ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 18,
στἰχοι 1-18
1 μετὰ ταυ̃τα χωρισθεὶς ἐκ τω̃ν ’Αθηνω̃ν ἠ̃λθεν εἰς Κόρινθον |
2 καὶ εὑρών τινα ’Ιουδαι̃ον ὀνόματι ’Ακύλαν Ποντικòν τω̨̃ γένει προσφάτως ἐληλυθότα ἀπò τη̃ς ’Ιταλίας καὶ Πρίσκιλλαν γυναι̃κα αὐτου̃ διὰ τò διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς ’Ιουδαίους ἀπò τη̃ς ‘Ρώμης προση̃λθεν αὐτοι̃ς |
3 καὶ διὰ τò ὁμότεχνον εἰ̃ναι ἔμενεν παρ' αὐτοι̃ς καὶ ἠργάζετο ἠ̃σαν γὰρ σκηνοποιοὶ τη̨̃ τέχνη̨ |
4 διελέγετο δὲ ἐν τη̨̃ συναγωγη̨̃ κατὰ πα̃ν σάββατον ἔπειθέν τε ’Ιουδαίους καὶ ‘Έλληνας |
5 ὡς δὲ κατη̃λθον ἀπò τη̃ς Μακεδονίας ὅ τε Σιλα̃ς καὶ ὁ Τιμόθεος συνείχετο τω̨̃ λόγω̨ ὁ Παυ̃λος διαμαρτυρόμενος τοι̃ς ’Ιουδαίοις εἰ̃ναι τòν Χριστόν ’Ιησου̃ν |
6 ἀντιτασσομένων δὲ αὐτω̃ν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἰ̃πεν πρòς αὐτούς τò αἱ̃μα ὑμω̃ν ἐπὶ τὴν κεφαλὴν ὑμω̃ν καθαρòς ἐγώ ἀπò του̃ νυ̃ν εἰς τὰ ἔθνη πορεύσομαι |
7 καὶ μεταβὰς ἐκει̃θεν εἰση̃λθεν εἰς οἰκίαν τινòς ὀνόματι Τιτίου ’Ιούστου σεβομένου τòν θεόν οὑ̃ ἡ οἰκία ἠ̃ν συνομορου̃σα τη̨̃ συναγωγη̨̃ |
8 Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τω̨̃ κυρίω̨ σὺν ὅλω̨ τω̨̃ οἴκω̨ αὐτου̃ καὶ πολλοὶ τω̃ν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο |
9 εἰ̃πεν δὲ ὁ κύριος ἐν νυκτὶ δι' ὁράματος τω̨̃ Παύλω̨ μὴ φοβου̃ ἀλλὰ λάλει καὶ μὴ σιωπήση̨ς |
10 διότι ἐγώ εἰμι μετὰ σου̃ καὶ οὐδεὶς ἐπιθήσεταί σοι του̃ κακω̃σαί σε διότι λαός ἐστί μοι πολὺς ἐν τη̨̃ πόλει ταύτη̨ |
11 ἐκάθισεν δὲ ἐνιαυτòν καὶ μη̃νας ἓξ διδάσκων ἐν αὐτοι̃ς τòν λόγον του̃ θεου̃ |
12 Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τη̃ς ’Αχαΐας κατεπέστησαν ὁμοθυμαδòν οἱ ’Ιουδαι̃οι τω̨̃ Παύλω̨ καὶ ἤγαγον αὐτòν ἐπὶ τò βη̃μα |
13 λέγοντες ὅτι παρὰ τòν νόμον ἀναπείθει οὑ̃τος τοὺς ἀνθρώπους σέβεσθαι τòν θεόν |
14 μέλλοντος δὲ του̃ Παύλου ἀνοίγειν τò στόμα εἰ̃πεν ὁ Γαλλίων πρòς τοὺς ’Ιουδαίους εἰ μὲν ἠ̃ν ἀδίκημά τι ἢ ῥα̨διούργημα πονηρόν ὠ̃ ’Ιουδαι̃οι κατὰ λόγον ἂν ἀνεσχόμην ὑμω̃ν |
15 εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου του̃ καθ' ὑμα̃ς ὄψεσθε αὐτοί κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἰ̃ναι |
16 καὶ ἀπήλασεν αὐτοὺς ἀπò του̃ βήματος |
17 ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τòν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν του̃ βήματος καὶ οὐδὲν τούτων τω̨̃ Γαλλίωνι ἔμελεν |
18 ὁ δὲ Παυ̃λος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοι̃ς ἀδελφοι̃ς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν καὶ σὺν αὐτω̨̃ Πρίσκιλλα καὶ ’Ακύλας κειράμενος ἐν Κεγχρεαι̃ς τὴν κεφαλήν εἰ̃χεν γὰρ εὐχήν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.