1 ἐν ται̃ς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας εἰς θάνατον καὶ εἰση̃λθεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προφήτης καὶ εἰ̃πεν πρὸς αὐτόν τάδε λέγει κύριος ἔντειλαι τω̨̃ οἴκω̨ σου ὅτι ἀποθνή̨σκεις σὺ καὶ οὐ ζήση̨ |
2 καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτου̃ πρὸς τὸν τοι̃χον καὶ ηὔξατο πρὸς κύριον λέγων |
3 ὠ̃ δή κύριε μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθεία̨ καὶ ἐν καρδία̨ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου ἐποίησα καὶ ἔκλαυσεν Εζεκιας κλαυθμω̨̃ μεγάλω̨ |
4 καὶ ἠ̃ν Ησαιας ἐν τη̨̃ αὐλη̨̃ τη̨̃ μέση̨ καὶ ῥη̃μα κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων |
5 ἐπίστρεψον καὶ ἐρει̃ς πρὸς Εζεκιαν τὸν ἡγούμενον του̃ λαου̃ μου τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ του̃ πατρός σου ἤκουσα τη̃ς προσευχη̃ς σου εἰ̃δον τὰ δάκρυά σου ἰδοὺ ἐγὼ ἰάσομαί σε τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ἀναβήση̨ εἰς οἰ̃κον κυρίου |
6 καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως 'Ασσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιω̃ ὑπὲρ τη̃ς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαυιδ τὸν δου̃λόν μου |
7 καὶ εἰ̃πεν λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος καὶ ὑγιάσει |
8 καὶ εἰ̃πεν Εζεκιας πρὸς Ησαιαν τί τὸ σημει̃ον ὅτι ἰάσεταί με κύριος καὶ ἀναβήσομαι εἰς οἰ̃κον κυρίου τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ |
9 καὶ εἰ̃πεν Ησαιας του̃το τὸ σημει̃ον παρὰ κυρίου ὅτι ποιήσει κύριος τὸν λόγον ὃν ἐλάλησεν πορεύσεται ἡ σκιὰ δέκα βαθμούς ἐὰν ἐπιστρέφη̨ δέκα βαθμούς |
10 καὶ εἰ̃πεν Εζεκιας κου̃φον τὴν σκιὰν κλι̃ναι δέκα βαθμούς οὐχί ἀλλ' ἐπιστραφήτω ἡ σκιὰ δέκα βαθμοὺς εἰς τὰ ὀπίσω |
11 καὶ ἐβόησεν Ησαιας ὁ προφήτης πρὸς κύριον καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοι̃ς ἀναβαθμοι̃ς εἰς τὰ ὀπίσω δέκα βαθμούς |
12 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀπέστειλεν Μαρωδαχβαλαδαν υἱὸς Βαλαδαν βασιλεὺς Βαβυλω̃νος βιβλία καὶ μαναα πρὸς Εζεκιαν ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν Εζεκιας |
13 καὶ ἐχάρη ἐπ' αὐτοι̃ς Εζεκιας καὶ ἔδειξεν αὐτοι̃ς ὅλον τὸν οἰ̃κον του̃ νεχωθα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν καὶ τὸν οἰ̃κον τω̃ν σκευω̃ν καὶ ὅσα ηὑρέθη ἐν τοι̃ς θησαυροι̃ς αὐτου̃ οὐκ ἠ̃ν λόγος ὃν οὐκ ἔδειξεν αὐτοι̃ς Εζεκιας ἐν τω̨̃ οἴκω̨ αὐτου̃ καὶ ἐν πάση̨ τη̨̃ ἐξουσία̨ αὐτου̃ |
14 καὶ εἰση̃λθεν Ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἰ̃πεν πρὸς αὐτόν τί ἐλάλησαν οἱ ἄνδρες οὑ̃τοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἰ̃πεν Εζεκιας ἐκ γη̃ς πόρρωθεν ἥκασιν πρός με ἐκ Βαβυλω̃νος |
15 καὶ εἰ̃πεν τί εἰ̃δον ἐν τω̨̃ οἴκω̨ σου καὶ εἰ̃πεν πάντα ὅσα ἐν τω̨̃ οἴκω̨ μου εἰ̃δον οὐκ ἠ̃ν ἐν τω̨̃ οἴκω̨ μου ὃ οὐκ ἔδειξα αὐτοι̃ς ἀλλὰ καὶ τὰ ἐν τοι̃ς θησαυροι̃ς μου |
16 καὶ εἰ̃πεν Ησαιας πρὸς Εζεκιαν ἄκουσον λόγον κυρίου |
17 ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τω̨̃ οἴκω̨ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τη̃ς ἡμέρας ταύτης εἰς Βαβυλω̃να καὶ οὐχ ὑπολειφθήσεται ῥη̃μα ὃ εἰ̃πεν κύριος |
18 καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σου̃ οὓς γεννήσεις λήμψεται καὶ ἔσονται εὐνου̃χοι ἐν τω̨̃ οἴκω̨ του̃ βασιλέως Βαβυλω̃νος |
19 καὶ εἰ̃πεν Εζεκιας πρὸς Ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν ἔστω εἰρήνη ἐν ται̃ς ἡμέραις μου |
20 καὶ τὰ λοιπὰ τω̃ν λόγων Εζεκιου καὶ πα̃σα ἡ δυναστεία αὐτου̃ καὶ ὅσα ἐποίησεν τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα |
21 καὶ ἐκοιμήθη Εζεκιας μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |