Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 22

1 υἱὸς ὀκτὼ ἐτω̃ν Ιωσιας ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Ιεδιδα θυγάτηρ Εδεϊα ἐκ Βασουρωθ
2 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου καὶ ἐπορεύθη ἐν πάση̨ ὁδω̨̃ Δαυιδ του̃ πατρὸς αὐτου̃ οὐκ ἀπέστη δεξιὰ ἢ ἀριστερά
3 καὶ ἐγενήθη ἐν τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει τω̨̃ βασιλει̃ Ιωσια ἐν τω̨̃ μηνὶ τω̨̃ ὀγδόω̨ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαφφαν υἱὸν Εσελιου υἱου̃ Μεσολλαμ τὸν γραμματέα οἴκου κυρίου λέγων
4 ἀνάβηθι πρὸς Χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκω̨ κυρίου ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ του̃ λαου̃
5 καὶ δότωσαν αὐτὸ ἐπὶ χει̃ρα ποιούντων τὰ ἔργα τω̃ν καθεσταμένων ἐν οἴκω̨ κυρίου καὶ ἔδωκεν αὐτὸ τοι̃ς ποιου̃σιν τὰ ἔργα τοι̃ς ἐν οἴκω̨ κυρίου του̃ κατισχυ̃σαι τὸ βεδεκ του̃ οἴκου
6 τοι̃ς τέκτοσιν καὶ τοι̃ς οἰκοδόμοις καὶ τοι̃ς τειχισται̃ς καὶ του̃ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς του̃ κραταιω̃σαι τὸ βεδεκ του̃ οἴκου
7 πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοι̃ς ὅτι ἐν πίστει αὐτοὶ ποιου̃σιν
8 καὶ εἰ̃πεν Χελκιας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαφφαν τὸν γραμματέα βιβλίον του̃ νόμου εὑ̃ρον ἐν οἴκω̨ κυρίου καὶ ἔδωκεν Χελκιας τὸ βιβλίον πρὸς Σαφφαν καὶ ἀνέγνω αὐτό
9 καὶ εἰσήνεγκεν πρὸς τὸν βασιλέα Ιωσιαν καὶ ἐπέστρεψεν τω̨̃ βασιλει̃ ῥη̃μα καὶ εἰ̃πεν ἐχώνευσαν οἱ δου̃λοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν τω̨̃ οἴκω̨ κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χει̃ρα ποιούντων τὰ ἔργα τω̃ν καθεσταμένων ἐν οἴκω̨ κυρίου
10 καὶ εἰ̃πεν Σαφφαν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων βιβλίον ἔδωκέν μοι Χελκιας ὁ ἱερεύς καὶ ἀνέγνω αὐτὸ Σαφφαν ἐνώπιον του̃ βασιλέως
11 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους του̃ βιβλίου του̃ νόμου καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτου̃
12 καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Χελκια τω̨̃ ἱερει̃ καὶ τω̨̃ Αχικαμ υἱω̨̃ Σαφφαν καὶ τω̨̃ Αχοβωρ υἱω̨̃ Μιχαιου καὶ τω̨̃ Σαφφαν τω̨̃ γραμματει̃ καὶ τω̨̃ Ασαια δούλω̨ του̃ βασιλέως λέγων
