Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 19,  στἰχοι 4-37

εἴ πως εἰσακούσεται κύριος ὁ θεός σου πάντας τοὺς λόγους Ραψακου ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς 'Ασσυρίων ὁ κύριος αὐτου̃ ὀνειδίζειν θεὸν ζω̃ντα καὶ βλασφημει̃ν ἐν λόγοις οἱ̃ς ἤκουσεν κύριος ὁ θεός σου καὶ λήμψη̨ προσευχὴν περὶ του̃ λείμματος του̃ εὑρισκομένου
καὶ ἠ̃λθον οἱ παι̃δες του̃ βασιλέως Εζεκιου πρὸς Ησαιαν
καὶ εἰ̃πεν αὐτοι̃ς Ησαιας τάδε ἐρει̃τε πρὸς τὸν κύριον ὑμω̃ν τάδε λέγει κύριος μὴ φοβηθη̨̃ς ἀπὸ τω̃ν λόγων ὡ̃ν ἤκουσας ὡ̃ν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως 'Ασσυρίων
ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτω̨̃ πνευ̃μα καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραφήσεται εἰς τὴν γη̃ν αὐτου̃ καὶ καταβαλω̃ αὐτὸν ἐν ῥομφαία̨ ἐν τη̨̃ γη̨̃ αὐτου̃
καὶ ἐπέστρεψεν Ραψακης καὶ εὑ̃ρεν τὸν βασιλέα 'Ασσυρίων πολεμου̃ντα ἐπὶ Λομνα ὅτι ἤκουσεν ὅτι ἀπη̃ρεν ἀπὸ Λαχις
καὶ ἤκουσεν περὶ Θαρακα βασιλέως Αἰθιόπων λέγων ἰδοὺ ἐξη̃λθεν πολεμει̃ν μετὰ σου̃ καὶ ἐπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων
10 μὴ ἐπαιρέτω σε ὁ θεός σου ἐφ' ὡ̨̃ σὺ πέποιθας ἐπ' αὐτω̨̃ λέγων οὐ μὴ παραδοθη̨̃ Ιερουσαλημ εἰς χει̃ρας βασιλέως 'Ασσυρίων
11 ἰδοὺ σὺ ἤκουσας πάντα ὅσα ἐποίησαν βασιλει̃ς 'Ασσυρίων πάσαις ται̃ς γαι̃ς του̃ ἀναθεματίσαι αὐτάς καὶ σὺ ῥυσθήση̨
12 μὴ ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τω̃ν ἐθνω̃ν οὓς διέφθειραν οἱ πατέρες μου τήν τε Γωζαν καὶ τὴν Χαρραν καὶ Ραφες καὶ υἱοὺς Εδεμ τοὺς ἐν Θαεσθεν
13 που̃ ἐστιν ὁ βασιλεὺς Αιμαθ καὶ ὁ βασιλεὺς Αρφαδ καὶ που̃ ἐστιν Σεπφαρουαιν Ανα καὶ Αυα
14 καὶ ἔλαβεν Εζεκιας τὰ βιβλία ἐκ χειρὸς τω̃ν ἀγγέλων καὶ ἀνέγνω αὐτά καὶ ἀνέβη εἰς οἰ̃κον κυρίου καὶ ἀνέπτυξεν αὐτὰ Εζεκιας ἐναντίον κυρίου
15 καὶ εἰ̃πεν κύριε ὁ θεὸς Ισραηλ ὁ καθήμενος ἐπὶ τω̃ν χερουβιν σὺ εἰ̃ ὁ θεὸς μόνος ἐν πάσαις ται̃ς βασιλείαις τη̃ς γη̃ς σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γη̃ν
16 κλι̃νον κύριε τὸ οὐ̃ς σου καὶ ἄκουσον ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ καὶ ἄκουσον τοὺς λόγους Σενναχηριμ οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζω̃ντα
17 ὅτι ἀληθεία̨ κύριε ἠρήμωσαν βασιλει̃ς 'Ασσυρίων τὰ ἔθνη
18 καὶ ἔδωκαν τοὺς θεοὺς αὐτω̃ν εἰς τὸ πυ̃ρ ὅτι οὐ θεοί εἰσιν ἀλλ' ἢ ἔργα χειρω̃ν ἀνθρώπων ξύλα καὶ λίθοι καὶ ἀπώλεσαν αὐτούς
19 καὶ νυ̃ν κύριε ὁ θεὸς ἡμω̃ν σω̃σον ἡμα̃ς ἐκ χειρὸς αὐτου̃ καὶ γνώσονται πα̃σαι αἱ βασιλει̃αι τη̃ς γη̃ς ὅτι σὺ κύριος ὁ θεὸς μόνος
20 καὶ ἀπέστειλεν Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν λέγων τάδε λέγει κύριος ὁ θεὸς τω̃ν δυνάμεων ὁ θεὸς Ισραηλ ἃ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως 'Ασσυρίων ἤκουσα
21 οὑ̃τος ὁ λόγος ὃν ἐλάλησεν κύριος ἐπ' αὐτόν ἐξουδένησέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιων ἐπὶ σοὶ κεφαλὴν αὐτη̃ς ἐκίνησεν θυγάτηρ Ιερουσαλημ
22 τίνα ὠνείδισας καὶ ἐβλασφήμησας καὶ ἐπὶ τίνα ὕψωσας φωνήν καὶ ἠ̃ρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον του̃ Ισραηλ
23 ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας κύριον καὶ εἰ̃πας ἐν τω̨̃ πλήθει τω̃ν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων μηροὺς του̃ Λιβάνου καὶ ἔκοψα τὸ μέγεθος τη̃ς κέδρου αὐτου̃ τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτου̃ καὶ ἠ̃λθον εἰς μελον τέλους αὐτου̃ δρυμου̃ Καρμήλου αὐτου̃
24 ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τω̨̃ ἴχνει του̃ ποδός μου πάντας ποταμοὺς περιοχη̃ς
25 ἔπλασα αὐτήν νυ̃ν ἤγαγον αὐτήν καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιω̃ν μαχίμων πόλεις ὀχυράς
26 καὶ οἱ ἐνοικου̃ντες ἐν αὐται̃ς ἠσθένησαν τη̨̃ χειρί ἔπτηξαν καὶ κατη̨σχύνθησαν ἐγένοντο χόρτος ἀγρου̃ ἢ χλωρὰ βοτάνη χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος
27 καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἔγνων καὶ τὸν θυμόν σου ἐπ' ἐμέ
28 διὰ τὸ ὀργισθη̃ναί σε ἐπ' ἐμὲ καὶ τὸ στρη̃νός σου ἀνέβη ἐν τοι̃ς ὠσίν μου καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοι̃ς μυκτη̃ρσίν σου καὶ χαλινὸν ἐν τοι̃ς χείλεσίν σου καὶ ἀποστρέψω σε ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθες ἐν αὐτη̨̃
29 καὶ του̃τό σοι τὸ σημει̃ον φάγη̨ του̃τον τὸν ἐνιαυτὸν αὐτόματα καὶ τω̨̃ ἔτει τω̨̃ δευτέρω̨ τὰ ἀνατέλλοντα καὶ ἔτι τρίτω̨ σπορὰ καὶ ἄμητος καὶ φυτεία ἀμπελώνων καὶ φάγεσθε τὸν καρπὸν αὐτω̃ν
