ΒΑΣΙΛΕΙΩΝ Δ,
κεφαλίς 20,
στἰχοι 15-19
15 καὶ εἰ̃πεν τί εἰ̃δον ἐν τω̨̃ οἴκω̨ σου καὶ εἰ̃πεν πάντα ὅσα ἐν τω̨̃ οἴκω̨ μου εἰ̃δον οὐκ ἠ̃ν ἐν τω̨̃ οἴκω̨ μου ὃ οὐκ ἔδειξα αὐτοι̃ς ἀλλὰ καὶ τὰ ἐν τοι̃ς θησαυροι̃ς μου |
16 καὶ εἰ̃πεν Ησαιας πρὸς Εζεκιαν ἄκουσον λόγον κυρίου |
17 ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τω̨̃ οἴκω̨ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τη̃ς ἡμέρας ταύτης εἰς Βαβυλω̃να καὶ οὐχ ὑπολειφθήσεται ῥη̃μα ὃ εἰ̃πεν κύριος |
18 καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σου̃ οὓς γεννήσεις λήμψεται καὶ ἔσονται εὐνου̃χοι ἐν τω̨̃ οἴκω̨ του̃ βασιλέως Βαβυλω̃νος |
19 καὶ εἰ̃πεν Εζεκιας πρὸς Ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν ἔστω εἰρήνη ἐν ται̃ς ἡμέραις μου |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.