13 δευ̃τε ἐκζητήσατε τὸν κύριον περὶ ἐμου̃ καὶ περὶ παντὸς του̃ λαου̃ καὶ περὶ παντὸς του̃ Ιουδα περὶ τω̃ν λόγων του̃ βιβλίου του̃ εὑρεθέντος τούτου ὅτι μεγάλη ἡ ὀργὴ κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμι̃ν ὑπὲρ οὑ̃ οὐκ ἤκουσαν οἱ πατέρες ἡμω̃ν τω̃ν λόγων του̃ βιβλίου τούτου του̃ ποιει̃ν κατὰ πάντα τὰ γεγραμμένα καθ' ἡμω̃ν
14 καὶ ἐπορεύθη Χελκιας ὁ ἱερεὺς καὶ Αχικαμ καὶ Αχοβωρ καὶ Σαφφαν καὶ Ασαιας πρὸς Ολδαν τὴν προφη̃τιν γυναι̃κα Σελλημ υἱου̃ Θεκουε υἱου̃ Αραας του̃ ἱματιοφύλακος καὶ αὐτὴ κατώ̨κει ἐν Ιερουσαλημ ἐν τη̨̃ μασενα καὶ ἐλάλησαν πρὸς αὐτήν
15 καὶ εἰ̃πεν αὐτοι̃ς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ εἴπατε τω̨̃ ἀνδρὶ τω̨̃ ἀποστείλαντι ὑμα̃ς πρός με
16 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπὶ τοὺς ἐνοικου̃ντας αὐτόν πάντας τοὺς λόγους του̃ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ιουδα
17 ἀνθ' ὡ̃ν ἐγκατέλιπόν με καὶ ἐθυμίων θεοι̃ς ἑτέροις ὅπως παροργίσωσίν με ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἐκκαυθήσεται ὁ θυμός μου ἐν τω̨̃ τόπω̨ τούτω̨ καὶ οὐ σβεσθήσεται
18 καὶ πρὸς βασιλέα Ιουδα τὸν ἀποστείλαντα ὑμα̃ς ἐπιζητη̃σαι τὸν κύριον τάδε ἐρει̃τε πρὸς αὐτόν τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ οἱ λόγοι οὓς ἤκουσας
19 ἀνθ' ὡ̃ν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου κυρίου ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπὶ τοὺς ἐνοικου̃ντας αὐτὸν του̃ εἰ̃ναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιον ἐμου̃ καί γε ἐγὼ ἤκουσα λέγει κύριος
20 οὐχ οὕτως ἰδοὺ ἐγὼ προστίθημί σε πρὸς τοὺς πατέρας σου καὶ συναχθήση̨ εἰς τὸν τάφον σου ἐν εἰρήνη̨ καὶ οὐκ ὀφθήσεται ἐν τοι̃ς ὀφθαλμοι̃ς σου ἐν πα̃σιν τοι̃ς κακοι̃ς οἱ̃ς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπέστρεψαν τω̨̃ βασιλει̃ τὸ ῥη̃μα

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 23,  στἰχοι 1-30

1 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους Ιουδα καὶ Ιερουσαλημ
2 καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἰ̃κον κυρίου καὶ πα̃ς ἀνὴρ Ιουδα καὶ πάντες οἱ κατοικου̃ντες ἐν Ιερουσαλημ μετ' αὐτου̃ καὶ οἱ ἱερει̃ς καὶ οἱ προφη̃ται καὶ πα̃ς ὁ λαὸς ἀπὸ μικρου̃ καὶ ἕως μεγάλου καὶ ἀνέγνω ἐν ὠσὶν αὐτω̃ν πάντας τοὺς λόγους του̃ βιβλίου τη̃ς διαθήκης του̃ εὑρεθέντος ἐν οἴκω̨ κυρίου