30 καὶ προσθήσει τὸ διασεσω̨σμένον οἴκου Ιουδα τὸ ὑπολειφθὲν ῥίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω
31 ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσεται κατάλειμμα καὶ ἀνασω̨ζόμενος ἐξ ὄρους Σιων ὁ ζη̃λος κυρίου τω̃ν δυνάμεων ποιήσει του̃το
32 οὐχ οὕτως τάδε λέγει κύριος πρὸς βασιλέα 'Ασσυρίων οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην καὶ οὐ τοξεύσει ἐκει̃ βέλος καὶ οὐ προφθάσει αὐτὴν θυρεός καὶ οὐ μὴ ἐκχέη̨ πρὸς αὐτὴν πρόσχωμα
33 τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθεν ἐν αὐτη̨̃ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται λέγει κύριος
34 καὶ ὑπερασπιω̃ ὑπὲρ τη̃ς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαυιδ τὸν δου̃λόν μου
35 καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξη̃λθεν ἄγγελος κυρίου καὶ ἐπάταξεν ἐν τη̨̃ παρεμβολη̨̃ τω̃ν 'Ασσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας καὶ ὤρθρισαν τὸ πρωί καὶ ἰδοὺ πάντες σώματα νεκρά
36 καὶ ἀπη̃ρεν καὶ ἐπορεύθη καὶ ἀπέστρεψεν Σενναχηριμ βασιλεὺς 'Ασσυρίων καὶ ὤ̨κησεν ἐν Νινευη
37 καὶ ἐγένετο αὐτου̃ προσκυνου̃ντος ἐν οἴκω̨ Νεσεραχ θεου̃ αὐτου̃ καὶ Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτου̃ ἐπάταξαν αὐτὸν ἐν μαχαίρα̨ καὶ αὐτοὶ ἐσώθησαν εἰς γη̃ν Αραρατ καὶ ἐβασίλευσεν Ασορδαν ὁ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 20

ἐν ται̃ς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας εἰς θάνατον καὶ εἰση̃λθεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προφήτης καὶ εἰ̃πεν πρὸς αὐτόν τάδε λέγει κύριος ἔντειλαι τω̨̃ οἴκω̨ σου ὅτι ἀποθνή̨σκεις σὺ καὶ οὐ ζήση̨
καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτου̃ πρὸς τὸν τοι̃χον καὶ ηὔξατο πρὸς κύριον λέγων
ὠ̃ δή κύριε μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθεία̨ καὶ ἐν καρδία̨ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου ἐποίησα καὶ ἔκλαυσεν Εζεκιας κλαυθμω̨̃ μεγάλω̨
καὶ ἠ̃ν Ησαιας ἐν τη̨̃ αὐλη̨̃ τη̨̃ μέση̨ καὶ ῥη̃μα κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων
ἐπίστρεψον καὶ ἐρει̃ς πρὸς Εζεκιαν τὸν ἡγούμενον του̃ λαου̃ μου τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ του̃ πατρός σου ἤκουσα τη̃ς προσευχη̃ς σου εἰ̃δον τὰ δάκρυά σου ἰδοὺ ἐγὼ ἰάσομαί σε τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ἀναβήση̨ εἰς οἰ̃κον κυρίου
καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως 'Ασσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιω̃ ὑπὲρ τη̃ς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαυιδ τὸν δου̃λόν μου
καὶ εἰ̃πεν λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος καὶ ὑγιάσει
καὶ εἰ̃πεν Εζεκιας πρὸς Ησαιαν τί τὸ σημει̃ον ὅτι ἰάσεταί με κύριος καὶ ἀναβήσομαι εἰς οἰ̃κον κυρίου τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨
καὶ εἰ̃πεν Ησαιας του̃το τὸ σημει̃ον παρὰ κυρίου ὅτι ποιήσει κύριος τὸν λόγον ὃν ἐλάλησεν πορεύσεται ἡ σκιὰ δέκα βαθμούς ἐὰν ἐπιστρέφη̨ δέκα βαθμούς
10 καὶ εἰ̃πεν Εζεκιας κου̃φον τὴν σκιὰν κλι̃ναι δέκα βαθμούς οὐχί ἀλλ' ἐπιστραφήτω ἡ σκιὰ δέκα βαθμοὺς εἰς τὰ ὀπίσω
11 καὶ ἐβόησεν Ησαιας ὁ προφήτης πρὸς κύριον καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοι̃ς ἀναβαθμοι̃ς εἰς τὰ ὀπίσω δέκα βαθμούς
12 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀπέστειλεν Μαρωδαχβαλαδαν υἱὸς Βαλαδαν βασιλεὺς Βαβυλω̃νος βιβλία καὶ μαναα πρὸς Εζεκιαν ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν Εζεκιας
13 καὶ ἐχάρη ἐπ' αὐτοι̃ς Εζεκιας καὶ ἔδειξεν αὐτοι̃ς ὅλον τὸν οἰ̃κον του̃ νεχωθα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν καὶ τὸν οἰ̃κον τω̃ν σκευω̃ν καὶ ὅσα ηὑρέθη ἐν τοι̃ς θησαυροι̃ς αὐτου̃ οὐκ ἠ̃ν λόγος ὃν οὐκ ἔδειξεν αὐτοι̃ς Εζεκιας ἐν τω̨̃ οἴκω̨ αὐτου̃ καὶ ἐν πάση̨ τη̨̃ ἐξουσία̨ αὐτου̃
14 καὶ εἰση̃λθεν Ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἰ̃πεν πρὸς αὐτόν τί ἐλάλησαν οἱ ἄνδρες οὑ̃τοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἰ̃πεν Εζεκιας ἐκ γη̃ς πόρρωθεν ἥκασιν πρός με ἐκ Βαβυλω̃νος
15 καὶ εἰ̃πεν τί εἰ̃δον ἐν τω̨̃ οἴκω̨ σου καὶ εἰ̃πεν πάντα ὅσα ἐν τω̨̃ οἴκω̨ μου εἰ̃δον οὐκ ἠ̃ν ἐν τω̨̃ οἴκω̨ μου ὃ οὐκ ἔδειξα αὐτοι̃ς ἀλλὰ καὶ τὰ ἐν τοι̃ς θησαυροι̃ς μου
16 καὶ εἰ̃πεν Ησαιας πρὸς Εζεκιαν ἄκουσον λόγον κυρίου
17 ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τω̨̃ οἴκω̨ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τη̃ς ἡμέρας ταύτης εἰς Βαβυλω̃να καὶ οὐχ ὑπολειφθήσεται ῥη̃μα ὃ εἰ̃πεν κύριος
