Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 9,  στἰχοι 21-26

21 καὶ εἰ̃πεν Ιωραμ ζευ̃ξον καὶ ἔζευξεν ἅρμα καὶ ἐξη̃λθεν Ιωραμ βασιλεὺς Ισραηλ καὶ Οχοζιας βασιλεὺς Ιουδα ἀνὴρ ἐν τω̨̃ ἅρματι αὐτου̃ καὶ ἐξη̃λθον εἰς ἀπαντὴν Ιου καὶ εὑ̃ρον αὐτὸν ἐν τη̨̃ μερίδι Ναβουθαι του̃ Ιεζραηλίτου
22 καὶ ἐγένετο ὡς εἰ̃δεν Ιωραμ τὸν Ιου καὶ εἰ̃πεν εἰ εἰρήνη Ιου καὶ εἰ̃πεν Ιου τί εἰρήνη ἔτι αἱ πορνει̃αι Ιεζαβελ τη̃ς μητρός σου καὶ τὰ φάρμακα αὐτη̃ς τὰ πολλά
23 καὶ ἐπέστρεψεν Ιωραμ τὰς χει̃ρας αὐτου̃ του̃ φυγει̃ν καὶ εἰ̃πεν πρὸς Οχοζιαν δόλος Οχοζια
24 καὶ ἔπλησεν Ιου τὴν χει̃ρα αὐτου̃ ἐν τω̨̃ τόξω̨ καὶ ἐπάταξεν τὸν Ιωραμ ἀνὰ μέσον τω̃ν βραχιόνων αὐτου̃ καὶ ἐξη̃λθεν τὸ βέλος διὰ τη̃ς καρδίας αὐτου̃ καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτου̃
25 καὶ εἰ̃πεν Ιου πρὸς Βαδεκαρ τὸν τριστάτην αὐτου̃ ῥι̃ψον αὐτὸν ἐν τη̨̃ μερίδι ἀγρου̃ Ναβουθαι του̃ Ιεζραηλίτου ὅτι μνημονεύω ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Αχααβ του̃ πατρὸς αὐτου̃ καὶ κύριος ἔλαβεν ἐπ' αὐτὸν τὸ λη̃μμα του̃το λέγων
26 εἰ μὴ μετὰ τω̃ν αἱμάτων Ναβουθαι καὶ τὰ αἵματα τω̃ν υἱω̃ν αὐτου̃ εἰ̃δον ἐχθές φησὶν κύριος καὶ ἀνταποδώσω αὐτω̨̃ ἐν τη̨̃ μερίδι ταύτη̨ φησὶν κύριος καὶ νυ̃ν ἄρας δὴ ῥι̃ψον αὐτὸν ἐν τη̨̃ μερίδι κατὰ τὸ ῥη̃μα κυρίου
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).