ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 19,
στἰχοι 1-8
1 ἐγένετο δὲ ἐν τω̨̃ τòν ’Απολλω̃ εἰ̃ναι ἐν Κορίνθω̨ Παυ̃λον διελθόντα τὰ ἀνωτερικὰ μέρη κατελθει̃ν εἰς ἔφεσον καὶ εὑρει̃ν τινας μαθητάς |
2 εἰ̃πέν τε πρòς αὐτούς εἰ πνευ̃μα ἅγιον ἐλάβετε πιστεύσαντες οἱ δὲ πρòς αὐτόν ἀλλ' οὐδ' εἰ πνευ̃μα ἅγιον ἔστιν ἠκούσαμεν |
3 εἰ̃πέν τε εἰς τί οὐ̃ν ἐβαπτίσθητε οἱ δὲ εἰ̃παν εἰς τò ’Ιωάννου βάπτισμα |
4 εἰ̃πεν δὲ Παυ̃λος ’Ιωάννης ἐβάπτισεν βάπτισμα μετανοίας τω̨̃ λαω̨̃ λέγων εἰς τòν ἐρχόμενον μετ' αὐτòν ἵνα πιστεύσωσιν του̃τ' ἔστιν εἰς τòν ’Ιησου̃ν |
5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τò ὄνομα του̃ κυρίου ’Ιησου̃ |
6 καὶ ἐπιθέντος αὐτοι̃ς του̃ Παύλου τὰς χει̃ρας ἠ̃λθε τò πνευ̃μα τò ἅγιον ἐπ' αὐτούς ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον |
7 ἠ̃σαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα |
8 εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μη̃νας τρει̃ς διαλεγόμενος καὶ πείθων τὰ περὶ τη̃ς βασιλείας του̃ θεου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.