18 καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σου̃ οὓς γεννήσεις λήμψεται καὶ ἔσονται εὐνου̃χοι ἐν τω̨̃ οἴκω̨ του̃ βασιλέως Βαβυλω̃νος
19 καὶ εἰ̃πεν Εζεκιας πρὸς Ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν ἔστω εἰρήνη ἐν ται̃ς ἡμέραις μου
20 καὶ τὰ λοιπὰ τω̃ν λόγων Εζεκιου καὶ πα̃σα ἡ δυναστεία αὐτου̃ καὶ ὅσα ἐποίησεν τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα
21 καὶ ἐκοιμήθη Εζεκιας μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 21

υἱὸς δώδεκα ἐτω̃ν Μανασσης ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Οψιβα
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ τὰ βδελύγματα τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξη̃ρεν κύριος ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ
καὶ ἐπέστρεψεν καὶ ὠ̨κοδόμησεν τὰ ὑψηλά ἃ κατέσπασεν Εζεκιας ὁ πατὴρ αὐτου̃ καὶ ἀνέστησεν θυσιαστήριον τη̨̃ Βααλ καὶ ἐποίησεν ἄλση καθὼς ἐποίησεν Αχααβ βασιλεὺς Ισραηλ καὶ προσεκύνησεν πάση̨ τη̨̃ δυνάμει του̃ οὐρανου̃ καὶ ἐδούλευσεν αὐτοι̃ς
καὶ ὠ̨κοδόμησεν θυσιαστήριον ἐν οἴκω̨ κυρίου ὡς εἰ̃πεν ἐν Ιερουσαλημ θήσω τὸ ὄνομά μου
καὶ ὠ̨κοδόμησεν θυσιαστήριον πάση̨ τη̨̃ δυνάμει του̃ οὐρανου̃ ἐν ται̃ς δυσὶν αὐλαι̃ς οἴκου κυρίου
καὶ διη̃γεν τοὺς υἱοὺς αὐτου̃ ἐν πυρὶ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐποίησεν θελητὴν καὶ γνώστας ἐπλήθυνεν του̃ ποιει̃ν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου παροργίσαι αὐτόν
καὶ ἔθηκεν τὸ γλυπτὸν του̃ ἄλσους ἐν τω̨̃ οἴκω̨ ὡ̨̃ εἰ̃πεν κύριος πρὸς Δαυιδ καὶ πρὸς Σαλωμων τὸν υἱὸν αὐτου̃ ἐν τω̨̃ οἴκω̨ τούτω̨ καὶ ἐν Ιερουσαλημ ἡ̨̃ ἐξελεξάμην ἐκ πασω̃ν φυλω̃ν Ισραηλ καὶ θήσω τὸ ὄνομά μου ἐκει̃ εἰς τὸν αἰω̃να
καὶ οὐ προσθήσω του̃ σαλευ̃σαι τὸν πόδα Ισραηλ ἀπὸ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα τοι̃ς πατράσιν αὐτω̃ν οἵτινες φυλάξουσιν πάντα ὅσα ἐνετειλάμην κατὰ πα̃σαν τὴν ἐντολήν ἣν ἐνετείλατο αὐτοι̃ς ὁ δου̃λός μου Μωυση̃ς
καὶ οὐκ ἤκουσαν καὶ ἐπλάνησεν αὐτοὺς Μανασσης του̃ ποιη̃σαι τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου ὑπὲρ τὰ ἔθνη ἃ ἠφάνισεν κύριος ἐκ προσώπου υἱω̃ν Ισραηλ
10 καὶ ἐλάλησεν κύριος ἐν χειρὶ δούλων αὐτου̃ τω̃ν προφητω̃ν λέγων
11 ἀνθ' ὡ̃ν ὅσα ἐποίησεν Μανασσης ὁ βασιλεὺς Ιουδα τὰ βδελύγματα ταυ̃τα τὰ πονηρὰ ἀπὸ πάντων ὡ̃ν ἐποίησεν ὁ Αμορραι̃ος ὁ ἔμπροσθεν καὶ ἐξήμαρτεν καί γε Ιουδα ἐν τοι̃ς εἰδώλοις αὐτω̃ν
12 οὐχ οὕτως τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδα ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμφότερα τὰ ὠ̃τα αὐτου̃
13 καὶ ἐκτενω̃ ἐπὶ Ιερουσαλημ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου Αχααβ καὶ ἀπαλείψω τὴν Ιερουσαλημ καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτου̃
14 καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τη̃ς κληρονομίας μου καὶ παραδώσω αὐτοὺς εἰς χει̃ρας ἐχθρω̃ν αὐτω̃ν καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πα̃σιν τοι̃ς ἐχθροι̃ς αὐτω̃ν
15 ἀνθ' ὡ̃ν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς μου καὶ ἠ̃σαν παροργίζοντές με ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἐξήγαγον τοὺς πατέρας αὐτω̃ν ἐξ Αἰγύπτου καὶ ἕως τη̃ς ἡμέρας ταύτης
16 καί γε αἱ̃μα ἀθω̨̃ον ἐξέχεεν Μανασσης πολὺ σφόδρα ἕως οὑ̃ ἔπλησεν τὴν Ιερουσαλημ στόμα εἰς στόμα πλὴν τω̃ν ἁμαρτιω̃ν αὐτου̃ ὡ̃ν ἐξήμαρτεν τὸν Ιουδαν του̃ ποιη̃σαι τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου
17 καὶ τὰ λοιπὰ τω̃ν λόγων Μανασση καὶ πάντα ὅσα ἐποίησεν καὶ ἡ ἁμαρτία αὐτου̃ ἣν ἥμαρτεν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα
18 καὶ ἐκοιμήθη Μανασσης μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν τω̨̃ κήπω̨ του̃ οἴκου αὐτου̃ ἐν κήπω̨ Οζα καὶ ἐβασίλευσεν Αμων υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
19 υἱὸς εἴκοσι καὶ δύο ἐτω̃ν Αμων ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Μεσολλαμ θυγάτηρ Αρους ἐξ Ιετεβα
20 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου καθὼς ἐποίησεν Μανασσης ὁ πατὴρ αὐτου̃
21 καὶ ἐπορεύθη ἐν πάση̨ ὁδω̨̃ ἡ̨̃ ἐπορεύθη ὁ πατὴρ αὐτου̃ καὶ ἐλάτρευσεν τοι̃ς εἰδώλοις οἱ̃ς ἐλάτρευσεν ὁ πατὴρ αὐτου̃ καὶ προσεκύνησεν αὐτοι̃ς
22 καὶ ἐγκατέλιπεν τὸν κύριον θεὸν τω̃ν πατέρων αὐτου̃ καὶ οὐκ ἐπορεύθη ἐν ὁδω̨̃ κυρίου
