ΒΑΣΙΛΕΙΩΝ Δ,
κεφαλίς 22,
στἰχοι 3-13
3 καὶ ἐγενήθη ἐν τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει τω̨̃ βασιλει̃ Ιωσια ἐν τω̨̃ μηνὶ τω̨̃ ὀγδόω̨ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαφφαν υἱὸν Εσελιου υἱου̃ Μεσολλαμ τὸν γραμματέα οἴκου κυρίου λέγων |
4 ἀνάβηθι πρὸς Χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκω̨ κυρίου ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ του̃ λαου̃ |
5 καὶ δότωσαν αὐτὸ ἐπὶ χει̃ρα ποιούντων τὰ ἔργα τω̃ν καθεσταμένων ἐν οἴκω̨ κυρίου καὶ ἔδωκεν αὐτὸ τοι̃ς ποιου̃σιν τὰ ἔργα τοι̃ς ἐν οἴκω̨ κυρίου του̃ κατισχυ̃σαι τὸ βεδεκ του̃ οἴκου |
6 τοι̃ς τέκτοσιν καὶ τοι̃ς οἰκοδόμοις καὶ τοι̃ς τειχισται̃ς καὶ του̃ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς του̃ κραταιω̃σαι τὸ βεδεκ του̃ οἴκου |
7 πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοι̃ς ὅτι ἐν πίστει αὐτοὶ ποιου̃σιν |
8 καὶ εἰ̃πεν Χελκιας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαφφαν τὸν γραμματέα βιβλίον του̃ νόμου εὑ̃ρον ἐν οἴκω̨ κυρίου καὶ ἔδωκεν Χελκιας τὸ βιβλίον πρὸς Σαφφαν καὶ ἀνέγνω αὐτό |
9 καὶ εἰσήνεγκεν πρὸς τὸν βασιλέα Ιωσιαν καὶ ἐπέστρεψεν τω̨̃ βασιλει̃ ῥη̃μα καὶ εἰ̃πεν ἐχώνευσαν οἱ δου̃λοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν τω̨̃ οἴκω̨ κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χει̃ρα ποιούντων τὰ ἔργα τω̃ν καθεσταμένων ἐν οἴκω̨ κυρίου |
10 καὶ εἰ̃πεν Σαφφαν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων βιβλίον ἔδωκέν μοι Χελκιας ὁ ἱερεύς καὶ ἀνέγνω αὐτὸ Σαφφαν ἐνώπιον του̃ βασιλέως |
11 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους του̃ βιβλίου του̃ νόμου καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτου̃ |
12 καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Χελκια τω̨̃ ἱερει̃ καὶ τω̨̃ Αχικαμ υἱω̨̃ Σαφφαν καὶ τω̨̃ Αχοβωρ υἱω̨̃ Μιχαιου καὶ τω̨̃ Σαφφαν τω̨̃ γραμματει̃ καὶ τω̨̃ Ασαια δούλω̨ του̃ βασιλέως λέγων |
13 δευ̃τε ἐκζητήσατε τὸν κύριον περὶ ἐμου̃ καὶ περὶ παντὸς του̃ λαου̃ καὶ περὶ παντὸς του̃ Ιουδα περὶ τω̃ν λόγων του̃ βιβλίου του̃ εὑρεθέντος τούτου ὅτι μεγάλη ἡ ὀργὴ κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμι̃ν ὑπὲρ οὑ̃ οὐκ ἤκουσαν οἱ πατέρες ἡμω̃ν τω̃ν λόγων του̃ βιβλίου τούτου του̃ ποιει̃ν κατὰ πάντα τὰ γεγραμμένα καθ' ἡμω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.