃ς θεοι̃ς τω̃ν γαιω̃ν οἳ ἐξείλαντο τὰς γα̃ς αὐτω̃ν ἐκ χειρός μου ὅτι ἐξελει̃ται κύριος τὴν Ιερουσαλημ ἐκ χειρός μου
36 καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτω̨̃ λόγον ὅτι ἐντολὴ του̃ βασιλέως λέγων οὐκ ἀποκριθήσεσθε αὐτω̨̃
37 καὶ εἰση̃λθεν Ελιακιμ υἱὸς Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωας υἱὸς Ασαφ ὁ ἀναμιμνή̨σκων πρὸς Εζεκιαν διερρηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτω̨̃ τοὺς λόγους Ραψακου

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 19

καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Εζεκιας καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτου̃ καὶ περιεβάλετο σάκκον καὶ εἰση̃λθεν εἰς οἰ̃κον κυρίου
καὶ ἀπέστειλεν Ελιακιμ τὸν οἰκονόμον καὶ Σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τω̃ν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ησαιαν τὸν προφήτην υἱὸν Αμως
καὶ εἰ̃πον πρὸς αὐτόν τάδε λέγει Εζεκιας ἡμέρα θλίψεως καὶ ἐλεγμου̃ καὶ παροργισμου̃ ἡ ἡμέρα αὕτη ὅτι ἠ̃λθον υἱοὶ ἕως ὠδίνων καὶ ἰσχὺς οὐκ ἔστιν τη̨̃ τικτούση̨
εἴ πως εἰσακούσεται κύριος ὁ θεός σου πάντας τοὺς λόγους Ραψακου ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς 'Ασσυρίων ὁ κύριος αὐτου̃ ὀνειδίζειν θεὸν ζω̃ντα καὶ βλασφημει̃ν ἐν λόγοις οἱ̃ς ἤκουσεν κύριος ὁ θεός σου καὶ λήμψη̨ προσευχὴν περὶ του̃ λείμματος του̃ εὑρισκομένου
καὶ ἠ̃λθον οἱ παι̃δες του̃ βασιλέως Εζεκιου πρὸς Ησαιαν
καὶ εἰ̃πεν αὐτοι̃ς Ησαιας τάδε ἐρει̃τε πρὸς τὸν κύριον ὑμω̃ν τάδε λέγει κύριος μὴ φοβηθη̨̃ς ἀπὸ τω̃ν λόγων ὡ̃ν ἤκουσας ὡ̃ν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως 'Ασσυρίων
ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτω̨̃ πνευ̃μα καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραφήσεται εἰς τὴν γη̃ν αὐτου̃ καὶ καταβαλω̃ αὐτὸν ἐν ῥομφαία̨ ἐν τη̨̃ γη̨̃ αὐτου̃
καὶ ἐπέστρεψεν Ραψακης καὶ εὑ̃ρεν τὸν βασιλέα 'Ασσυρίων πολεμου̃ντα ἐπὶ Λομνα ὅτι ἤκουσεν ὅτι ἀπη̃ρεν ἀπὸ Λαχις
καὶ ἤκουσεν περὶ Θαρακα βασιλέως Αἰθιόπων λέγων ἰδοὺ ἐξη̃λθεν πολεμει̃ν μετὰ σου̃ καὶ ἐπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων
10 μὴ ἐπαιρέτω σε ὁ θεός σου ἐφ' ὡ̨̃ σὺ πέποιθας ἐπ' αὐτω̨̃ λέγων οὐ μὴ παραδοθη̨̃ Ιερουσαλημ εἰς χει̃ρας βασιλέως 'Ασσυρίων
11 ἰδοὺ σὺ ἤκουσας πάντα ὅσα ἐποίησαν βασιλει̃ς 'Ασσυρίων πάσαις ται̃ς γαι̃ς του̃ ἀναθεματίσαι αὐτάς καὶ σὺ ῥυσθήση̨
12 μὴ ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τω̃ν ἐθνω̃ν οὓς διέφθειραν οἱ πατέρες μου τήν τε Γωζαν καὶ τὴν Χαρραν καὶ Ραφες καὶ υἱοὺς Εδεμ τοὺς ἐν Θαεσθεν