23 καὶ συνεστράφησαν οἱ παι̃δες Αμων πρὸς αὐτὸν καὶ ἐθανάτωσαν τὸν βασιλέα ἐν τω̨̃ οἴκω̨ αὐτου̃
24 καὶ ἐπάταξεν πα̃ς ὁ λαὸς τη̃ς γη̃ς πάντας τοὺς συστραφέντας ἐπὶ τὸν βασιλέα Αμων καὶ ἐβασίλευσεν ὁ λαὸς τη̃ς γη̃ς τὸν Ιωσιαν υἱὸν αὐτου̃ ἀντ' αὐτου̃
25 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αμων ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα
26 καὶ ἔθαψαν αὐτὸν ἐν τω̨̃ τάφω̨ αὐτου̃ ἐν τω̨̃ κήπω̨ Οζα καὶ ἐβασίλευσεν Ιωσιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 22

υἱὸς ὀκτὼ ἐτω̃ν Ιωσιας ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Ιεδιδα θυγάτηρ Εδεϊα ἐκ Βασουρωθ
καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου καὶ ἐπορεύθη ἐν πάση̨ ὁδω̨̃ Δαυιδ του̃ πατρὸς αὐτου̃ οὐκ ἀπέστη δεξιὰ ἢ ἀριστερά
καὶ ἐγενήθη ἐν τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει τω̨̃ βασιλει̃ Ιωσια ἐν τω̨̃ μηνὶ τω̨̃ ὀγδόω̨ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαφφαν υἱὸν Εσελιου υἱου̃ Μεσολλαμ τὸν γραμματέα οἴκου κυρίου λέγων
ἀνάβηθι πρὸς Χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκω̨ κυρίου ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ του̃ λαου̃
καὶ δότωσαν αὐτὸ ἐπὶ χει̃ρα ποιούντων τὰ ἔργα τω̃ν καθεσταμένων ἐν οἴκω̨ κυρίου καὶ ἔδωκεν αὐτὸ τοι̃ς ποιου̃σιν τὰ ἔργα τοι̃ς ἐν οἴκω̨ κυρίου του̃ κατισχυ̃σαι τὸ βεδεκ του̃ οἴκου
τοι̃ς τέκτοσιν καὶ τοι̃ς οἰκοδόμοις καὶ τοι̃ς τειχισται̃ς καὶ του̃ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς του̃ κραταιω̃σαι τὸ βεδεκ του̃ οἴκου
πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοι̃ς ὅτι ἐν πίστει αὐτοὶ ποιου̃σιν
καὶ εἰ̃πεν Χελκιας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαφφαν τὸν γραμματέα βιβλίον του̃ νόμου εὑ̃ρον ἐν οἴκω̨ κυρίου καὶ ἔδωκεν Χελκιας τὸ βιβλίον πρὸς Σαφφαν καὶ ἀνέγνω αὐτό
καὶ εἰσήνεγκεν πρὸς τὸν βασιλέα Ιωσιαν καὶ ἐπέστρεψεν τω̨̃ βασιλει̃ ῥη̃μα καὶ εἰ̃πεν ἐχώνευσαν οἱ δου̃λοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν τω̨̃ οἴκω̨ κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χει̃ρα ποιούντων τὰ ἔργα τω̃ν καθεσταμένων ἐν οἴκω̨ κυρίου
10 καὶ εἰ̃πεν Σαφφαν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων βιβλίον ἔδωκέν μοι Χελκιας ὁ ἱερεύς καὶ ἀνέγνω αὐτὸ Σαφφαν ἐνώπιον του̃ βασιλέως
11 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους του̃ βιβλίου του̃ νόμου καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτου̃
12 καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Χελκια τω̨̃ ἱερει̃ καὶ τω̨̃ Αχικαμ υἱω̨̃ Σαφφαν καὶ τω̨̃ Αχοβωρ υἱω̨̃ Μιχαιου καὶ τω̨̃ Σαφφαν τω̨̃ γραμματει̃ καὶ τω̨̃ Ασαια δούλω̨ του̃ βασιλέως λέγων
13 δευ̃τε ἐκζητήσατε τὸν κύριον περὶ ἐμου̃ καὶ περὶ παντὸς του̃ λαου̃ καὶ περὶ παντὸς του̃ Ιουδα περὶ τω̃ν λόγων του̃ βιβλίου του̃ εὑρεθέντος τούτου ὅτι μεγάλη ἡ ὀργὴ κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμι̃ν ὑπὲρ οὑ̃ οὐκ ἤκουσαν οἱ πατέρες ἡμω̃ν τω̃ν λόγων του̃ βιβλίου τούτου του̃ ποιει̃ν κατὰ πάντα τὰ γεγραμμένα καθ' ἡμω̃ν
14 καὶ ἐπορεύθη Χελκιας ὁ ἱερεὺς καὶ Αχικαμ καὶ Αχοβωρ καὶ Σαφφαν καὶ Ασαιας πρὸς Ολδαν τὴν προφη̃τιν γυναι̃κα Σελλημ υἱου̃ Θεκουε υἱου̃ Αραας του̃ ἱματιοφύλακος καὶ αὐτὴ κατώ̨κει ἐν Ιερουσαλημ ἐν τη̨̃ μασενα καὶ ἐλάλησαν πρὸς αὐτήν
15 καὶ εἰ̃πεν αὐτοι̃ς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ εἴπατε τω̨̃ ἀνδρὶ τω̨̃ ἀποστείλαντι ὑμα̃ς πρός με
16 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπὶ τοὺς ἐνοικου̃ντας αὐτόν πάντας τοὺς λόγους του̃ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ιουδα
17 ἀνθ' ὡ̃ν ἐγκατέλιπόν με καὶ ἐθυμίων θεοι̃ς ἑτέροις ὅπως παροργίσωσίν με ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἐκκαυθήσεται ὁ θυμός μου ἐν τω̨̃ τόπω̨ τούτω̨ καὶ οὐ σβεσθήσεται
18 καὶ πρὸς βασιλέα Ιουδα τὸν ἀποστείλαντα ὑμα̃ς ἐπιζητη̃σαι τὸν κύριον τάδε ἐρει̃τε πρὸς αὐτόν τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ οἱ λόγοι οὓς ἤκουσας
19 ἀνθ' ὡ̃ν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου κυρίου ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπὶ τοὺς ἐνοικου̃ντας αὐτὸν του̃ εἰ̃ναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιον ἐμου̃ καί γε ἐγὼ ἤκουσα λέγει κύριος
20 οὐχ οὕτως ἰδοὺ ἐγὼ προστίθημί σε πρὸς τοὺς πατέρας σου καὶ συναχθήση̨ εἰς τὸν τάφον σου ἐν εἰρήνη̨ καὶ οὐκ ὀφθήσεται ἐν τοι̃ς ὀφθαλμοι̃ς σου ἐν πα̃σιν τοι̃ς κακοι̃ς οἱ̃ς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπέστρεψαν τω̨̃ βασιλει̃ τὸ ῥη̃μα