3 καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στυ̃λον καὶ διέθετο διαθήκην ἐνώπιον κυρίου του̃ πορεύεσθαι ὀπίσω κυρίου καὶ του̃ φυλάσσειν τὰς ἐντολὰς αὐτου̃ καὶ τὰ μαρτύρια αὐτου̃ καὶ τὰ δικαιώματα αὐτου̃ ἐν πάση̨ καρδία̨ καὶ ἐν πάση̨ ψυχη̨̃ του̃ ἀναστη̃σαι τοὺς λόγους τη̃ς διαθήκης ταύτης τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον του̃το καὶ ἔστη πα̃ς ὁ λαὸς ἐν τη̨̃ διαθήκη̨
4 καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Χελκια τω̨̃ ἱερει̃ τω̨̃ μεγάλω̨ καὶ τοι̃ς ἱερευ̃σιν τη̃ς δευτερώσεως καὶ τοι̃ς φυλάσσουσιν τὸν σταθμὸν του̃ ἐξαγαγει̃ν ἐκ του̃ ναου̃ κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τω̨̃ Βααλ καὶ τω̨̃ ἄλσει καὶ πάση̨ τη̨̃ δυνάμει του̃ οὐρανου̃ καὶ κατέκαυσεν αὐτὰ ἔξω Ιερουσαλημ ἐν σαδημωθ Κεδρων καὶ ἔλαβεν τὸν χου̃ν αὐτω̃ν εἰς Βαιθηλ
5 καὶ κατέπαυσεν τοὺς χωμαριμ οὓς ἔδωκαν βασιλει̃ς Ιουδα καὶ ἐθυμίων ἐν τοι̃ς ὑψηλοι̃ς καὶ ἐν ται̃ς πόλεσιν Ιουδα καὶ τοι̃ς περικύκλω̨ Ιερουσαλημ καὶ τοὺς θυμιω̃ντας τω̨̃ Βααλ καὶ τω̨̃ ἡλίω̨ καὶ τη̨̃ σελήνη̨ καὶ τοι̃ς μαζουρωθ καὶ πάση̨ τη̨̃ δυνάμει του̃ οὐρανου̃
6 καὶ ἐξήνεγκεν τὸ ἄλσος ἐξ οἴκου κυρίου ἔξωθεν Ιερουσαλημ εἰς τὸν χειμάρρουν Κεδρων καὶ κατέκαυσεν αὐτὸν ἐν τω̨̃ χειμάρρω̨ Κεδρων καὶ ἐλέπτυνεν εἰς χου̃ν καὶ ἔρριψεν τὸν χου̃ν αὐτου̃ εἰς τὸν τάφον τω̃ν υἱω̃ν του̃ λαου̃
7 καὶ καθει̃λεν τὸν οἰ̃κον τω̃ν καδησιμ τω̃ν ἐν τω̨̃ οἴκω̨ κυρίου οὑ̃ αἱ γυναι̃κες ὕφαινον ἐκει̃ χεττιιν τω̨̃ ἄλσει
8 καὶ ἀνήγαγεν πάντας τοὺς ἱερει̃ς ἐκ πόλεων Ιουδα καὶ ἐμίανεν τὰ ὑψηλά οὑ̃ ἐθυμίασαν ἐκει̃ οἱ ἱερει̃ς ἀπὸ Γαβαα καὶ ἕως Βηρσαβεε καὶ καθει̃λεν τὸν οἰ̃κον τω̃ν πυλω̃ν τὸν παρὰ τὴν θύραν τη̃ς πύλης Ιησου ἄρχοντος τη̃ς πόλεως τω̃ν ἐξ ἀριστερω̃ν ἀνδρὸς ἐν τη̨̃ πύλη̨ τη̃ς πόλεως
9 πλὴν οὐκ ἀνέβησαν οἱ ἱερει̃ς τω̃ν ὑψηλω̃ν πρὸς τὸ θυσιαστήριον κυρίου ἐν Ιερουσαλημ ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν αὐτω̃ν
10 καὶ ἐμίανεν τὸν Ταφεθ τὸν ἐν φάραγγι υἱου̃ Εννομ του̃ διάγειν ἄνδρα τὸν υἱὸν αὐτου̃ καὶ ἄνδρα τὴν θυγατέρα αὐτου̃ τω̨̃ Μολοχ ἐν πυρί
11 καὶ κατέπαυσεν τοὺς ἵππους οὓς ἔδωκαν βασιλει̃ς Ιουδα τω̨̃ ἡλίω̨ ἐν τη̨̃ εἰσόδω̨ οἴκου κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθαν βασιλέως του̃ εὐνούχου ἐν φαρουριμ καὶ τὸ ἅρμα του̃ ἡλίου κατέκαυσεν πυρί
12 καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ του̃ δώματος του̃ ὑπερώ̨ου Αχαζ ἃ ἐποίησαν βασιλει̃ς Ιουδα καὶ τὰ θυσιαστήρια ἃ ἐποίησεν Μανασσης ἐν ται̃ς δυσὶν αὐλαι̃ς οἴκου κυρίου καὶ καθει̃λεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκει̃θεν καὶ ἔρριψεν τὸν χου̃ν αὐτω̃ν εἰς τὸν χειμάρρουν Κεδρων
13 καὶ τὸν οἰ̃κον τὸν ἐπὶ πρόσωπον Ιερουσαλημ τὸν ἐκ δεξιω̃ν του̃ ὄρους του̃ Μοσοαθ ὃν ὠ̨κοδόμησεν Σαλωμων βασιλεὺς Ισραηλ τη̨̃ 'Αστάρτη̨ προσοχθίσματι Σιδωνίων καὶ τω̨̃ Χαμως προσοχθίσματι Μωαβ καὶ τω̨̃ Μολχολ βδελύγματι υἱω̃ν Αμμων ἐμίανεν ὁ βασιλεύς
14 καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ ἔπλησεν τοὺς τόπους αὐτω̃ν ὀστέων ἀνθρώπων
15 καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθηλ τὸ ὑψηλόν ὃ ἐποίησεν Ιεροβοαμ υἱὸς Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ καί γε τὸ θυσιαστήριον ἐκει̃νο καὶ τὸ ὑψηλὸν κατέσπασεν καὶ συνέτριψεν τοὺς λίθους αὐτου̃ καὶ ἐλέπτυνεν εἰς χου̃ν καὶ κατέκαυσεν τὸ ἄλσος
16 καὶ ἐξένευσεν Ιωσιας καὶ εἰ̃δεν τοὺς τάφους τοὺς ὄντας ἐκει̃ ἐν τη̨̃ πόλει καὶ ἀπέστειλεν καὶ ἔλαβεν τὰ ὀστα̃ ἐκ τω̃ν τάφων καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ὁ ἄνθρωπος του̃ θεου̃ ἐν τω̨̃ ἑστάναι Ιεροβοαμ ἐν τη̨̃ ἑορτη̨̃ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπιστρέψας ἠ̃ρεν τοὺς ὀφθαλμοὺς αὐτου̃ ἐπὶ τὸν τάφον του̃ ἀνθρώπου του̃ θεου̃ του̃ λαλήσαντος τοὺς λόγους τούτους
17 καὶ εἰ̃πεν τί τὸ σκόπελον ἐκει̃νο ὃ ἐγὼ ὁρω̃ καὶ εἰ̃πον αὐτω̨̃ οἱ ἄνδρες τη̃ς πόλεως ὁ ἄνθρωπος του̃ θεου̃ ἐστιν ὁ ἐξεληλυθὼς ἐξ Ιουδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους οὓς ἐπεκαλέσατο ἐπὶ τὸ θυσιαστήριον Βαιθηλ
18 καὶ εἰ̃πεν ἄφετε αὐτό ἀνὴρ μὴ κινησάτω τὰ ὀστα̃ αὐτου̃ καὶ ἐρρύσθησαν τὰ ὀστα̃ αὐτου̃ μετὰ τω̃ν ὀστω̃ν του̃ προφήτου του̃ ἥκοντος ἐκ Σαμαρείας
19 καί γε εἰς πάντας τοὺς οἴκους τω̃ν ὑψηλω̃ν τοὺς ἐν ται̃ς πόλεσιν Σαμαρείας οὓς ἐποίησαν βασιλει̃ς Ισραηλ παροργίζειν κύριον ἀπέστησεν Ιωσιας καὶ ἐποίησεν ἐν αὐτοι̃ς πάντα τὰ ἔργα ἃ ἐποίησεν ἐν Βαιθηλ
20 καὶ ἐθυσίασεν πάντας τοὺς ἱερει̃ς τω̃ν ὑψηλω̃ν τοὺς ὄντας ἐκει̃ ἐπὶ τω̃ν θυσιαστηρίων καὶ κατέκαυσεν τὰ ὀστα̃ τω̃ν ἀνθρώπων ἐπ' αὐτά καὶ ἐπεστράφη εἰς Ιερουσαλημ