13 που̃ ἐστιν ὁ βασιλεὺς Αιμαθ καὶ ὁ βασιλεὺς Αρφαδ καὶ που̃ ἐστιν Σεπφαρουαιν Ανα καὶ Αυα
14 καὶ ἔλαβεν Εζεκιας τὰ βιβλία ἐκ χειρὸς τω̃ν ἀγγέλων καὶ ἀνέγνω αὐτά καὶ ἀνέβη εἰς οἰ̃κον κυρίου καὶ ἀνέπτυξεν αὐτὰ Εζεκιας ἐναντίον κυρίου
15 καὶ εἰ̃πεν κύριε ὁ θεὸς Ισραηλ ὁ καθήμενος ἐπὶ τω̃ν χερουβιν σὺ εἰ̃ ὁ θεὸς μόνος ἐν πάσαις ται̃ς βασιλείαις τη̃ς γη̃ς σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γη̃ν
16 κλι̃νον κύριε τὸ οὐ̃ς σου καὶ ἄκουσον ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ καὶ ἄκουσον τοὺς λόγους Σενναχηριμ οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζω̃ντα
17 ὅτι ἀληθεία̨ κύριε ἠρήμωσαν βασιλει̃ς 'Ασσυρίων τὰ ἔθνη
18 καὶ ἔδωκαν τοὺς θεοὺς αὐτω̃ν εἰς τὸ πυ̃ρ ὅτι οὐ θεοί εἰσιν ἀλλ' ἢ ἔργα χειρω̃ν ἀνθρώπων ξύλα καὶ λίθοι καὶ ἀπώλεσαν αὐτούς
19 καὶ νυ̃ν κύριε ὁ θεὸς ἡμω̃ν σω̃σον ἡμα̃ς ἐκ χειρὸς αὐτου̃ καὶ γνώσονται πα̃σαι αἱ βασιλει̃αι τη̃ς γη̃ς ὅτι σὺ κύριος ὁ θεὸς μόνος
20 καὶ ἀπέστειλεν Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν λέγων τάδε λέγει κύριος ὁ θεὸς τω̃ν δυνάμεων ὁ θεὸς Ισραηλ ἃ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως 'Ασσυρίων ἤκουσα
21 οὑ̃τος ὁ λόγος ὃν ἐλάλησεν κύριος ἐπ' αὐτόν ἐξουδένησέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιων ἐπὶ σοὶ κεφαλὴν αὐτη̃ς ἐκίνησεν θυγάτηρ Ιερουσαλημ
22 τίνα ὠνείδισας καὶ ἐβλασφήμησας καὶ ἐπὶ τίνα ὕψωσας φωνήν καὶ ἠ̃ρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον του̃ Ισραηλ
23 ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας κύριον καὶ εἰ̃πας ἐν τω̨̃ πλήθει τω̃ν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων μηροὺς του̃ Λιβάνου καὶ ἔκοψα τὸ μέγεθος τη̃ς κέδρου αὐτου̃ τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτου̃ καὶ ἠ̃λθον εἰς μελον τέλους αὐτου̃ δρυμου̃ Καρμήλου αὐτου̃
24 ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τω̨̃ ἴχνει του̃ ποδός μου πάντας ποταμοὺς περιοχη̃ς
25 ἔπλασα αὐτήν νυ̃ν ἤγαγον αὐτήν καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιω̃ν μαχίμων πόλεις ὀχυράς
26 καὶ οἱ ἐνοικου̃ντες ἐν αὐται̃ς ἠσθένησαν τη̨̃ χειρί ἔπτηξαν καὶ κατη̨σχύνθησαν ἐγένοντο χόρτος ἀγρου̃ ἢ χλωρὰ βοτάνη χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος
27 καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἔγνων καὶ τὸν θυμόν σου ἐπ' ἐμέ
28 διὰ τὸ ὀργισθη̃ναί σε ἐπ' ἐμὲ καὶ τὸ στρη̃νός σου ἀνέβη ἐν τοι̃ς ὠσίν μου καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοι̃ς μυκτη̃ρσίν σου καὶ χαλινὸν ἐν τοι̃ς χείλεσίν σου καὶ ἀποστρέψω σε ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθες ἐν αὐτη̨̃