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 23

καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους Ιουδα καὶ Ιερουσαλημ
καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἰ̃κον κυρίου καὶ πα̃ς ἀνὴρ Ιουδα καὶ πάντες οἱ κατοικου̃ντες ἐν Ιερουσαλημ μετ' αὐτου̃ καὶ οἱ ἱερει̃ς καὶ οἱ προφη̃ται καὶ πα̃ς ὁ λαὸς ἀπὸ μικρου̃ καὶ ἕως μεγάλου καὶ ἀνέγνω ἐν ὠσὶν αὐτω̃ν πάντας τοὺς λόγους του̃ βιβλίου τη̃ς διαθήκης του̃ εὑρεθέντος ἐν οἴκω̨ κυρίου
καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στυ̃λον καὶ διέθετο διαθήκην ἐνώπιον κυρίου του̃ πορεύεσθαι ὀπίσω κυρίου καὶ του̃ φυλάσσειν τὰς ἐντολὰς αὐτου̃ καὶ τὰ μαρτύρια αὐτου̃ καὶ τὰ δικαιώματα αὐτου̃ ἐν πάση̨ καρδία̨ καὶ ἐν πάση̨ ψυχη̨̃ του̃ ἀναστη̃σαι τοὺς λόγους τη̃ς διαθήκης ταύτης τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον του̃το καὶ ἔστη πα̃ς ὁ λαὸς ἐν τη̨̃ διαθήκη̨
καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Χελκια τω̨̃ ἱερει̃ τω̨̃ μεγάλω̨ καὶ τοι̃ς ἱερευ̃σιν τη̃ς δευτερώσεως καὶ τοι̃ς φυλάσσουσιν τὸν σταθμὸν του̃ ἐξαγαγει̃ν ἐκ του̃ ναου̃ κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τω̨̃ Βααλ καὶ τω̨̃ ἄλσει καὶ πάση̨ τη̨̃ δυνάμει του̃ οὐρανου̃ καὶ κατέκαυσεν αὐτὰ ἔξω Ιερουσαλημ ἐν σαδημωθ Κεδρων καὶ ἔλαβεν τὸν χου̃ν αὐτω̃ν εἰς Βαιθηλ
καὶ κατέπαυσεν τοὺς χωμαριμ οὓς ἔδωκαν βασιλει̃ς Ιουδα καὶ ἐθυμίων ἐν τοι̃ς ὑψηλοι̃ς καὶ ἐν ται̃ς πόλεσιν Ιουδα καὶ τοι̃ς περικύκλω̨ Ιερουσαλημ καὶ τοὺς θυμιω̃ντας τω̨̃ Βααλ καὶ τω̨̃ ἡλίω̨ καὶ τη̨̃ σελήνη̨ καὶ τοι̃ς μαζουρωθ καὶ πάση̨ τη̨̃ δυνάμει του̃ οὐρανου̃
καὶ ἐξήνεγκεν τὸ ἄλσος ἐξ οἴκου κυρίου ἔξωθεν Ιερουσαλημ εἰς τὸν χειμάρρουν Κεδρων καὶ κατέκαυσεν αὐτὸν ἐν τω̨̃ χειμάρρω̨ Κεδρων καὶ ἐλέπτυνεν εἰς χου̃ν καὶ ἔρριψεν τὸν χου̃ν αὐτου̃ εἰς τὸν τάφον τω̃ν υἱω̃ν του̃ λαου̃
καὶ καθει̃λεν τὸν οἰ̃κον τω̃ν καδησιμ τω̃ν ἐν τω̨̃ οἴκω̨ κυρίου οὑ̃ αἱ γυναι̃κες ὕφαινον ἐκει̃ χεττιιν τω̨̃ ἄλσει
καὶ ἀνήγαγεν πάντας τοὺς ἱερει̃ς ἐκ πόλεων Ιουδα καὶ ἐμίανεν τὰ ὑψηλά οὑ̃ ἐθυμίασαν ἐκει̃ οἱ ἱερει̃ς ἀπὸ Γαβαα καὶ ἕως Βηρσαβεε καὶ καθει̃λεν τὸν οἰ̃κον τω̃ν πυλω̃ν τὸν παρὰ τὴν θύραν τη̃ς πύλης Ιησου ἄρχοντος τη̃ς πόλεως τω̃ν ἐξ ἀριστερω̃ν ἀνδρὸς ἐν τη̨̃ πύλη̨ τη̃ς πόλεως
πλὴν οὐκ ἀνέβησαν οἱ ἱερει̃ς τω̃ν ὑψηλω̃ν πρὸς τὸ θυσιαστήριον κυρίου ἐν Ιερουσαλημ ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν αὐτω̃ν
10 καὶ ἐμίανεν τὸν Ταφεθ τὸν ἐν φάραγγι υἱου̃ Εννομ του̃ διάγειν ἄνδρα τὸν υἱὸν αὐτου̃ καὶ ἄνδρα τὴν θυγατέρα αὐτου̃ τω̨̃ Μολοχ ἐν πυρί
11 καὶ κατέπαυσεν τοὺς ἵππους οὓς ἔδωκαν βασιλει̃ς Ιουδα τω̨̃ ἡλίω̨ ἐν τη̨̃ εἰσόδω̨ οἴκου κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθαν βασιλέως του̃ εὐνούχου ἐν φαρουριμ καὶ τὸ ἅρμα του̃ ἡλίου κατέκαυσεν πυρί
12 καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ του̃ δώματος του̃ ὑπερώ̨ου Αχαζ ἃ ἐποίησαν βασιλει̃ς Ιουδα καὶ τὰ θυσιαστήρια ἃ ἐποίησεν Μανασσης ἐν ται̃ς δυσὶν αὐλαι̃ς οἴκου κυρίου καὶ καθει̃λεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκει̃θεν καὶ ἔρριψεν τὸν χου̃ν αὐτω̃ν εἰς τὸν χειμάρρουν Κεδρων
13 καὶ τὸν οἰ̃κον τὸν ἐπὶ πρόσωπον Ιερουσαλημ τὸν ἐκ δεξιω̃ν του̃ ὄρους του̃ Μοσοαθ ὃν ὠ̨κοδόμησεν Σαλωμων βασιλεὺς Ισραηλ τη̨̃ 'Αστάρτη̨ προσοχθίσματι Σιδωνίων καὶ τω̨̃ Χαμως προσοχθίσματι Μωαβ καὶ τω̨̃ Μολχολ βδελύγματι υἱω̃ν Αμμων ἐμίανεν ὁ βασιλεύς
14 καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ ἔπλησεν τοὺς τόπους αὐτω̃ν ὀστέων ἀνθρώπων
15 καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθηλ τὸ ὑψηλόν ὃ ἐποίησεν Ιεροβοαμ υἱὸς Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ καί γε τὸ θυσιαστήριον ἐκει̃νο καὶ τὸ ὑψηλὸν κατέσπασεν καὶ συνέτριψεν τοὺς λίθους αὐτου̃ καὶ ἐλέπτυνεν εἰς χου̃ν καὶ κατέκαυσεν τὸ ἄλσος
16 καὶ ἐξένευσεν Ιωσιας καὶ εἰ̃δεν τοὺς τάφους τοὺς ὄντας ἐκει̃ ἐν τη̨̃ πόλει καὶ ἀπέστειλεν καὶ ἔλαβεν τὰ ὀστα̃ ἐκ τω̃ν τάφων καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ὁ ἄνθρωπος του̃ θεου̃ ἐν τω̨̃ ἑστάναι Ιεροβοαμ ἐν τη̨̃ ἑορτη̨̃ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπιστρέψας ἠ̃ρεν τοὺς ὀφθαλμοὺς αὐτου̃ ἐπὶ τὸν τάφον του̃ ἀνθρώπου του̃ θεου̃ του̃ λαλήσαντος τοὺς λόγους τούτους
