ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 19,
στἰχοι 28-34
28 ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμου̃ ἔκραζον λέγοντες μεγάλη ἡ ’Άρτεμις ’Εφεσίων |
29 καὶ ἐπλήσθη ἡ πόλις τη̃ς συγχύσεως ὥρμησάν τε ὁμοθυμαδòν εἰς τò θέατρον συναρπάσαντες Γάϊον καὶ ’Αρίσταρχον Μακεδόνας συνεκδήμους Παύλου |
30 Παύλου δὲ βουλομένου εἰσελθει̃ν εἰς τòν δη̃μον οὐκ εἴων αὐτòν οἱ μαθηταί |
31 τινὲς δὲ καὶ τω̃ν ’Ασιαρχω̃ν ὄντες αὐτω̨̃ φίλοι πέμψαντες πρòς αὐτòν παρεκάλουν μὴ δου̃ναι ἑαυτòν εἰς τò θέατρον |
32 ἄλλοι μὲν οὐ̃ν ἄλλο τι ἔκραζον ἠ̃ν γὰρ ἡ ἐκκλησία συγκεχυμένη καὶ οἱ πλείους οὐκ ἤ̨δεισαν τίνος ἕνεκα συνεληλύθεισαν |
33 ἐκ δὲ του̃ ὄχλου συνεβίβασαν ’Αλέξανδρον προβαλόντων αὐτòν τω̃ν ’Ιουδαίων ὁ δὲ ’Αλέξανδρος κατασείσας τὴν χει̃ρα ἤθελεν ἀπολογει̃σθαι τω̨̃ δήμω̨ |
34 ἐπιγνόντες δὲ ὅτι ’Ιουδαι̃ός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων μεγάλη ἡ ’Άρτεμις ’Εφεσίων |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.