29 καὶ του̃τό σοι τὸ σημει̃ον φάγη̨ του̃τον τὸν ἐνιαυτὸν αὐτόματα καὶ τω̨̃ ἔτει τω̨̃ δευτέρω̨ τὰ ἀνατέλλοντα καὶ ἔτι τρίτω̨ σπορὰ καὶ ἄμητος καὶ φυτεία ἀμπελώνων καὶ φάγεσθε τὸν καρπὸν αὐτω̃ν
30 καὶ προσθήσει τὸ διασεσω̨σμένον οἴκου Ιουδα τὸ ὑπολειφθὲν ῥίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω
31 ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσεται κατάλειμμα καὶ ἀνασω̨ζόμενος ἐξ ὄρους Σιων ὁ ζη̃λος κυρίου τω̃ν δυνάμεων ποιήσει του̃το
32 οὐχ οὕτως τάδε λέγει κύριος πρὸς βασιλέα 'Ασσυρίων οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην καὶ οὐ τοξεύσει ἐκει̃ βέλος καὶ οὐ προφθάσει αὐτὴν θυρεός καὶ οὐ μὴ ἐκχέη̨ πρὸς αὐτὴν πρόσχωμα
33 τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθεν ἐν αὐτη̨̃ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται λέγει κύριος
34 καὶ ὑπερασπιω̃ ὑπὲρ τη̃ς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαυιδ τὸν δου̃λόν μου
35 καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξη̃λθεν ἄγγελος κυρίου καὶ ἐπάταξεν ἐν τη̨̃ παρεμβολη̨̃ τω̃ν 'Ασσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας καὶ ὤρθρισαν τὸ πρωί καὶ ἰδοὺ πάντες σώματα νεκρά
36 καὶ ἀπη̃ρεν καὶ ἐπορεύθη καὶ ἀπέστρεψεν Σενναχηριμ βασιλεὺς 'Ασσυρίων καὶ ὤ̨κησεν ἐν Νινευη
37 καὶ ἐγένετο αὐτου̃ προσκυνου̃ντος ἐν οἴκω̨ Νεσεραχ θεου̃ αὐτου̃ καὶ Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτου̃ ἐπάταξαν αὐτὸν ἐν μαχαίρα̨ καὶ αὐτοὶ ἐσώθησαν εἰς γη̃ν Αραρατ καὶ ἐβασίλευσεν Ασορδαν ὁ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 20

ἐν ται̃ς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας εἰς θάνατον καὶ εἰση̃λθεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προφήτης καὶ εἰ̃πεν πρὸς αὐτόν τάδε λέγει κύριος ἔντειλαι τω̨̃ οἴκω̨ σου ὅτι ἀποθνή̨σκεις σὺ καὶ οὐ ζήση̨
καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτου̃ πρὸς τὸν τοι̃χον καὶ ηὔξατο πρὸς κύριον λέγων
ὠ̃ δή κύριε μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθεία̨ καὶ ἐν καρδία̨ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου ἐποίησα καὶ ἔκλαυσεν Εζεκιας κλαυθμω̨̃ μεγάλω̨
καὶ ἠ̃ν Ησαιας ἐν τη̨̃ αὐλη̨̃ τη̨̃ μέση̨ καὶ ῥη̃μα κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων
ἐπίστρεψον καὶ ἐρει̃ς πρὸς Εζεκιαν τὸν ἡγούμενον του̃ λαου̃ μου τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ του̃ πατρός σου ἤκουσα τη̃ς προσευχη̃ς σου εἰ̃δον τὰ δάκρυά σου ἰδοὺ ἐγὼ ἰάσομαί σε τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ἀναβήση̨ εἰς οἰ̃κον κυρίου
καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως 'Ασσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιω̃ ὑπὲρ τη̃ς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαυιδ τὸν δου̃λόν μου
καὶ εἰ̃πεν λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος καὶ ὑγιάσει
καὶ εἰ̃πεν Εζεκιας πρὸς Ησαιαν τί τὸ σημει̃ον ὅτι ἰάσεταί με κύριος καὶ ἀναβήσομαι εἰς οἰ̃κον κυρίου τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨
καὶ εἰ̃πεν Ησαιας του̃το τὸ σημει̃ον παρὰ κυρίου ὅτι ποιήσει κύριος τὸν λόγον ὃν ἐλάλησεν πορεύσεται ἡ σκιὰ δέκα βαθμούς ἐὰν ἐπιστρέφη̨ δέκα βαθμούς
10 καὶ εἰ̃πεν Εζεκιας κου̃φον τὴν σκιὰν κλι̃ναι δέκα βαθμούς οὐχί ἀλλ' ἐπιστραφήτω ἡ σκιὰ δέκα βαθμοὺς εἰς τὰ ὀπίσω
11 καὶ ἐβόησεν Ησαιας ὁ προφήτης πρὸς κύριον καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοι̃ς ἀναβαθμοι̃ς εἰς τὰ ὀπίσω δέκα βαθμούς
12 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀπέστειλεν Μαρωδαχβαλαδαν υἱὸς Βαλαδαν βασιλεὺς Βαβυλω̃νος βιβλία καὶ μαναα πρὸς Εζεκιαν ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν Εζεκιας
13 καὶ ἐχάρη ἐπ' αὐτοι̃ς Εζεκιας καὶ ἔδειξεν αὐτοι̃ς ὅλον τὸν οἰ̃κον του̃ νεχωθα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν καὶ τὸν οἰ̃κον τω̃ν σκευω̃ν καὶ ὅσα ηὑρέθη ἐν τοι̃ς θησαυροι̃ς αὐτου̃ οὐκ ἠ̃ν λόγος ὃν οὐκ ἔδειξεν αὐτοι̃ς Εζεκιας ἐν τω̨̃ οἴκω̨ αὐτου̃ καὶ ἐν πάση̨ τη̨̃ ἐξουσία̨ αὐτου̃
14 καὶ εἰση̃λθεν Ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἰ̃πεν πρὸς αὐτόν τί ἐλάλησαν οἱ ἄνδρες οὑ̃τοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἰ̃πεν Εζεκιας ἐκ γη̃ς πόρρωθεν ἥκασιν πρός με ἐκ Βαβυλω̃νος
15 καὶ εἰ̃πεν τί εἰ̃δον ἐν τω̨̃ οἴκω̨ σου καὶ εἰ̃πεν πάντα ὅσα ἐν τω̨̃ οἴκω̨ μου εἰ̃δον οὐκ ἠ̃ν ἐν τω̨̃ οἴκω̨ μου ὃ οὐκ ἔδειξα αὐτοι̃ς ἀλλὰ καὶ τὰ ἐν τοι̃ς θησαυροι̃ς μου
16 καὶ εἰ̃πεν Ησαιας πρὸς Εζεκιαν ἄκουσον λόγον κυρίου
17 ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τω̨̃ οἴκω̨ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τη̃ς ἡμέρας ταύτης εἰς Βαβυλω̃να καὶ οὐχ ὑπολειφθήσεται ῥη̃μα ὃ εἰ̃πεν κύριος
18 καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σου̃ οὓς γεννήσεις λήμψεται καὶ ἔσονται εὐνου̃χοι ἐν τω̨̃ οἴκω̨ του̃ βασιλέως Βαβυλω̃νος
19 καὶ εἰ̃πεν Εζεκιας πρὸς Ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν ἔστω εἰρήνη ἐν ται̃ς ἡμέραις μου
20 καὶ τὰ λοιπὰ τω̃ν λόγων Εζεκιου καὶ πα̃σα ἡ δυναστεία αὐτου̃ καὶ ὅσα ἐποίησεν τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα
21 καὶ ἐκοιμήθη Εζεκιας μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).