17 καὶ εἰ̃πεν τί τὸ σκόπελον ἐκει̃νο ὃ ἐγὼ ὁρω̃ καὶ εἰ̃πον αὐτω̨̃ οἱ ἄνδρες τη̃ς πόλεως ὁ ἄνθρωπος του̃ θεου̃ ἐστιν ὁ ἐξεληλυθὼς ἐξ Ιουδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους οὓς ἐπεκαλέσατο ἐπὶ τὸ θυσιαστήριον Βαιθηλ
18 καὶ εἰ̃πεν ἄφετε αὐτό ἀνὴρ μὴ κινησάτω τὰ ὀστα̃ αὐτου̃ καὶ ἐρρύσθησαν τὰ ὀστα̃ αὐτου̃ μετὰ τω̃ν ὀστω̃ν του̃ προφήτου του̃ ἥκοντος ἐκ Σαμαρείας
19 καί γε εἰς πάντας τοὺς οἴκους τω̃ν ὑψηλω̃ν τοὺς ἐν ται̃ς πόλεσιν Σαμαρείας οὓς ἐποίησαν βασιλει̃ς Ισραηλ παροργίζειν κύριον ἀπέστησεν Ιωσιας καὶ ἐποίησεν ἐν αὐτοι̃ς πάντα τὰ ἔργα ἃ ἐποίησεν ἐν Βαιθηλ
20 καὶ ἐθυσίασεν πάντας τοὺς ἱερει̃ς τω̃ν ὑψηλω̃ν τοὺς ὄντας ἐκει̃ ἐπὶ τω̃ν θυσιαστηρίων καὶ κατέκαυσεν τὰ ὀστα̃ τω̃ν ἀνθρώπων ἐπ' αὐτά καὶ ἐπεστράφη εἰς Ιερουσαλημ
21 καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τω̨̃ λαω̨̃ λέγων ποιήσατε τὸ πασχα τω̨̃ κυρίω̨ θεω̨̃ ἡμω̃ν καθὼς γέγραπται ἐπὶ βιβλίου τη̃ς διαθήκης ταύτης
22 ὅτι οὐκ ἐγενήθη τὸ πασχα του̃το ἀφ' ἡμερω̃ν τω̃ν κριτω̃ν οἳ ἔκρινον τὸν Ισραηλ καὶ πάσας τὰς ἡμέρας βασιλέων Ισραηλ καὶ βασιλέων Ιουδα
23 ὅτι ἀλλ' ἢ τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει του̃ βασιλέως Ιωσια ἐγενήθη τὸ πασχα τω̨̃ κυρίω̨ ἐν Ιερουσαλημ
24 καί γε τοὺς θελητὰς καὶ τοὺς γνωριστὰς καὶ τὰ θεραφιν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν γη̨̃ Ιουδα καὶ ἐν Ιερουσαλημ ἐξη̃ρεν ὁ βασιλεὺς Ιωσιας ἵνα στήση̨ τοὺς λόγους του̃ νόμου τοὺς γεγραμμένους ἐπὶ του̃ βιβλίου οὑ̃ εὑ̃ρεν Χελκιας ὁ ἱερεὺς ἐν οἴκω̨ κυρίου
25 ὅμοιος αὐτω̨̃ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτου̃ βασιλεύς ὃς ἐπέστρεψεν πρὸς κύριον ἐν ὅλη̨ καρδία̨ αὐτου̃ καὶ ἐν ὅλη̨ ψυχη̨̃ αὐτου̃ καὶ ἐν ὅλη̨ ἰσχύι αὐτου̃ κατὰ πάντα τὸν νόμον Μωυση̃ καὶ μετ' αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτω̨̃
26 πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ θυμου̃ ὀργη̃ς αὐτου̃ του̃ μεγάλου οὑ̃ ἐθυμώθη ὀργὴ αὐτου̃ ἐν τω̨̃ Ιουδα ἐπὶ τοὺς παροργισμούς οὓς παρώργισεν αὐτὸν Μανασσης
27 καὶ εἰ̃πεν κύριος καί γε τὸν Ιουδαν ἀποστήσω ἀπὸ του̃ προσώπου μου καθὼς ἀπέστησα τὸν Ισραηλ καὶ ἀπώσομαι τὴν πόλιν ταύτην ἣν ἐξελεξάμην τὴν Ιερουσαλημ καὶ τὸν οἰ̃κον οὑ̃ εἰ̃πον ἔσται τὸ ὄνομά μου ἐκει̃
28 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωσιου καὶ πάντα ὅσα ἐποίησεν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα
29 ἐν δὲ ται̃ς ἡμέραις αὐτου̃ ἀνέβη Φαραω Νεχαω βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα 'Ασσυρίων ἐπὶ ποταμὸν Εὐφράτην καὶ ἐπορεύθη Ιωσιας εἰς ἀπαντὴν αὐτου̃ καὶ ἐθανάτωσεν αὐτὸν Νεχαω ἐν Μαγεδδω ἐν τω̨̃ ἰδει̃ν αὐτόν
30 καὶ ἐπεβίβασαν αὐτὸν οἱ παι̃δες αὐτου̃ νεκρὸν ἐκ Μαγεδδω καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἔθαψαν αὐτὸν ἐν τω̨̃ τάφω̨ αὐτου̃ ἐν πόλει Δαυιδ καὶ ἔλαβεν ὁ λαὸς τη̃ς γη̃ς τὸν Ιωαχας υἱὸν Ιωσιου καὶ ἔχρισαν αὐτὸν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ του̃ πατρὸς αὐτου̃
31 υἱὸς εἴκοσι καὶ τριω̃ν ἐτω̃ν ἠ̃ν Ιωαχας ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Αμιταλ θυγάτηρ Ιερεμιου ἐκ Λεμνα
32 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτου̃
33 καὶ μετέστησεν αὐτὸν Φαραω Νεχαω ἐν Δεβλαθα ἐν γη̨̃ Εμαθ του̃ μὴ βασιλεύειν ἐν Ιερουσαλημ καὶ ἔδωκεν ζημίαν ἐπὶ τὴν γη̃ν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου
34 καὶ ἐβασίλευσεν Φαραω Νεχαω ἐπ' αὐτοὺς τὸν Ελιακιμ υἱὸν Ιωσιου βασιλέως Ιουδα ἀντὶ Ιωσιου του̃ πατρὸς αὐτου̃ καὶ ἐπέστρεψεν τὸ ὄνομα αὐτου̃ Ιωακιμ καὶ τὸν Ιωαχας ἔλαβεν καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον καὶ ἀπέθανεν ἐκει̃
35 καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν Ιωακιμ τω̨̃ Φαραω πλὴν ἐτιμογράφησεν τὴν γη̃ν του̃ δου̃ναι τὸ ἀργύριον ἐπὶ στόματος Φαραω ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτου̃ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ του̃ λαου̃ τη̃ς γη̃ς δου̃ναι τω̨̃ Φαραω Νεχαω
36 υἱὸς εἴκοσι καὶ πέντε ἐτω̃ν Ιωακιμ ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Ιελδαφ θυγάτηρ Φεδεϊα ἐκ Ρουμα
37 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτου̃

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 24

ἐν ται̃ς ἡμέραις αὐτου̃ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ ἐγενήθη αὐτω̨̃ Ιωακιμ δου̃λος τρία ἔτη καὶ ἐπέστρεψεν καὶ ἠθέτησεν ἐν αὐτω̨̃
