Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 24

ἐν ται̃ς ἡμέραις αὐτου̃ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ ἐγενήθη αὐτω̨̃ Ιωακιμ δου̃λος τρία ἔτη καὶ ἐπέστρεψεν καὶ ἠθέτησεν ἐν αὐτω̨̃
καὶ ἀπέστειλεν αὐτω̨̃ τοὺς μονοζώνους τω̃ν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ τοὺς μονοζώνους Μωαβ καὶ τοὺς μονοζώνους υἱω̃ν Αμμων καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τη̨̃ γη̨̃ Ιουδα του̃ κατισχυ̃σαι κατὰ τὸν λόγον κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ τω̃ν δούλων αὐτου̃ τω̃ν προφητω̃ν
πλὴν ἐπὶ τὸν θυμὸν κυρίου ἠ̃ν ἐν τω̨̃ Ιουδα ἀποστη̃σαι αὐτὸν ἀπὸ προσώπου αὐτου̃ ἐν ἁμαρτίαις Μανασση κατὰ πάντα ὅσα ἐποίησεν
καί γε αἱ̃μα ἀθω̨̃ον ἐξέχεεν καὶ ἔπλησεν τὴν Ιερουσαλημ αἵματος ἀθώ̨ου καὶ οὐκ ἠθέλησεν κύριος ἱλασθη̃ναι
καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωακιμ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα
καὶ ἐκοιμήθη Ιωακιμ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐβασίλευσεν Ιωακιμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
καὶ οὐ προσέθετο ἔτι βασιλεὺς Αἰγύπτου ἐξελθει̃ν ἐκ τη̃ς γη̃ς αὐτου̃ ὅτι ἔλαβεν βασιλεὺς Βαβυλω̃νος ἀπὸ του̃ χειμάρρου Αἰγύπτου ἕως του̃ ποταμου̃ Εὐφράτου πάντα ὅσα ἠ̃ν του̃ βασιλέως Αἰγύπτου
υἱὸς ὀκτωκαίδεκα ἐτω̃ν Ιωακιμ ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Νεσθα θυγάτηρ Ελλαναθαν ἐξ Ιερουσαλημ
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν ὁ πατὴρ αὐτου̃
10 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος εἰς Ιερουσαλημ καὶ ἠ̃λθεν ἡ πόλις ἐν περιοχη̨̃
11 καὶ εἰση̃λθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος εἰς τὴν πόλιν καὶ οἱ παι̃δες αὐτου̃ ἐπολιόρκουν ἐπ' αὐτήν
12 καὶ ἐξη̃λθεν Ιωακιμ βασιλεὺς Ιουδα ἐπὶ βασιλέα Βαβυλω̃νος αὐτὸς καὶ οἱ παι̃δες αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ καὶ οἱ ἄρχοντες αὐτου̃ καὶ οἱ εὐνου̃χοι αὐτου̃ καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλω̃νος ἐν ἔτει ὀγδόω̨ τη̃ς βασιλείας αὐτου̃
13 καὶ ἐξήνεγκεν ἐκει̃θεν πάντας τοὺς θησαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου του̃ βασιλέως καὶ συνέκοψεν πάντα τὰ σκεύη τὰ χρυσα̃ ἃ ἐποίησεν Σαλωμων βασιλεὺς Ισραηλ ἐν τω̨̃ ναω̨̃ κυρίου κατὰ τὸ ῥη̃μα κυρίου
14 καὶ ἀπώ̨κισεν τὴν Ιερουσαλημ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύι αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πα̃ν τέκτονα καὶ τὸν συγκλείοντα καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τη̃ς γη̃ς
15 καὶ ἀπώ̨κισεν τὸν Ιωακιμ εἰς Βαβυλω̃να καὶ τὴν μητέρα του̃ βασιλέως καὶ τὰς γυναι̃κας του̃ βασιλέως καὶ τοὺς εὐνούχους αὐτου̃ καὶ τοὺς ἰσχυροὺς τη̃ς γη̃ς ἀπήγαγεν ἀποικεσίαν ἐξ Ιερουσαλημ εἰς Βαβυλω̃να
16 καὶ πάντας τοὺς ἄνδρας τη̃ς δυνάμεως ἑπτακισχιλίους καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους πάντες δυνατοὶ ποιου̃ντες πόλεμον καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλω̃νος μετοικεσίαν εἰς Βαβυλω̃να
17 καὶ ἐβασίλευσεν βασιλεὺς Βαβυλω̃νος τὸν Μαθθανιαν υἱὸν αὐτου̃ ἀντ' αὐτου̃ καὶ ἐπέθηκεν τὸ ὄνομα αὐτου̃ Σεδεκια
18 υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτου̃ Σεδεκιας ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Αμιταλ θυγάτηρ Ιερεμιου
19 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Ιωακιμ
20 ὅτι ἐπὶ τὸν θυμὸν κυρίου ἠ̃ν ἐπὶ Ιερουσαλημ καὶ ἐν τω̨̃ Ιουδα ἕως ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτου̃ καὶ ἠθέτησεν Σεδεκιας ἐν τω̨̃ βασιλει̃ Βαβυλω̃νος
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).