Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 21

υἱὸς δώδεκα ἐτω̃ν Μανασσης ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Οψιβα
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ τὰ βδελύγματα τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξη̃ρεν κύριος ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ
καὶ ἐπέστρεψεν καὶ ὠ̨κοδόμησεν τὰ ὑψηλά ἃ κατέσπασεν Εζεκιας ὁ πατὴρ αὐτου̃ καὶ ἀνέστησεν θυσιαστήριον τη̨̃ Βααλ καὶ ἐποίησεν ἄλση καθὼς ἐποίησεν Αχααβ βασιλεὺς Ισραηλ καὶ προσεκύνησεν πάση̨ τη̨̃ δυνάμει του̃ οὐρανου̃ καὶ ἐδούλευσεν αὐτοι̃ς
καὶ ὠ̨κοδόμησεν θυσιαστήριον ἐν οἴκω̨ κυρίου ὡς εἰ̃πεν ἐν Ιερουσαλημ θήσω τὸ ὄνομά μου
καὶ ὠ̨κοδόμησεν θυσιαστήριον πάση̨ τη̨̃ δυνάμει του̃ οὐρανου̃ ἐν ται̃ς δυσὶν αὐλαι̃ς οἴκου κυρίου
καὶ διη̃γεν τοὺς υἱοὺς αὐτου̃ ἐν πυρὶ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐποίησεν θελητὴν καὶ γνώστας ἐπλήθυνεν του̃ ποιει̃ν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου παροργίσαι αὐτόν
καὶ ἔθηκεν τὸ γλυπτὸν του̃ ἄλσους ἐν τω̨̃ οἴκω̨ ὡ̨̃ εἰ̃πεν κύριος πρὸς Δαυιδ καὶ πρὸς Σαλωμων τὸν υἱὸν αὐτου̃ ἐν τω̨̃ οἴκω̨ τούτω̨ καὶ ἐν Ιερουσαλημ ἡ̨̃ ἐξελεξάμην ἐκ πασω̃ν φυλω̃ν Ισραηλ καὶ θήσω τὸ ὄνομά μου ἐκει̃ εἰς τὸν αἰω̃να
καὶ οὐ προσθήσω του̃ σαλευ̃σαι τὸν πόδα Ισραηλ ἀπὸ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα τοι̃ς πατράσιν αὐτω̃ν οἵτινες φυλάξουσιν πάντα ὅσα ἐνετειλάμην κατὰ πα̃σαν τὴν ἐντολήν ἣν ἐνετείλατο αὐτοι̃ς ὁ δου̃λός μου Μωυση̃ς
καὶ οὐκ ἤκουσαν καὶ ἐπλάνησεν αὐτοὺς Μανασσης του̃ ποιη̃σαι τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου ὑπὲρ τὰ ἔθνη ἃ ἠφάνισεν κύριος ἐκ προσώπου υἱω̃ν Ισραηλ
10 καὶ ἐλάλησεν κύριος ἐν χειρὶ δούλων αὐτου̃ τω̃ν προφητω̃ν λέγων
11 ἀνθ' ὡ̃ν ὅσα ἐποίησεν Μανασσης ὁ βασιλεὺς Ιουδα τὰ βδελύγματα ταυ̃τα τὰ πονηρὰ ἀπὸ πάντων ὡ̃ν ἐποίησεν ὁ Αμορραι̃ος ὁ ἔμπροσθεν καὶ ἐξήμαρτεν καί γε Ιουδα ἐν τοι̃ς εἰδώλοις αὐτω̃ν
12 οὐχ οὕτως τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδα ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμφότερα τὰ ὠ̃τα αὐτου̃
13 καὶ ἐκτενω̃ ἐπὶ Ιερουσαλημ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου Αχααβ καὶ ἀπαλείψω τὴν Ιερουσαλημ καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτου̃
14 καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τη̃ς κληρονομίας μου καὶ παραδώσω αὐτοὺς εἰς χει̃ρας ἐχθρω̃ν αὐτω̃ν καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πα̃σιν τοι̃ς ἐχθροι̃ς αὐτω̃ν
15 ἀνθ' ὡ̃ν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς μου καὶ ἠ̃σαν παροργίζοντές με ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἐξήγαγον τοὺς πατέρας αὐτω̃ν ἐξ Αἰγύπτου καὶ ἕως τη̃ς ἡμέρας ταύτης
16 καί γε αἱ̃μα ἀθω̨̃ον ἐξέχεεν Μανασσης πολὺ σφόδρα ἕως οὑ̃ ἔπλησεν τὴν Ιερουσαλημ στόμα εἰς στόμα πλὴν τω̃ν ἁμαρτιω̃ν αὐτου̃ ὡ̃ν ἐξήμαρτεν τὸν Ιουδαν του̃ ποιη̃σαι τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου
17 καὶ τὰ λοιπὰ τω̃ν λόγων Μανασση καὶ πάντα ὅσα ἐποίησεν καὶ ἡ ἁμαρτία αὐτου̃ ἣν ἥμαρτεν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα
18 καὶ ἐκοιμήθη Μανασσης μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν τω̨̃ κήπω̨ του̃ οἴκου αὐτου̃ ἐν κήπω̨ Οζα καὶ ἐβασίλευσεν Αμων υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
19 υἱὸς εἴκοσι καὶ δύο ἐτω̃ν Αμων ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Μεσολλαμ θυγάτηρ Αρους ἐξ Ιετεβα
20 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου καθὼς ἐποίησεν Μανασσης ὁ πατὴρ αὐτου̃
21 καὶ ἐπορεύθη ἐν πάση̨ ὁδω̨̃ ἡ̨̃ ἐπορεύθη ὁ πατὴρ αὐτου̃ καὶ ἐλάτρευσεν τοι̃ς εἰδώλοις οἱ̃ς ἐλάτρευσεν ὁ πατὴρ αὐτου̃ καὶ προσεκύνησεν αὐτοι̃ς
22 καὶ ἐγκατέλιπεν τὸν κύριον θεὸν τω̃ν πατέρων αὐτου̃ καὶ οὐκ ἐπορεύθη ἐν ὁδω̨̃ κυρίου
23 καὶ συνεστράφησαν οἱ παι̃δες Αμων πρὸς αὐτὸν καὶ ἐθανάτωσαν τὸν βασιλέα ἐν τω̨̃ οἴκω̨ αὐτου̃
24 καὶ ἐπάταξεν πα̃ς ὁ λαὸς τη̃ς γη̃ς πάντας τοὺς συστραφέντας ἐπὶ τὸν βασιλέα Αμων καὶ ἐβασίλευσεν ὁ λαὸς τη̃ς γη̃ς τὸν Ιωσιαν υἱὸν αὐτου̃ ἀντ' αὐτου̃
25 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αμων ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα
26 καὶ ἔθαψαν αὐτὸν ἐν τω̨̃ τάφω̨ αὐτου̃ ἐν τω̨̃ κήπω̨ Οζα καὶ ἐβασίλευσεν Ιωσιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).