καὶ ἀπέστειλεν αὐτω̨̃ τοὺς μονοζώνους τω̃ν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ τοὺς μονοζώνους Μωαβ καὶ τοὺς μονοζώνους υἱω̃ν Αμμων καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τη̨̃ γη̨̃ Ιουδα του̃ κατισχυ̃σαι κατὰ τὸν λόγον κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ τω̃ν δούλων αὐτου̃ τω̃ν προφητω̃ν
πλὴν ἐπὶ τὸν θυμὸν κυρίου ἠ̃ν ἐν τω̨̃ Ιουδα ἀποστη̃σαι αὐτὸν ἀπὸ προσώπου αὐτου̃ ἐν ἁμαρτίαις Μανασση κατὰ πάντα ὅσα ἐποίησεν
καί γε αἱ̃μα ἀθω̨̃ον ἐξέχεεν καὶ ἔπλησεν τὴν Ιερουσαλημ αἵματος ἀθώ̨ου καὶ οὐκ ἠθέλησεν κύριος ἱλασθη̃ναι
καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωακιμ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα
καὶ ἐκοιμήθη Ιωακιμ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐβασίλευσεν Ιωακιμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
καὶ οὐ προσέθετο ἔτι βασιλεὺς Αἰγύπτου ἐξελθει̃ν ἐκ τη̃ς γη̃ς αὐτου̃ ὅτι ἔλαβεν βασιλεὺς Βαβυλω̃νος ἀπὸ του̃ χειμάρρου Αἰγύπτου ἕως του̃ ποταμου̃ Εὐφράτου πάντα ὅσα ἠ̃ν του̃ βασιλέως Αἰγύπτου
υἱὸς ὀκτωκαίδεκα ἐτω̃ν Ιωακιμ ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Νεσθα θυγάτηρ Ελλαναθαν ἐξ Ιερουσαλημ
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν ὁ πατὴρ αὐτου̃
10 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος εἰς Ιερουσαλημ καὶ ἠ̃λθεν ἡ πόλις ἐν περιοχη̨̃
11 καὶ εἰση̃λθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος εἰς τὴν πόλιν καὶ οἱ παι̃δες αὐτου̃ ἐπολιόρκουν ἐπ' αὐτήν
12 καὶ ἐξη̃λθεν Ιωακιμ βασιλεὺς Ιουδα ἐπὶ βασιλέα Βαβυλω̃νος αὐτὸς καὶ οἱ παι̃δες αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ καὶ οἱ ἄρχοντες αὐτου̃ καὶ οἱ εὐνου̃χοι αὐτου̃ καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλω̃νος ἐν ἔτει ὀγδόω̨ τη̃ς βασιλείας αὐτου̃
13 καὶ ἐξήνεγκεν ἐκει̃θεν πάντας τοὺς θησαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου του̃ βασιλέως καὶ συνέκοψεν πάντα τὰ σκεύη τὰ χρυσα̃ ἃ ἐποίησεν Σαλωμων βασιλεὺς Ισραηλ ἐν τω̨̃ ναω̨̃ κυρίου κατὰ τὸ ῥη̃μα κυρίου
14 καὶ ἀπώ̨κισεν τὴν Ιερουσαλημ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύι αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πα̃ν τέκτονα καὶ τὸν συγκλείοντα καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τη̃ς γη̃ς
15 καὶ ἀπώ̨κισεν τὸν Ιωακιμ εἰς Βαβυλω̃να καὶ τὴν μητέρα του̃ βασιλέως καὶ τὰς γυναι̃κας του̃ βασιλέως καὶ τοὺς εὐνούχους αὐτου̃ καὶ τοὺς ἰσχυροὺς τη̃ς γη̃ς ἀπήγαγεν ἀποικεσίαν ἐξ Ιερουσαλημ εἰς Βαβυλω̃να
16 καὶ πάντας τοὺς ἄνδρας τη̃ς δυνάμεως ἑπτακισχιλίους καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους πάντες δυνατοὶ ποιου̃ντες πόλεμον καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλω̃νος μετοικεσίαν εἰς Βαβυλω̃να
17 καὶ ἐβασίλευσεν βασιλεὺς Βαβυλω̃νος τὸν Μαθθανιαν υἱὸν αὐτου̃ ἀντ' αὐτου̃ καὶ ἐπέθηκεν τὸ ὄνομα αὐτου̃ Σεδεκια
18 υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτου̃ Σεδεκιας ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Αμιταλ θυγάτηρ Ιερεμιου
19 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Ιωακιμ
20 ὅτι ἐπὶ τὸν θυμὸν κυρίου ἠ̃ν ἐπὶ Ιερουσαλημ καὶ ἐν τω̨̃ Ιουδα ἕως ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτου̃ καὶ ἠθέτησεν Σεδεκιας ἐν τω̨̃ βασιλει̃ Βαβυλω̃νος

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 25

καὶ ἐγενήθη ἐν τω̨̃ ἔτει τω̨̃ ἐνάτω̨ τη̃ς βασιλείας αὐτου̃ ἐν τω̨̃ μηνὶ τω̨̃ δεκάτω̨ ἠ̃λθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ πα̃σα ἡ δύναμις αὐτου̃ ἐπὶ Ιερουσαλημ καὶ παρενέβαλεν ἐπ' αὐτὴν καὶ ὠ̨κοδόμησεν ἐπ' αὐτὴν περίτειχος κύκλω̨
καὶ ἠ̃λθεν ἡ πόλις ἐν περιοχη̨̃ ἕως του̃ ἑνδεκάτου ἔτους του̃ βασιλέως Σεδεκιου
ἐνάτη̨ του̃ μηνὸς καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τη̨̃ πόλει καὶ οὐκ ἠ̃σαν ἄρτοι τω̨̃ λαω̨̃ τη̃ς γη̃ς
καὶ ἐρράγη ἡ πόλις καὶ πάντες οἱ ἄνδρες του̃ πολέμου ἐξη̃λθον νυκτὸς ὁδὸν πύλης τη̃ς ἀνὰ μέσον τω̃ν τειχέων αὕτη ἥ ἐστιν του̃ κήπου του̃ βασιλέως καὶ οἱ Χαλδαι̃οι ἐπὶ τὴν πόλιν κύκλω̨ καὶ ἐπορεύθη ὁδὸν τὴν Αραβα
καὶ ἐδίωξεν ἡ δύναμις τω̃ν Χαλδαίων ὀπίσω του̃ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν Αραβωθ Ιεριχω καὶ πα̃σα ἡ δύναμις αὐτου̃ διεσπάρη ἐπάνωθεν αὐτου̃
καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλω̃νος εἰς Δεβλαθα καὶ ἐλάλησεν μετ' αὐτου̃ κρίσιν
καὶ τοὺς υἱοὺς Σεδεκιου ἔσφαξεν κατ' ὀφθαλμοὺς αὐτου̃ καὶ τοὺς ὀφθαλμοὺς Σεδεκιου ἐξετύφλωσεν καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλω̃να
