Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 25,  στἰχοι 22-30

22 καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν γη̨̃ Ιουδα οὓς κατέλιπεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ κατέστησεν ἐπ' αὐτω̃ν τὸν Γοδολιαν υἱὸν Αχικαμ υἱου̃ Σαφαν
23 καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τη̃ς δυνάμεως αὐτοὶ καὶ οἱ ἄνδρες αὐτω̃ν ὅτι κατέστησεν βασιλεὺς Βαβυλω̃νος τὸν Γοδολιαν καὶ ἠ̃λθον πρὸς Γοδολιαν εἰς Μασσηφαθ καὶ Ισμαηλ υἱὸς Ναθανιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ Σαραιας υἱὸς Θανεμαθ ὁ Νετωφαθίτης καὶ Ιεζονιας υἱὸς του̃ Μαχαθι αὐτοὶ καὶ οἱ ἄνδρες αὐτω̃ν
24 καὶ ὤμοσεν Γοδολιας αὐτοι̃ς καὶ τοι̃ς ἀνδράσιν αὐτω̃ν καὶ εἰ̃πεν αὐτοι̃ς μὴ φοβει̃σθε πάροδον τω̃ν Χαλδαίων καθίσατε ἐν τη̨̃ γη̨̃ καὶ δουλεύσατε τω̨̃ βασιλει̃ Βαβυλω̃νος καὶ καλω̃ς ἔσται ὑμι̃ν
25 καὶ ἐγενήθη ἐν τω̨̃ ἑβδόμω̨ μηνὶ ἠ̃λθεν Ισμαηλ υἱὸς Ναθανιου υἱου̃ Ελισαμα ἐκ του̃ σπέρματος τω̃ν βασιλέων καὶ δέκα ἄνδρες μετ' αὐτου̃ καὶ ἐπάταξεν τὸν Γοδολιαν καὶ ἀπέθανεν καὶ τοὺς Ιουδαίους καὶ τοὺς Χαλδαίους οἳ ἠ̃σαν μετ' αὐτου̃ εἰς Μασσηφαθ
26 καὶ ἀνέστη πα̃ς ὁ λαὸς ἀπὸ μικρου̃ καὶ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τω̃ν δυνάμεων καὶ εἰση̃λθον εἰς Αἴγυπτον ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου τω̃ν Χαλδαίων
27 καὶ ἐγενήθη ἐν τω̨̃ τριακοστω̨̃ καὶ ἑβδόμω̨ ἔτει τη̃ς ἀποικεσίας του̃ Ιωακιμ βασιλέως Ιουδα ἐν τω̨̃ δωδεκάτω̨ μηνὶ ἑβδόμη̨ καὶ εἰκάδι του̃ μηνὸς ὕψωσεν Ευιλμαρωδαχ βασιλεὺς Βαβυλω̃νος ἐν τω̨̃ ἐνιαυτω̨̃ τη̃ς βασιλείας αὐτου̃ τὴν κεφαλὴν Ιωακιμ βασιλέως Ιουδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου φυλακη̃ς αὐτου̃
28 καὶ ἐλάλησεν μετ' αὐτου̃ ἀγαθὰ καὶ ἔδωκεν τὸν θρόνον αὐτου̃ ἐπάνωθεν τω̃ν θρόνων τω̃ν βασιλέων τω̃ν μετ' αὐτου̃ ἐν Βαβυλω̃νι
29 καὶ ἠλλοίωσεν τὰ ἱμάτια τη̃ς φυλακη̃ς αὐτου̃ καὶ ἤσθιεν ἄρτον διὰ παντὸς ἐνώπιον αὐτου̃ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃
30 καὶ ἡ ἑστιατορία αὐτου̃ ἑστιατορία διὰ παντὸς ἐδόθη αὐτω̨̃ ἐξ οἴκου του̃ βασιλέως λόγον ἡμέρας ἐν τη̨̃ ἡμέρα̨ αὐτου̃ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).