21 καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τω̨̃ λαω̨̃ λέγων ποιήσατε τὸ πασχα τω̨̃ κυρίω̨ θεω̨̃ ἡμω̃ν καθὼς γέγραπται ἐπὶ βιβλίου τη̃ς διαθήκης ταύτης
22 ὅτι οὐκ ἐγενήθη τὸ πασχα του̃το ἀφ' ἡμερω̃ν τω̃ν κριτω̃ν οἳ ἔκρινον τὸν Ισραηλ καὶ πάσας τὰς ἡμέρας βασιλέων Ισραηλ καὶ βασιλέων Ιουδα
23 ὅτι ἀλλ' ἢ τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει του̃ βασιλέως Ιωσια ἐγενήθη τὸ πασχα τω̨̃ κυρίω̨ ἐν Ιερουσαλημ
24 καί γε τοὺς θελητὰς καὶ τοὺς γνωριστὰς καὶ τὰ θεραφιν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν γη̨̃ Ιουδα καὶ ἐν Ιερουσαλημ ἐξη̃ρεν ὁ βασιλεὺς Ιωσιας ἵνα στήση̨ τοὺς λόγους του̃ νόμου τοὺς γεγραμμένους ἐπὶ του̃ βιβλίου οὑ̃ εὑ̃ρεν Χελκιας ὁ ἱερεὺς ἐν οἴκω̨ κυρίου
25 ὅμοιος αὐτω̨̃ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτου̃ βασιλεύς ὃς ἐπέστρεψεν πρὸς κύριον ἐν ὅλη̨ καρδία̨ αὐτου̃ καὶ ἐν ὅλη̨ ψυχη̨̃ αὐτου̃ καὶ ἐν ὅλη̨ ἰσχύι αὐτου̃ κατὰ πάντα τὸν νόμον Μωυση̃ καὶ μετ' αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτω̨̃
26 πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ θυμου̃ ὀργη̃ς αὐτου̃ του̃ μεγάλου οὑ̃ ἐθυμώθη ὀργὴ αὐτου̃ ἐν τω̨̃ Ιουδα ἐπὶ τοὺς παροργισμούς οὓς παρώργισεν αὐτὸν Μανασσης
27 καὶ εἰ̃πεν κύριος καί γε τὸν Ιουδαν ἀποστήσω ἀπὸ του̃ προσώπου μου καθὼς ἀπέστησα τὸν Ισραηλ καὶ ἀπώσομαι τὴν πόλιν ταύτην ἣν ἐξελεξάμην τὴν Ιερουσαλημ καὶ τὸν οἰ̃κον οὑ̃ εἰ̃πον ἔσται τὸ ὄνομά μου ἐκει̃
28 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωσιου καὶ πάντα ὅσα ἐποίησεν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα
29 ἐν δὲ ται̃ς ἡμέραις αὐτου̃ ἀνέβη Φαραω Νεχαω βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα 'Ασσυρίων ἐπὶ ποταμὸν Εὐφράτην καὶ ἐπορεύθη Ιωσιας εἰς ἀπαντὴν αὐτου̃ καὶ ἐθανάτωσεν αὐτὸν Νεχαω ἐν Μαγεδδω ἐν τω̨̃ ἰδει̃ν αὐτόν
30 καὶ ἐπεβίβασαν αὐτὸν οἱ παι̃δες αὐτου̃ νεκρὸν ἐκ Μαγεδδω καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἔθαψαν αὐτὸν ἐν τω̨̃ τάφω̨ αὐτου̃ ἐν πόλει Δαυιδ καὶ ἔλαβεν ὁ λαὸς τη̃ς γη̃ς τὸν Ιωαχας υἱὸν Ιωσιου καὶ ἔχρισαν αὐτὸν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ του̃ πατρὸς αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).