καὶ ἐν τω̨̃ μηνὶ τω̨̃ πέμπτω̨ ἑβδόμη̨ του̃ μηνός αὐτὸς ἐνιαυτὸς ἐννεακαιδέκατος τω̨̃ Ναβουχοδονοσορ βασιλει̃ Βαβυλω̃νος ἠ̃λθεν Ναβουζαρδαν ὁ ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλω̃νος εἰς Ιερουσαλημ
καὶ ἐνέπρησεν τὸν οἰ̃κον κυρίου καὶ τὸν οἰ̃κον του̃ βασιλέως καὶ πάντας τοὺς οἴκους Ιερουσαλημ καὶ πα̃ν οἰ̃κον ἐνέπρησεν
10 ὁ ἀρχιμάγειρος
11 καὶ τὸ περισσὸν του̃ λαου̃ τὸ καταλειφθὲν ἐν τη̨̃ πόλει καὶ τοὺς ἐμπεπτωκότας οἳ ἐνέπεσον πρὸς βασιλέα Βαβυλω̃νος καὶ τὸ λοιπὸν του̃ στηρίγματος μετη̃ρεν Ναβουζαρδαν ὁ ἀρχιμάγειρος
12 καὶ ἀπὸ τω̃ν πτωχω̃ν τη̃ς γη̃ς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γαβιν
13 καὶ τοὺς στύλους τοὺς χαλκου̃ς τοὺς ἐν οἴκω̨ κυρίου καὶ τὰς μεχωνωθ καὶ τὴν θάλασσαν τὴν χαλκη̃ν τὴν ἐν οἴκω̨ κυρίου συνέτριψαν οἱ Χαλδαι̃οι καὶ ἠ̃ραν τὸν χαλκὸν αὐτω̃ν εἰς Βαβυλω̃να
14 καὶ τοὺς λέβητας καὶ τὰ ιαμιν καὶ τὰς φιάλας καὶ τὰς θυίσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκα̃ ἐν οἱ̃ς λειτουργου̃σιν ἐν αὐτοι̃ς ἔλαβεν
15 καὶ τὰ πυρει̃α καὶ τὰς φιάλας τὰς χρυσα̃ς καὶ τὰς ἀργυρα̃ς ἔλαβεν ὁ ἀρχιμάγειρος
16 στύλους δύο ἡ θάλασσα ἡ μία καὶ τὰ μεχωνωθ ἃ ἐποίησεν Σαλωμων τω̨̃ οἴκω̨ κυρίου οὐκ ἠ̃ν σταθμὸς του̃ χαλκου̃ πάντων τω̃ν σκευω̃ν
17 ὀκτωκαίδεκα πήχεων ὕψος του̃ στύλου του̃ ἑνός καὶ τὸ χωθαρ ἐπ' αὐτου̃ τὸ χαλκου̃ν καὶ τὸ ὕψος του̃ χωθαρ τριω̃ν πήχεων σαβαχα καὶ ῥοαὶ ἐπὶ του̃ χωθαρ κύκλω̨ τὰ πάντα χαλκα̃ καὶ κατὰ τὰ αὐτὰ τω̨̃ στύλω̨ τω̨̃ δευτέρω̨ ἐπὶ τω̨̃ σαβαχα
18 καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν Σαραιαν ἱερέα τὸν πρω̃τον καὶ τὸν Σοφονιαν υἱὸν τη̃ς δευτερώσεως καὶ τοὺς τρει̃ς τοὺς φυλάσσοντας τὸν σταθμὸν
19 καὶ ἐκ τη̃ς πόλεως ἔλαβεν εὐνου̃χον ἕνα ὃς ἠ̃ν ἐπιστάτης ἐπὶ τω̃ν ἀνδρω̃ν τω̃ν πολεμιστω̃ν καὶ πέντε ἄνδρας τω̃ν ὁρώντων τὸ πρόσωπον του̃ βασιλέως τοὺς εὑρεθέντας ἐν τη̨̃ πόλει καὶ τὸν γραμματέα του̃ ἄρχοντος τη̃ς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τη̃ς γη̃ς καὶ ἑξήκοντα ἄνδρας του̃ λαου̃ τη̃ς γη̃ς τοὺς εὑρεθέντας ἐν τη̨̃ πόλει
20 καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδαν ὁ ἀρχιμάγειρος καὶ ἀπήγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλω̃νος εἰς Δεβλαθα
21 καὶ ἔπαισεν αὐτοὺς βασιλεὺς Βαβυλω̃νος καὶ ἐθανάτωσεν αὐτοὺς ἐν Δεβλαθα ἐν γη̨̃ Αιμαθ καὶ ἀπω̨κίσθη Ιουδας ἐπάνωθεν τη̃ς γη̃ς αὐτου̃
22 καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν γη̨̃ Ιουδα οὓς κατέλιπεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ κατέστησεν ἐπ' αὐτω̃ν τὸν Γοδολιαν υἱὸν Αχικαμ υἱου̃ Σαφαν
23 καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τη̃ς δυνάμεως αὐτοὶ καὶ οἱ ἄνδρες αὐτω̃ν ὅτι κατέστησεν βασιλεὺς Βαβυλω̃νος τὸν Γοδολιαν καὶ ἠ̃λθον πρὸς Γοδολιαν εἰς Μασσηφαθ καὶ Ισμαηλ υἱὸς Ναθανιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ Σαραιας υἱὸς Θανεμαθ ὁ Νετωφαθίτης καὶ Ιεζονιας υἱὸς του̃ Μαχαθι αὐτοὶ καὶ οἱ ἄνδρες αὐτω̃ν
24 καὶ ὤμοσεν Γοδολιας αὐτοι̃ς καὶ τοι̃ς ἀνδράσιν αὐτω̃ν καὶ εἰ̃πεν αὐτοι̃ς μὴ φοβει̃σθε πάροδον τω̃ν Χαλδαίων καθίσατε ἐν τη̨̃ γη̨̃ καὶ δουλεύσατε τω̨̃ βασιλει̃ Βαβυλω̃νος καὶ καλω̃ς ἔσται ὑμι̃ν
25 καὶ ἐγενήθη ἐν τω̨̃ ἑβδόμω̨ μηνὶ ἠ̃λθεν Ισμαηλ υἱὸς Ναθανιου υἱου̃ Ελισαμα ἐκ του̃ σπέρματος τω̃ν βασιλέων καὶ δέκα ἄνδρες μετ' αὐτου̃ καὶ ἐπάταξεν τὸν Γοδολιαν καὶ ἀπέθανεν καὶ τοὺς Ιουδαίους καὶ τοὺς Χαλδαίους οἳ ἠ̃σαν μετ' αὐτου̃ εἰς Μασσηφαθ
26 καὶ ἀνέστη πα̃ς ὁ λαὸς ἀπὸ μικρου̃ καὶ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τω̃ν δυνάμεων καὶ εἰση̃λθον εἰς Αἴγυπτον ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου τω̃ν Χαλδαίων
27 καὶ ἐγενήθη ἐν τω̨̃ τριακοστω̨̃ καὶ ἑβδόμω̨ ἔτει τη̃ς ἀποικεσίας του̃ Ιωακιμ βασιλέως Ιουδα ἐν τω̨̃ δωδεκάτω̨ μηνὶ ἑβδόμη̨ καὶ εἰκάδι του̃ μηνὸς ὕψωσεν Ευιλμαρωδαχ βασιλεὺς Βαβυλω̃νος ἐν τω̨̃ ἐνιαυτω̨̃ τη̃ς βασιλείας αὐτου̃ τὴν κεφαλὴν Ιωακιμ βασιλέως Ιουδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου φυλακη̃ς αὐτου̃
28 καὶ ἐλάλησεν μετ' αὐτου̃ ἀγαθὰ καὶ ἔδωκεν τὸν θρόνον αὐτου̃ ἐπάνωθεν τω̃ν θρόνων τω̃ν βασιλέων τω̃ν μετ' αὐτου̃ ἐν Βαβυλω̃νι
29 καὶ ἠλλοίωσεν τὰ ἱμάτια τη̃ς φυλακη̃ς αὐτου̃ καὶ ἤσθιεν ἄρτον διὰ παντὸς ἐνώπιον αὐτου̃ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃
30 καὶ ἡ ἑστιατορία αὐτου̃ ἑστιατορία διὰ παντὸς ἐδόθη αὐτω̨̃ ἐξ οἴκου του̃ βασιλέως λόγον ἡμέρας ἐν τη̨̃ ἡμέρα̨ αὐτου̃ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).