ΒΑΣΙΛΕΙΩΝ Δ,
κεφαλίς 19,
στἰχοι 15-19
15 καὶ εἰ̃πεν κύριε ὁ θεὸς Ισραηλ ὁ καθήμενος ἐπὶ τω̃ν χερουβιν σὺ εἰ̃ ὁ θεὸς μόνος ἐν πάσαις ται̃ς βασιλείαις τη̃ς γη̃ς σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γη̃ν |
16 κλι̃νον κύριε τὸ οὐ̃ς σου καὶ ἄκουσον ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ καὶ ἄκουσον τοὺς λόγους Σενναχηριμ οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζω̃ντα |
17 ὅτι ἀληθεία̨ κύριε ἠρήμωσαν βασιλει̃ς 'Ασσυρίων τὰ ἔθνη |
18 καὶ ἔδωκαν τοὺς θεοὺς αὐτω̃ν εἰς τὸ πυ̃ρ ὅτι οὐ θεοί εἰσιν ἀλλ' ἢ ἔργα χειρω̃ν ἀνθρώπων ξύλα καὶ λίθοι καὶ ἀπώλεσαν αὐτούς |
19 καὶ νυ̃ν κύριε ὁ θεὸς ἡμω̃ν σω̃σον ἡμα̃ς ἐκ χειρὸς αὐτου̃ καὶ γνώσονται πα̃σαι αἱ βασιλει̃αι τη̃ς γη̃ς ὅτι σὺ κύριος ὁ θεὸς μόνος |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.