1 ἐγένετο δὲ ἐν τω̨̃ τòν ’Απολλω̃ εἰ̃ναι ἐν Κορίνθω̨ Παυ̃λον διελθόντα τὰ ἀνωτερικὰ μέρη κατελθει̃ν εἰς ἔφεσον καὶ εὑρει̃ν τινας μαθητάς |
2 εἰ̃πέν τε πρòς αὐτούς εἰ πνευ̃μα ἅγιον ἐλάβετε πιστεύσαντες οἱ δὲ πρòς αὐτόν ἀλλ' οὐδ' εἰ πνευ̃μα ἅγιον ἔστιν ἠκούσαμεν |
3 εἰ̃πέν τε εἰς τί οὐ̃ν ἐβαπτίσθητε οἱ δὲ εἰ̃παν εἰς τò ’Ιωάννου βάπτισμα |
4 εἰ̃πεν δὲ Παυ̃λος ’Ιωάννης ἐβάπτισεν βάπτισμα μετανοίας τω̨̃ λαω̨̃ λέγων εἰς τòν ἐρχόμενον μετ' αὐτòν ἵνα πιστεύσωσιν του̃τ' ἔστιν εἰς τòν ’Ιησου̃ν |
5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τò ὄνομα του̃ κυρίου ’Ιησου̃ |
6 καὶ ἐπιθέντος αὐτοι̃ς του̃ Παύλου τὰς χει̃ρας ἠ̃λθε τò πνευ̃μα τò ἅγιον ἐπ' αὐτούς ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον |
7 ἠ̃σαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα |
8 εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μη̃νας τρει̃ς διαλεγόμενος καὶ πείθων τὰ περὶ τη̃ς βασιλείας του̃ θεου̃ |
9 ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογου̃ντες τὴν ὁδòν ἐνώπιον του̃ πλήθους ἀποστὰς ἀπ' αὐτω̃ν ἀφώρισεν τοὺς μαθητάς καθ' ἡμέραν διαλεγόμενος ἐν τη̨̃ σχολη̨̃ Τυράννου |
10 του̃το δὲ ἐγένετο ἐπὶ ἔτη δύο ὥστε πάντας τοὺς κατοικου̃ντας τὴν ’Ασίαν ἀκου̃σαι τòν λόγον του̃ κυρίου ’Ιουδαίους τε καὶ ‘Έλληνας |
11 δυνάμεις τε οὐ τὰς τυχούσας ὁ θεòς ἐποίει διὰ τω̃ν χειρω̃ν Παύλου |
12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενου̃ντας ἀποφέρεσθαι ἀπò του̃ χρωτòς αὐτου̃ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ' αὐτω̃ν τὰς νόσους τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι |
13 ἐπεχείρησαν δέ τινες καὶ τω̃ν περιερχομένων ’Ιουδαίων ἐξορκιστω̃ν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τò ὄνομα του̃ κυρίου ’Ιησου̃ λέγοντες ὁρκίζω ὑμα̃ς τòν ’Ιησου̃ν ὃν Παυ̃λος κηρύσσει |
14 ἠ̃σαν δέ τινος Σκευα̃ ’Ιουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ του̃το ποιου̃ντες |
15 ἀποκριθὲν δὲ τò πνευ̃μα τò πονηρòν εἰ̃πεν αὐτοι̃ς τòν μὲν ’Ιησου̃ν γινώσκω καὶ τòν Παυ̃λον ἐπίσταμαι ὑμει̃ς δὲ τίνες ἐστέ |
16 καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπ' αὐτοὺς ἐν ὡ̨̃ ἠ̃ν τò πνευ̃μα τò πονηρòν κατακυριεύσας ἀμφοτέρων ἴσχυσεν κατ' αὐτω̃ν ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγει̃ν ἐκ του̃ οἴκου ἐκείνου |
17 του̃το δὲ ἐγένετο γνωστòν πα̃σιν ’Ιουδαίοις τε καὶ ‘Έλλησιν τοι̃ς κατοικου̃σιν τὴν ἔφεσον καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς καὶ ἐμεγαλύνετο τò ὄνομα του̃ κυρίου ’Ιησου̃ |
18 πολλοί τε τω̃ν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτω̃ν |
19 ἱκανοὶ δὲ τω̃ν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων καὶ συνεψήφισαν τὰς τιμὰς αὐτω̃ν καὶ εὑ̃ρον ἀργυρίου μυριάδας πέντε |
20 οὕτως κατὰ κράτος του̃ κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν |
21 ὡς δὲ ἐπληρώθη ταυ̃τα ἔθετο ὁ Παυ̃λος ἐν τω̨̃ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ ’Αχαΐαν πορεύεσθαι εἰς ‘Ιεροσόλυμα εἰπὼν ὅτι μετὰ τò γενέσθαι με ἐκει̃ δει̃ με καὶ ‘Ρώμην ἰδει̃ν |
22 ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τω̃ν διακονούντων αὐτω̨̃ Τιμόθεον καὶ ἔραστον αὐτòς ἐπέσχεν χρόνον εἰς τὴν ’Ασίαν |
23 ἐγένετο δὲ κατὰ τòν καιρòν ἐκει̃νον τάραχος οὐκ ὀλίγος περὶ τη̃ς ὁδου̃ |
24 Δημήτριος γάρ τις ὀνόματι ἀργυροκόπος ποιω̃ν ναοὺς ἀργυρου̃ς ’Αρτέμιδος παρείχετο τοι̃ς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν |
25 οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαυ̃τα ἐργάτας εἰ̃πεν ἄνδρες ἐπίστασθε ὅτι ἐκ ταύτης τη̃ς ἐργασίας ἡ εὐπορία ἡμι̃ν ἐστιν |
26 καὶ θεωρει̃τε καὶ ἀκούετε ὅτι οὐ μόνον ’Εφέσου ἀλλὰ σχεδòν πάσης τη̃ς ’Ασίας ὁ Παυ̃λος οὑ̃τος πείσας μετέστησεν ἱκανòν ὄχλον λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρω̃ν γινόμενοι |
27 οὐ μόνον δὲ του̃το κινδυνεύει ἡμι̃ν τò μέρος εἰς ἀπελεγμòν ἐλθει̃ν ἀλλὰ καὶ τò τη̃ς μεγάλης θεα̃ς ’Αρτέμιδος ἱερòν εἰς οὐθὲν λογισθη̃ναι μέλλειν τε καὶ καθαιρει̃σθαι τη̃ς μεγαλειότητος αὐτη̃ς ἣν ὅλη ἡ ’Ασία καὶ ἡ οἰκουμένη σέβεται |
28 ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμου̃ ἔκραζον λέγοντες μεγάλη ἡ ’Άρτεμις ’Εφεσίων |
29 καὶ ἐπλήσθη ἡ πόλις τη̃ς συγχύσεως ὥρμησάν τε ὁμοθυμαδòν εἰς τò θέατρον συναρπάσαντες Γάϊον καὶ ’Αρίσταρχον Μακεδόνας συνεκδήμους Παύλου |
30 Παύλου δὲ βουλομένου εἰσελθει̃ν εἰς τòν δη̃μον οὐκ εἴων αὐτòν οἱ μαθηταί |
31 τινὲς δὲ καὶ τω̃ν ’Ασιαρχω̃ν ὄντες αὐτω̨̃ φίλοι πέμψαντες πρòς αὐτòν παρεκάλουν μὴ δου̃ναι ἑαυτòν εἰς τò θέατρον |
32 ἄλλοι μὲν οὐ̃ν ἄλλο τι ἔκραζον ἠ̃ν γὰρ ἡ ἐκκλησία συγκεχυμένη καὶ οἱ πλείους οὐκ ἤ̨δεισαν τίνος ἕνεκα συνεληλύθεισαν |
33 ἐκ δὲ του̃ ὄχλου συνεβίβασαν ’Αλέξανδρον προβαλόντων αὐτòν τω̃ν ’Ιουδαίων ὁ δὲ ’Αλέξανδρος κατασείσας τὴν χει̃ρα ἤθελεν ἀπολογει̃σθαι τω̨̃ δήμω̨ |
34 ἐπιγνόντες δὲ ὅτι ’Ιουδαι̃ός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων μεγάλη ἡ ’Άρτεμις ’Εφεσίων |
35 καταστείλας δὲ ὁ γραμματεὺς τòν ὄχλον φησίν ἄνδρες ’Εφέσιοι τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν ’Εφεσίων πόλιν νεωκόρον οὐ̃σαν τη̃ς μεγάλης ’Αρτέμιδος καὶ του̃ διοπετου̃ς |
36 ἀναντιρρήτων οὐ̃ν ὄντων τούτων δέον ἐστὶν ὑμα̃ς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν |
37 ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημου̃ντας τὴν θεòν ἡμω̃ν |
38 εἰ μὲν οὐ̃ν Δημήτριος καὶ οἱ σὺν αὐτω̨̃ τεχνι̃ται ἔχουσι πρός τινα λόγον ἀγοραι̃οι ἄγονται καὶ ἀνθύπατοί εἰσιν ἐγκαλείτωσαν ἀλλήλοις |
39 εἰ δέ τι περαιτέρω ἐπιζητει̃τε ἐν τη̨̃ ἐννόμω̨ ἐκκλησία̨ ἐπιλυθήσεται |
40 καὶ γὰρ κινδυνεύομεν ἐγκαλει̃σθαι στάσεως περὶ τη̃ς σήμερον μηδενòς αἰτίου ὑπάρχοντος περὶ οὑ̃ οὐ δυνησόμεθα ἀποδου̃ναι λόγον περὶ τη̃ς συστροφη̃ς ταύτης καὶ ταυ̃τα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν |