ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 18,
στἰχοι 19-28
19 κατήντησαν δὲ εἰς ἔφεσον κἀκείνους κατέλιπεν αὐτου̃ αὐτòς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοι̃ς ’Ιουδαίοις |
20 ἐρωτώντων δὲ αὐτω̃ν ἐπὶ πλείονα χρόνον μει̃ναι οὐκ ἐπένευσεν |
21 ἀλλὰ ἀποταξάμενος καὶ εἰπών πάλιν ἀνακάμψω πρòς ὑμα̃ς του̃ θεου̃ θέλοντος ἀνήχθη ἀπò τη̃ς ’Εφέσου |
22 καὶ κατελθὼν εἰς Καισάρειαν ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς ’Αντιόχειαν |
23 καὶ ποιήσας χρόνον τινὰ ἐξη̃λθεν διερχόμενος καθεξη̃ς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν ἐπιστηρίζων πάντας τοὺς μαθητάς |
24 ’Ιουδαι̃ος δέ τις ’Απολλω̃ς ὀνόματι ’Αλεξανδρεὺς τω̨̃ γένει ἀνὴρ λόγιος κατήντησεν εἰς ἔφεσον δυνατòς ὢν ἐν ται̃ς γραφαι̃ς |
25 οὑ̃τος ἠ̃ν κατηχημένος τὴν ὁδòν του̃ κυρίου καὶ ζέων τω̨̃ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβω̃ς τὰ περὶ του̃ ’Ιησου̃ ἐπιστάμενος μόνον τò βάπτισμα ’Ιωάννου |
26 οὑ̃τός τε ἤρξατο παρρησιάζεσθαι ἐν τη̨̃ συναγωγη̨̃ ἀκούσαντες δὲ αὐτου̃ Πρίσκιλλα καὶ ’Ακύλας προσελάβοντο αὐτòν καὶ ἀκριβέστερον αὐτω̨̃ ἐξέθεντο τὴν ὁδòν του̃ θεου̃ |
27 βουλομένου δὲ αὐτου̃ διελθει̃ν εἰς τὴν ’Αχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοι̃ς μαθηται̃ς ἀποδέξασθαι αὐτόν ὃς παραγενόμενος συνεβάλετο πολὺ τοι̃ς πεπιστευκόσιν διὰ τη̃ς χάριτος |
28 εὐτόνως γὰρ τοι̃ς ’Ιουδαίοις διακατηλέγχετο δημοσία̨ ἐπιδεικνὺς διὰ τω̃ν γραφω̃ν εἰ̃ναι τòν Χριστòν ’Ιησου̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.